Ὁμιλία εἰς τὰ Βάϊα
Κυριακή τῶν Βαΐων Ἰωάν. ιβ΄, 1-18
Ἁγίου Ἐπιφανίου Κύπρου
Χαῖρε σφόδρα, θύγατερ Σιών, τέρπου καὶ ἀγάλλου
(καὶ εὐφραίνου), πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺ γὰρ πάλιν ὁ Βασιλεὺς πρὸς σὲ
παραγίνεται, Ἰδοὺ ὁ σὸς νυμφίος ἐπὶ πώλου (ὡς ἐπὶ θρόνου) καθήμενος ἔρχεται. Ἐξέλθωμεν
εἰς ἀπάντησιν αὐτοῦ, σπεύσωμεν ἰδέσθαι τὴν δόξαν αὐτοῦ, προφθάσωμεν φαιδρῶς εἰς
τιμὴ τῆς εἰσόδου αὐτοῦ. (Πάλιν τῷ κόσμῳ σωτηρίᾳ, πάλιν ὁ Θεὸς ἐπὶ σταυρὸν ἔρχεται). Πάλιν ὁ βασιλεὺς Σιών, τῶν ἐθνῶν, ἡ
προσδοκία ἐπὶ τὴν Σιὼν ἔρχεται, πάλι τῷ κόσμῳ σωτηρίαν χαρίζεται, πάλιν τὸ φῶς
ἐφίσταται, πάλιν ἡ πλάνη πέπαυται, πάλιν ἀνθεῖ ἡ ἀλήθεια, πάλιν ἡ Ἐκκλησία
χορεύει, πάλιν ἡ Συναγωγὴ χηρεύει· πάλιν αἰσχύνονται δαίμονες, πάλιν κατάρα
λύεται, πάλιν Ἑβραῖοι ταράττονται, πάλιν ὁ δράκων συντρίβεται, πάλιν τὰ ἔθνη εὐφραίνονται, πάλιν Σιὼν καλλωπίζεται.
Χριστὸς ἐπὶ πώλου ὡς ἐπὶ θρόνου καθήμενος ἔρχεται· οἱ οὐρανοί, ἀγάλλεσθε· ἄγγελοι, ὑμνήσατε· τὰ ὄρη, εὐφραίνεσθε· οἱ
βοσκοί, σκιρτήσατε· ποταμοί, κροτήσατε· οἱ ἐν Σιὼν χορεύσατε· αἱ Ἐκκλησίαι,
χαίρετε· ἱερεῖς, ὑμνήσατε· προφῆται πορφθάσατε· μαθηταί, κηρύξατε· λαοί, ἀπαντήσατε· πρεσβῦται συνδράμετε· αἱ μητέρες,
χορεύσατε· οἱ θηλάζοντες, ᾄσατε· νεανίσκοι, βοήσατε· τὰ ἔθνη, συνάχθητε. Πᾶσα κτίσις, πάσα φύσις, πᾶσα τάξις, πᾶσα
πνοή, ἡ γῆ, πᾶσα ἀξία, πᾶσα ἡλικία, πᾶσα ἐθναρχία, πᾶσα βασιλεία, βασιλεικῶς τῷ Βασιλεῖ τῶν
βασιλέων ἀπαντήσωμεν, δεσποτικῶς τῷ Δεσπότῃ τῶν δεσποτῶ προσκυνήσωμεν, τῷ Θεῷ
τῶν Θεῶν θεϊκῶς ἀναμέλψωμεν, τῷ νυμφίῳ τῆς ἀφθαρσίας θεονύμως χορεύσωμεν· τὰς
λαμπάδας, φαιδροὶ φαιδρῶς ἐφαψώμεθα·
τοὺς χιτῶνας τῶν ψυχῶν θεοπρεπῶς ἐξαλλάξωμεν, τὰς τοῦ βίου ὁδοὺς καλῶς
ἑτοιμάσωμεν, τὰ βάϊα τῆς νίκης ὡς νικητῇ του θανάτου βαστάσωμεν, τοὺς κλάδους
τῶν ἐλαιῶν τῷ ἐκ τῆς Μαρίας κλάδῳ θεοπρεπῶς ἐπισείοντες· τὰ ἀγγέλων τῷ Θεῷ τῶν
