Κουμπιά

Κυλιόμενο Μήνυμα

Εμφάνιση αναρτήσεων με ετικέτα Απόστολος Κυριακής. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Απόστολος Κυριακής. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 29 Μαρτίου 2025

Ἡ ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς Δ΄ Νηστειών

Πρὸς Ἑβραίους, κεφάλαιο ΣΤ΄, ἐδάφια 13-20


    13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, 14 λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· 15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. 16 ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς

Σάββατο 22 Μαρτίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς Γ΄ Νηστειῶν (Σταυροπροσκυνήσεως)

Πρὸς Ἑβραίους κέφ. Δ΄, ἐδάφια 14-16 καὶ κέφ. Ε΄, ἐδάφια 1-6


    Κεφ. Δ΄ 14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.
15 Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ᾿ ὁμοιότητα χωρὶς ἁμαρτίας.
16 Προσερχώμεθα οὖν μετὰ

Σάββατο 15 Μαρτίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς Β΄ Νηστειῶν

Πρὸς Ἑβραίους κέφ. Α΄ ἐδάφια 10-14 καὶ κέφ. Β΄, ἐδάφια 1-4


Κεφ. Α΄ 10 Καὶ σὺ κατ᾿ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ

Σάββατο 8 Μαρτίου 2025

Ἡ ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς Α΄Νηστειών

Πρὸς Ἑβραίους, κέφ. ΙΑ΄ ἐδάφια 24-26 καὶ 32-40


    24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.

Σάββατο 1 Μαρτίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς τῆς Τυροφάγου

Πρὸς Ρωμαίους, κέφ.ΙΓ΄, ἐδάφια 11-14 καὶ κέφ. ΙΔ΄, ἐδάφια 1-4


Κεφ. ΙΓ΄ 11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.
12 Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.
13 Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως

Σάββατο 22 Φεβρουαρίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς τῆς Ἀπόκρεω

Α΄πρὸς Κορινθίους ἐπιστολή, κεφ. Η΄8-13 καὶ Θ΄1-2


Κεφ.Η΄ 8 Bρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύωμεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.
9 Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.
10 Ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον,

Σάββατο 15 Φεβρουαρίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς τοῦ Ἀσῶτου. Κυριακή ΙΖ΄Λουκᾶ

Α΄προς Κορινθίους, κεφ. ΣΤ΄, ἐδάφια 12-20


    12 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος 13 τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· 14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως

Σάββατο 8 Φεβρουαρίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς Τελώνου καὶ Φαρισαίου

Πρὸς Τιμόθεον Β΄, κεφάλαιο Γ΄, ἐδάφια 10-17


     10 Σύ δέ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν ᾽Αντιοχείᾳ, ἐν ᾽Ικονίῳ, ἐν Λύστροις· οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος.

Σάββατο 1 Φεβρουαρίου 2025

Ἡ ἀποστολικὴ περικοπή τῆς Ὑπαπαντὴς τοῦ Κυρίου

Πρὸς Ἑβραίους, κεφάλαιο Ζ΄, ἐδάφια 7-17


    7 Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 8 Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
9 Καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ

Τετάρτη 29 Ιανουαρίου 2025

Ἡ ἀποστολικὴ περικοπὴ τῆς μνήμης τῶν Τριῶν Ἱεραρχῶν

Πρὸς Ἑβραίους, κεφάλαιο ΙΓ΄, ἐδάφια 7-16


    7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. 8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
9 Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν,

Σάββατο 25 Ιανουαρίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς ΙΕ΄Λουκᾶ. (Ζακχαίου)

Α΄πρὸς Τιμόθεον, κεφάλαιο Δ΄, ἐδάφια 9-15


     9 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· 10 εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
   11 Παράγγελλε ταῦτα καὶ δίδασκε. 12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ,

Σάββατο 18 Ιανουαρίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς ΙΒ΄Λουκᾶ. (Δέκα λεπρῶν)

Πρὸς Κολοσσαείς, κεφάλαιο Γ΄, ἐδάφια 4-11


4 Ὃταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας,

Σάββατο 11 Ιανουαρίου 2025

Ἡ Ἀποστολικὴ περικοπή τῆς Κυριακῆς μετὰ τὰ Φῶτα

Πρὸς Ἐφεσίους, κεφάλαιο Δ΄, ἐδάφια 7-13


7 ῾Ενὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8 Διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. 9 Τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
10 Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
11 Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, 13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.