ἀγγέλων ὑμνήσωμεν· μετὰ τῶν παίδων θεοπρεπῶς ἀνακράξωμεν, μετὰ τοῦ ὄχλου τὰ
τοῦ ὄχλου καὶ οἱ ὄχλοι βοήσωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανε
ἡμῖν, ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡμῖν. Ἐπέφανε ἡ τῶν
πεπτωκότων ἀνάστασις, ἐπέφανε ἡ τῶν αἰχμαλώτων ἀνάρρυσις, ἐπέφωανε τῶν τυφλῶν
ἡ ἀνάβλεψις, ἐπέφανε ἡ τῶν πενθούντων πράκλησις, ἐπέφανεν ἡ τῶν κοπιώντων ἀνάπαυσις,
ἐπέφανε ἡ τῶν διψώντων ἀνάψυξις, ἐπέφανε ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπέφανε
ἡ τῶν ἀπεγνωσμένων λύτρωσις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων παράκλησις, ἐπέφανεν
ἡ τῶν χωριζομένων ἕνωσις, ἐπεφάνη ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπεφάνη ἡ τῶν
νοσούντων ἴασις, ἡ τῶν χειμαζομένων γαλήνη.
Διὸ καὶ ἡμεῖς, οἱ δῆμοι, μετὰ τοῦ ὄχλου βοήσωμεν,
λέγοντες σήμερον Χριστῷ, Ὡσαννά, τοὐτέστι, Σῶσον δή, ἡ ἐν ὑψίστοις Θεός. Ὤ
καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων. Χθὲς Χριστὸς ἐκ νεκρῶν ἤγειρε
Λάζαρον, καὶ σήμερον ὁ αὐτὸς ἐπὶ τὸν θάνατον ἔρχεται. Χθὲς ἄλλῳ, ὡςζωή, ζωὴν ἐχαρίσατο, καὶ σήμερον ζωοδότης ἐπὶ τὸν
θάνατος ἔχεται. Χθὲς Λαζάρου τὰ σπάργανα ἔλυσε, καὶ σήμερον ὁ αὐτὸς ἐν σπαραγάνοις
δεσμεθῆναι ἑκὼν παραγίνεται. Χθὲς ἐκ σκότους ἐξήγαγεν ἄνθρωπον, καὶ σήμερον ἐν
σκοτεινοῖς τεθῆναι καὶ σκιᾷ θανάτου ἔχεται διὰ τὸν ἄνθρωπον. Χθὲς πρὸ ἕξ ἡμερῶν
τοῦ Πάσχα διὰ τῶν πέντε αἰσθήσεων τὸν τετρήμερον ὁ τριήμερος ταῖς δυσὶ τὸν ἕνα
χαρίζεται ἀδελφόν, καὶ σήμερον ἐπὶ τὸν σταυρὸν ἔρχεται. Ἀλλὰ τῇ Μαρίᾳ μὲ
τετραήμερον νεκρόν· τῇ δὲ Ἐκκλησίᾳ τρίημερον ἑαυτὸν χαρίζεται ὁ Χριστός. Ἐκεῖ
Βηθανία μόνη θαυμάζει, ἐνταῦθα δὲ πᾶσα Ἐκκλησία ἑορτάζει. Ἑορτάζει ἑορτῶν ἑορτάς,
τὸν βασιλέα τῶν ἀσωμάτων ἐν αὐτῇ ἐν μέσῳ ὡς νημφίον ἔχουσα ὁμοῦ τε καὶ
βασιλέα· ἑορτάζει ἑορτάς, ὡς ἐλαία
κατάκαρπος ἐν τῷ οἶκῳ τοῦ Θεοῦ ἀφυλλορρόως πυκάζουσα· ἑορτάζει ἑορτάς, ὡς
κρίνον ἑαρινὸν παραδείσου ὑπάρχουσα ἐν ᾗ Χριστός, τὸ ὄντως εὐθαλὲς κρίνον, τὸ
μὴ κρῖνον , ἀλλὰ σῶζον τὸν κόσμον. Ἐν ᾗ Χριστός, τὸ ἴον τὸ ὄντως ἰώμενον τὰ
πάθη τῶν νοσούντων· ἐν ᾗ ὁ ἀμπελών, ὁ λέγων· Ἐγὼ εἰμι ἡ ἄμπελος, ἡ ἀληθινή· ἐν
ᾗ ὁ ἐλαιών, ὁ ὄντως ἐλεῶν τοὺς ἐλπίζοντας
ἐπ’ αὐτόν· ἐν ᾗ ὁ τῆς ρίζης Ἰεσσαὶ ἐβλάστησε κλάδος ὁ προαιώνιος, ἀγεωργήτως
καὶ ἀνορύκτως τῆς ἀνθρωπίνης σπορᾶς· ἐν ᾗ ἡ πηγὴ ἡ ἀένναος· ἐν ᾗ οὐ Φυσὼν, Γεών, Τίγρις, Εὐφράτης, ἀλλὰ
Ματθαῖος, Μάρκος, Λουκᾶς καὶ Ἰωάννης, οἱ τοῦ Χριστοῦ τῆς Ἐκκλησίας ποτίζοντες
παράδεισον. Ἔνθα πᾶσα σήμερον νεολαία, ὡς ἐλαία κατάκαρπος τὰς ἐλαίας
κατέχοντες, τὸν ἐλεήμονα αἰτοῦμεν Χριστόν·
πεφυτευμένοι ἐν οἷκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐαρινῶς ἐξανθοῦντες·
ἑορτάζομεν ἑορτήν, τὸν χειμῶνα τὸν νομικὸν ὑποχωρήσαντα βλέποντες.
Ἑόρταζε, Χριστοῦ Ἐκκλησία, οὐ τυπικῶς, οὐ
σωματικῶς, ἀλλὰ πνευματικῶς, ἀλλὰ πνευματικῶς ἐγχορεύουσα. Ἑόρταζε ἑορτάς, τὴν
τῶν εἰδώλων κατάπτωσιν βλέπουσα, καὶ τῶν ἐκκλησιῶν τὴν ἀνάστασιν ἔχουσα. Μετὰ γὰρ Παύλου βοῶ σοι, τῆς ἱερᾶς καὶ
μεγάλης φωνῆς· Τὰ ἀρχαῖα παρῆλθον· ἰδοὺ
γέγονε τὰ πάντα κοινά· ἀλλὰ μὴν καὶ παράδοξα. Διὸ χαίρετε ἐν Κυρίῳ, Χριστοῦ
νεολαία, χαίρετε· χαίροις Χριστοῦ Ἐκκλησία, τέρπου καὶ εὐφραίνου, θύγατερ Θεοῦ. Σου γὰρ πᾶσα ἠ δόξα, ὡς θυγατρὸς τοῦ
βασιλέως Χριστοῦ ἔσωθεν ὁμοῦ τε καὶ ἔξωθεν·
οὐκέτι χήρανδρος, ἀλλὰ θέανδρος ἐξανθοῦσα οὐκέτι ἐξ εὐωνύμων Θεοῦ διὰ τὴν εἰδωλολατρείαν,
τὴν Θεογνωσίαν· οὐκέτι αἵματι δουλικῷ
φυρωμένη, ἀλλὰ αἵματι Θεϊκῷ σφραγιζομένῃ· οὐκέτι τὸν Ὠβήλ, ἀλλὰ τὸν Ἐμμανουὴλ
σέβουσα· οὐκέτι τὴν Τριάδα, ἀλλὰ τὴν Τριάδα δοξάζουσα· οὐκέτι τιμῶσα τὸν
Πλάτωνα, ἀλλὰ τὸν παντοκράτορα Θεὸν ἡμῶν·
οὐκέτι Ἠρακλῆ τὸν ἀλεξίκανον, ἀλλὰ τὸν Παράκλητον καὶ πάντων ποιητήν.