Ἑρμηνευτικὴ ἀπόδοση ἀπὸ τὸν μακαριστὸ Παναγιώτη Τρεμπέλα


7 Πρέπει λοιπὸν νὰ εἴμαστε ὅλοι ἕνα. Βέβαια ὅλοι οἱ πιστοὶ δὲν ἔχουμε λάβει τὰ ἴδια χαρίσματα, ἀλλὰ διάφορα καὶ ποικίλα. Αὐτὴ ὅμως ἡ διανομὴ γιὰ κανένα λόγο δὲν ἐπιτρέπεται νὰ γίνεται αἰτία χωρισμοῦ μεταξὺ τῶν πιστῶν· διότι ἡ διανομὴ αὐτὴ δὲν εἶναι τυχαία, ἀλλὰ γίνεται ἀπ’ τὸν ἴδιο τόν Χριστό. Αὐτὸς δηλαδὴ στὸν καθένα ξεχωριστὰ ἀπὸ ἐμᾶς ἔδωσε τὴ θεία χάρη, σύμφωνα μὲ τὸ μέτρο ποὺ μὲ σοφία καὶ δικαιοσύνη χρησιμοποιεῖ στὴ διανομὴ τῆς δωρεᾶς Του.
8 Κι ἐπειδὴ ὁ ἴδιος ὁ Χριστὸς διανέμει τὰ χαρίσματα, γι’ αὐτὸ λέει καὶ ἡ Ἁγία Γραφὴ στοὺς Ψαλμούς: «Ὅταν ὁ Χριστὸς μὲ τὴν Ἀνάληψή Του ἀνέβηκε ψηλὰ στὸν οὐρανό, ἔδεσε αἰχμάλωτους τοὺς ἐχθρούς Του, δηλαδὴ τὸν σατανᾶ καὶ τὸν θάνατο, κι ἔδωσε χαρίσματα στοὺς ἀνθρώπους». 9 Λέγοντας λοιπὸν ἡ Ἁγία Γραφὴ γιὰ τὸν Χριστὸ ὅτι ἀνέβηκε, τί ἄλλο σημαίνει παρὰ ὅτι πρωτύτερα καὶ κατέβηκε στὰ κατώτερα μέρη τῆς γῆς, ἀφοῦ ἔγινε ἄνθρωπος καὶ σταυρώθηκε;
10 Ὁ Χριστὸς ποὺ κατέβηκε, εἶναι ὁ ἴδιος ποὺ καὶ ἀνέβηκε ἐπάνω ἀπ’ ὅλους τοὺς οὐρανούς, γιὰ νὰ γεμίσει μὲ τὴν παρουσία Του καὶ τὶς δωρεές Του τὰ πάντα. 11 Καὶ Αὐτὸς ἔδωσε διάφορα χαρίσματα καὶ διακονίες: ἄλλους ἔθεσε ἀποστόλους, ἄλλους προφῆτες, ἄλλους εὐαγγελιστές, ἄλλους ποιμένες καὶ διδασκάλους, 12 γιὰ νὰ καταρτίζονται οἱ Χριστιανοὶ καὶ νὰ ἐπιτελεῖται τὸ ἔργο τῆς διακονίας, μὲ τὸ ὁποῖο οἰκοδομεῖται τὸ σῶμα τοῦ Χριστοῦ.
13 Μέχρι νὰ φθάσουμε νὰ ἔχουμε ὅλοι μία καὶ τὴν ἴδια ἀληθινὴ πίστη καὶ τέλεια γνώση τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ νὰ προοδεύσουμε πνευματικά, ἕως ὅτου γίνουμε ἕνας τέλειος ἄνθρωπος καὶ νὰ ἀποκτήσουμε τὸ μέτρο τῆς πνευματικῆς ὡριμότητας καὶ τελειότητας τοῦ Χριστοῦ, δηλαδὴ νὰ ἔχουμε πλήρεις τὶς δωρεὲς καὶ τὴν πνευματικὴ τελειότητά Του.

Ἐπιμέλεια κειμένου: Ἑλένη Λιναρδάκη, φιλόλογος.
Ἐπιμέλεια πολυτονισμοῦ: Ἄκτιστον

Κυριακή 5 Ιανουαρίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῶν Θεοφανείων

Πρὸς Τίτον, κεφάλαιο Β΄, ἐδάφια 11-14 καὶ κεφάλαιο Γ΄, ἐδάφια 4-7


Κεφ. Β΄ 11᾿Επεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, 12 παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ,

Σάββατο 4 Ιανουαρίου 2025

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς πρὸ τῶν Φώτων

B΄προς Τιμόθεον, κεφάλαιο Δ΄, ἐδάφια 5-8

5 Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. 6 ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. 7 τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος,

Τρίτη 31 Δεκεμβρίου 2024

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς κατὰ σάρκα Περιτομῆς τοῦ Χριστοῦ

Πρὸς Κολοσσαείς, κεφάλαιο Β΄, ἐδάφια 8-12

8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· 9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὃς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,

Σάββατο 28 Δεκεμβρίου 2024

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς μετά την Χριστοῦ Γέννησιν

Πρὸς Γαλάτας, κεφάλαιο Α΄, ἐδάφια 11-19

  11 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. 13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ

Τετάρτη 25 Δεκεμβρίου 2024

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς ἡμέρας τῶν Χριστουγέννων

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς ἡμέρας τῶν Χριστουγέννων

Πρὸς Γαλάτας, κεφάλαιο Δ΄, ἐδάφια 4-7

4Ὃτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θὲὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 6῞Οτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ.

Σάββατο 21 Δεκεμβρίου 2024

Ἐρμηνεία τῆς Αποστολικῆς περικοπῆς τῆς Κυριακῆς πρὸ Χριστουγέννων ἀπὸ τὸν Ἱερὸ Χρυσόστομο

Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως. (Ἐβρ. 11,8-10 καὶ 32-40)


Ἁγίου Ἰωάννου Χρυσοστόμου
«Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός ((:ἐξ αἰτίας τῆς πίστεώς του ὁ Ἀβραὰμ ὑπάκουσε στὸν Θεό, ὁ Ὁποῖος τὸν καλοῦσε νὰ φύγει ἀπὸ τὴν πατρίδα του καὶ νὰ πάει στὸν τόπο ποὺ θὰ κληρονομοῦσε.

Ἡ ἀποστολικὴ περικοπών τῆς Κυριακῆς πρὸ τῆς Χριστοῦ Γεννήσεως

Πρὸς Ἑβραίους, κεφ. ΙΑ΄, ἐδάφια 8-10 καὶ 32-40

   8 Πίστει καλούμενος ᾿Αβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
  9 Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. 10 Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.