Οὐκέτι προσκυνεῖς Ἀριστοτέλην σοφίσαντα, ἀλλὰ Θεὸν τὸν εἰς τέλη τῶν αἰωνων σε
σώσαντα. Πέπτωκε Κρόνος, ὅτι σεσάρκωτα Θεὸς Λόγος· οὐ μὴν ἀνδρὸς ἐκ παθείας, ἀλλὰ
θεανδρικῶς ἐκ Μαρίας ἐπιφανείς. Ὁρᾶτε τῆς ἡμέρας τὴν χάριν· ὁρᾶτε τῆς ἑορτῆς
τὴν λαμπρότητα. Χαίρου τοίνυν καὶ εὐφραίνου, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου,
πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τά
ποτε διεσκορπισμένα τῶν ἐθνῶν τέκνα σου. Ἴδε τῆς ἐορτῆς τὴν εὐφημίαν· ἴδε τοῦ
λαοῦ τὴν συμφωνίαν, ἴδε πᾶσαν γλῶσσαν εἰς μίαν δόξαν, ἴδε ἅπαν στόμα ὡς ἐν
στόμα, ἴδε τὰ πρὶν θήρεθνα ἐν σοὶ τυγχάνοντα πρόβατα, ἴδε ἐθνῶν ἐορταζόντων ἐπιφήμισμα,
ἀγγελικῶν ἀσωμάτων ὑπάρχων τὸ μίμημα, ἴδε συμφωνίαν, ἀσωμάτων χοροστασίαν, ἴδε
στάσεις ὡς ἀγγέλων τάξεις. Ὁρῶν τοὺς ὕμνους ὡς ἀγγέλων ὕμνους, ὁρῶν τοὺς παῖδας
ὡς νεοφύτους ἄρτους. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐχόμενος, Χριστῷ
λέγοντας, μεθ’ ὧν κροτήσασα μέγα τῇ χειρὶ βόησον λαμπρᾷ καὶ λεοντιαίᾳ τῇ φωνῇ,
ἐφεόρτιά τε ὁμοῦ καὶ εὐχαριστήρια λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν
ὁ Θεὸς, τῇ ποτε ἀτέκνῳ καὶ ἀγνώστῳ στείρᾳ· εὐλογημένος ὁ ἐλθὼν, ἀλλὰ μὴν ἐρχόμενος
ἐν ὀνόματη Κυρίου Θεὸς Κύριος καὶ ἐπέφανε ἡμῖν. Ὁ ἐρχόμενος, ὁ μηδαμοῦ
χωρούμενος ἐρχόμενος, ὁ μηδαμοῦ κρατούμενος· εὐλογημένος ὁ ἐρχόμενος καὶ τὸν
οὐρανῶν μὴ χωριζόμενος· εὐλογημένος ὁ ἐρχόμενος καὶ τῶν οὐρανῶν μὴ
χωριζόμενος· εὐλογημένος αὐτοπρεπῶς, καὶ πάλιν ἐρχόμενος θεοπρεπῶς· εὐλογημένος
ὁ ἐπ’ ἐμὲ ἐπὶ πώλον τυπικῶς παραγενόμενος ὡς ἐπὶ πώλου χειρουβικοῦ. Τί γὰρ
φησιν ὁ ἱεροκήρυξ εὐαγγελιστὴς τῆς ἐορτῆς
ἄκουσον·
Ἐγένετο ὅτε ἤγγιζεν ὁ Κύριος εἰς Βηθφαγή,
καὶ εἰς Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο ἐκ τῶν
μαθητῶν αὐτοῦ λέγων· Ὑπάγετε εἰς τὴν ἀπέναντι κόμη, καὶ ἐν τῷ εἰσελθεῖν ὑμᾶς
εὐρήσετε ὄνου καὶ πῶλον δεδεμένην·
λύσαντες ἀγάγετέ μοι. Καὶ ἐποίησαν
οἱ μαθηταὶ καθὼς ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς·
καὶ ὑπόστρωσαν τὰ ἱμάτια αὐτῶν ἐπὶ τὴν πῶλον, καὶ ἐκάθισεν ὁ Ἰησοῦς.
Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς τὴν κατάβασιν τοῦ ὄρους, ὁ ὄχλος ἐλθὼν εἰς τὴν ἑορτὴν
ἔλαβεν βάϊα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Ἰησοῦ. Καὶ οἱ
πράγοντες, καὶ οἱ ἀκολουθοῦντες ἔκραζον· Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, εὐλογημένος ὁ ἔρχόμενος
ἐν ὀνόματι Κυρίου. Αὕτη τῆς παρούσης ἑορτῆς ἡ Δεσποτικὴ παρουσία· αὕτη τοῦ
Βασιλέως τῶν βασιλευόντων ἡ ἐν Σιὼν πάλαι καὶ νῦν ἐπιδημία· αὕτη τῆς παρούσης ἡμέρας, ἡ λαμπρὰ καὶ
πάνδημος τοῦ ποιητοῦ τῶν ἁπάντων ἔλευσις. Διὸ νῦν, ἀδελφοί, ὁ ὄχλος ἐλθὼν εἰς
τὴν ἑορτήν, ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, ὅ τε ὁρατος κόσμος καὶ ὁ ἀόρατος,
καὶ οἱ προάγοντες χρόνῳ προφῆται, καὶ διδάσκαλοι, καὶ οἱ ἀκολουθοῦντες τῷ πόλῳ,
οἱ Θεῷ πίστει συμφωνοῦντες. Σήμερον τὰ οὐράνοα σὺν τοῖς ἐπιγείοις ὁμοῦ τε καὶ
καταχθονίοις ἀνυμνείτω· πᾶν στόμα καὶ πνεῦμα πρὸς αἶνον Θεοῦ ἀνοιγόμενον. Τὰ
χερουβίμ βοήσατε, Ἅγιος, ἅγιος, ἅγιος, Κύριος, ὁ τρισάγιος, σαβαώθ· πλήρης ὁ
οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ· σεραφείμ, ὑμνήσατε· ποφῆται κηρύξατε. Καὶ ὁ
μὲν λεγέτω· Εὐφραινέσθωσαν οἱ οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γῆ· ὁ δὲ, Χαῖρε, σφόδρα θύγατερ Σιών, κήρυττε,
θύγατερ Ἱερουσαλήμ· καὶ ἄλλος τῷ βασιλεῖ Χριστῷ ἀτενίζων βοάτω· Ἴδε ὁ Ἀμνὸς
τοῦ Θεοῦ ὁ αἶρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ ἕτερος περὶ αὐτοῦ τοῦ Κυρίου
κηρυξάτω· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ ἄλλος· Ἰδοὺ ἄνθρωπος ὁμοῦ καὶ Θεός. Ἀνατολὴ ὄνομα
αὐτῷ· καὶ Δαβὶδ πρὸς τὸν ἐξ αὐτοῦ κατὰ σάρκα Χριστὸν ἀτενίζων λέγῃ· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν καὶ πάλιν ἄλλος
τὸ γόνυ κλίνων βοάτω Χριστῷ· Πᾶσα ἡ γῆ προσκυνησάτω σοι καὶ ἕτερος τοῖς λαοῖς
ἐπιτρέπῃ, λέγων· Συστήσασθε ἑορτὴν ἐν
τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
Οὕτω γὰρ ἐπετελεῖτο καὶ πάλαι ἡ ἐν Σιὼν τοῦ
Δεσπότου μετὰ τοῦ πώλου ἐπιδημία· πάνδημος συμφωνίᾳ, οἱ χοροὶ τῶν πατέρων, οἱ
δήμοι τῶν δικαίων, τὰ πνεύματα τῶν προφητῶν, οἱ παῖδες τῶν Ἑβραίων, τὰ
νήπια τῶν μητέρων, τὰ πλήθη τῶν ἀγγέλων.
Οἱ μὲν πτέρυγας ἐφήπλουν, οἱ δὲ βάϊα κατεῖχον, οἱ δὲ ὄπισθεν ἤρχοντο, ἄλλοι
τοὺς κλάδους ἔκοπτον, ἄλλοι δὲ τοὺς θάλλους ἔπλεκον, οἱ μὲν τὸν πῶλον ἔλυον,
οἱ δὲ χιτῶνας ἐστρώννουν, οἱ μὲν τὰς πύλας ἤνοιγον, οἱ δὲ ὁδοὺς ἐκάθαρον, ἄλλοι
πῶλον εὐτρέπιζον, ἄλλοι νίκην ἐκήρυττον, ἄλλοι τοὺς κλάδους ἔσειον, ἄλλοι
νηπίοις ἔλεγον, Αἰνεῖτε, παῖδες, Κύριον· οἱ παῖδες ἀπεκρίναντο, Ὡσαννὰ εὐλογημένος
ὁ ἐχόμνεος ἐν ὀνόματι Κυρίου. Ὤ καινῶν παράδοξων πραγμάτων καὶ θαυμάτων τῆς ἑροτῆς! Παῖδες Χριστὸν ὡς Θεὸν θεολογοῦσι, καὶ οἱ ἱερεῖς
αὐτὸν βλασφημοῦσιν· θηλάζοντες προσκυνοῦσι, καὶ οἱ διδάσκοντες ἀσεβοῦσιν· οἱ
παῖδες, Ὡσαννά, λέγουσι, καὶ οἱ Ἑβραῖοι, Σταυρωθήτω, κράζουσιν· οἱ μὲν μετὰ
βαΐων πρὸς Χριστὸν ἔρχονται· οἱ δὲ μετὰ μαχαίρων πρὸς αὐτὸν ἔρχονται· οὗτοι
κλάδους κόπτουσιν, ἐκεῖνοι ξύλον σταυροῦ εὐτρεπίζουσι· νήπια Χριστῷ χιτῶνος ὑποστρώνουσι,
καὶ οἱ ἱερεῖς χιτῶνας Χριστοῦ διαμερίζουσι· νήπια ἐπὶ πώλου Χριστὸν ὑψοῦσι, καὶ γέροντες
ἐπὶ σταυροῦ Χριστὸν κρεμνοῦσιν· οἱ παῖδες τοὺς πόδας Χριστοῦ προσεκύνησαν, ἐκεῖνοι
δὲ τοὺς πόδας Χριστοῦ τοῖς ἥλοις προσήλωσαν· παῖδες αἷνον προσάγουσιν, οὗτοι ὄξος
προσφέρουσι· παῖδες Χριστῷ τὴν τιμήν, οὗτοι δὲ τὴν χολήν· παῖδες βάΐα
σείουσιν, οὗτοι δὲ ρομφαίᾳ νύττουσι· παῖδες ἐπὶ πῶλος Χριστὸν ὑμνοῦσιν, οὗτοι
τὸν ἐπὶ πώλου πωλοῦσιν.
Ἔγνω βοῦς τὸν κτησάμενον αὐτὸν ἐπὶ φάτνης
γεννηθέντα, καὶ ὁ νέος λαὸς τῶν ἐθνῶν ὑπετάγη τῷ Κυρίῳ αὐτῶν, μόνον δὲ Ἰσραήλ
οὐκ ἔγνω Χριστὸν τὸν Θεὸν αὐτοῦ. Τὰ ποτὲ φῦλα θεόφιλα γέγονε, καὶ οἱ ἄνομοι γεγόνασιν
ἔννομοι, καὶ οἱ ἔννομοι παράνομοι. Ἔστω, τοὺς προφήτας οὐκ ᾐδέσθης, ἱερεῖς ἀπέκτεινας,
τὰς Γραφὰς διέστρεψας, τὸν νόμον κατέλυσας, δικαίους κατέπρισας, Μωυσῆν ἠθέτησας,
τοὺς υἱοὺς κατέσφαξας, τὸν ναὸν ἐμίανας, τοῦ Θεοῦ παρήκουσας, Χριστῷ οὐκ ἐπίστευσας,
τὰς θεοσημείας ἐνύβρισας, περὶ Λαζάρου ἠπίστησας, τοῖς τυφλοῖς οὐκ ἐπίστευσας
ἀναβλέψασιν· εἴτα τί περὶ τῶν παίδων τούτων λέγεις; τί περὶ ὕμνου τῶν
θηλαζόντων νομοθετεῖς; τίς, εἰπέ μοι,
τούτους ἐφώτισε; τίς ἐδίδαξεν; ἤ τίς ἐξήγειρεν; τίς ἐσόφισε; τὶς ἐξαίφνης ἀπειρολόγοις
δέδωκε λόγον, εἰ μὴ Χριστὸς ὁ προαιώνιος Λόγος; Νῦν οἱ νέοι, παῖδες ὁμοῦ τε
καὶ νήπια χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ φωνῇ ὕμνον ἀγγελικὸν ἀναμέλποντα·
χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ ἄλλῃ χειρὶ Χριστῷ βάϊα ἐπισείοντα· ἡ ἀπειρόλγος
θεολόγος γεγενημένη φύσις· εὐθὺς τὸν προφητικὸν λόγον Θεῷ τῶν ἀσωμάτων ὕμνον ὡς
δῶρα προσάγοντα, ὁμοῦ τε καὶ καράζοντα, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.
Πρὸς ἅ ἐγὼ περιχάριστα ὁμοῦ τε καὶ ἐφεόρτια
ἀντεπερωτῶ τοὺς ἱεροὺς τούτους παῖδας θαρσήσας· Τί φατέ, ὦ παῖδες Θεοῦ, παῖδες
ἀνυμνήσαντες; Πόθεν ὑμῖν ὁ ἰσόρροπος οὗτος, τὸν χερουβικὸν ὕμνον ἀνακράζοντες; Πῶς δὲ ἐπὶ πώλου Χριστὸν ὁρῶντες ἀνθρωποπρεπῶς·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, βοᾶτε θεοπρεπῶς; Ναὶ,φησὶ πρὸς ἐμᾶς οἱ θεορρήτορες
παῖδες· καὶ ἐπὶ πώλου αἰσθητοῦ Χριστὸς
καθέζεται, ἀλλὰ τοῦ κόλπου τοῦ πατρικοῦ οὐδαμοῦ χωρίζεται· καὶ ἐπὶ πώλου ὄνου
καθέζεται, ἀλλὰ τοῦ θρόνου τοῦ χερουβικοῦ οὐκ ἀπολιμπάνεται. Ἀλλ’ αὐτὸς ὁ
κάτω μετὰ σαρκὸς βροτοῖς ἀνελλιπῶς, αὐτὸς οὕτως καὶ ἄνω μετὰ Πατρὸς Θεὸς ἀψευδὴς,
καὶ ἀληθινός, αὐτὸςὁ παντοκράτωρ, καὶ κοσμοκράτωρ, καὶ ἐθνοκράτωρ, καὶ ἀληθὴς
Θεός, καἰ χορηγός, καὶ φυτουργός, καὶ ὁδηγός, καὶ Σωτρὴ πάντων. Αὐτὸς εἰς τὴν κάτω Ἱερουσαλὴμ εἰσέρχεται,
καὶ τῆς ἄνω οὐ χωρίζεται· οὗτος ὁ ποιητὴς τῶν αἰώνων καὶ ἐξ αἰώνων, καὶ εἰς αἰῶνας
αὐτὸς ἐστιν ὁ τανύσας τὸν οὐρανὸν
μόνος· οὗτός ἐστιν ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους· οὕτως ὁμίχλῃ τὴν
θάλασσαν ἐσπαργάνωσεν· οὗτος τὰ κλεῖθρα τοῖς ἀνθρώποις περιέθηκεν· οὗτος ὅρους
ταῖς θαλάσσαις ἐμέρισεν· οὗτος ἁπλώσας γαῖαν ἐπ’ οὐδενὶ ἐκρέμασσεν· οὗτος τὰ
κάλλη τῶν φυτῶν κατεκόσμησεν· οὗτος οὐρανὸν ὡς ἱμάτιον ἐξέτεινεν· οὗτος αὐτὸν
φωστῆρα λαμπροῖς κατεκόσμησε. Τοῦτον φρίττουσι χερουβίμ, καὶ τρέμουσι
σεραφίμ, τοῦτον ὑμνεῖ ἥλιος, τοῦτον δοξολογει σελήνη, τοῦτον αἰνοῦσι τὰ ἄστρα,
τούτῳ δουλεύουσιν αἱ πηγαί, τοῦτον φρίττουσιν ἄβυσσοι τοῦτον δεδοίκασι
τάρταροι, τούτῳ ὑπείκει τὰ κήτη, τοῦτον τρέμουσι δράκοντες, τούτῳ δουλεύσουν ὄμβροι,
τοῦτον εὐλαβοῦνται πνεύματα· οὗτος ὑπέστησε φύσεις, οὗτος κατέστησε κτίσεις,
οὗτος κατέταξε τάξεις, οὗτος, ὁ τῶν ἄνω καὶ τῶν κάτω κτίσεων ποιτὴς Θεὸς
Κύριος ἡμῶν· καὶ αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
|
Ἄς εἶναι
ἀκράτητη ἡ χαρά σου, θυγατέρα τῆς Σιών, εὐχαριστήσου κι ἀναγάλλιασε, ὁλόκληρη
τοῦ Χριστοῦ Ἐκκλησία. Ἔρχεται πάλι σὲ σένα ὁ Βασιλιᾶς. Ὁ νυμφίος σου ἔρχεται
καθισμένος στὸ πουλάρι, ὅπως σὲ θρόνο. Ἄς βγοῦμε νὰ τὸν προϋπαντήσωμε. Ἄς
βιαστοῦμε νὰ δοῦμε τὴν δόξα του. Ἄς προλάβωμε νὰ τιμήσωμε τὸν ἐρχομό του μὲ
χαρά. Ἄλλη μιὰ φορὰ σωτηρία στὸν κόσμο, πάλι ὁ Θεὸς ἔρχεται γιὰ νὰ σταυρωθῆ. Ὁ
Βασιλιὰς τῆς Σιών, ἡ προσδοκία τῶν ἐθνῶν, ξαναέρχεται σ’ αὐτὴν καὶ χαρίζει
πάλι τὴ σωτηρία στὸν κόσμο. Τὸ φῶς ἄλλη μιὰ φορὰ μᾶς ἐπισκέπτεται κι ἡ πλάνη
διαλύεται, ἡ ἀλήθεια λουλουδίζει, χορεύει ἡ Ἐκκλησία καὶ χηρεύει ἡ Συναγωγή.
Πάλι ντροπιάζονται οἱ δαίμονες, σκορπίζει ἡ κατάρα, καὶ πάλι ταράζονται οἱ Ἑβραῖοι,
συντρίβεται ὁ δράκοντας, χαίρονται τὰ Ἔθνη, καὶ ἡ Σιὼν στολίζεται. Ἔρχεται ὁ
Χριστὸς καθισμένος στὸ πουλάρι, ὅπως σὲ θρόνο. Ἀναγαλλιάστε, οὐρανοί· ὑμνῆστε,
ἄγγελοι· εὐφρανθῆτε τὰ βουνά, σκιρτῆστε λόφοι· παφλάσατε ποταμοί· ὁ λαὸς τῆς Σιὼν χορέψετε,
οἱ Ἐκκλησίες χαρῆτε· ψάλλετε, ἱερεῖς· προφῆτες, ἐλᾶτε πρῶτοι· εὐαγγελιστῆτε,
μαθηταί· ὑποδεχθῆτε, λαοί, τρέξτε μαζί κι οἱ γέροντες· χορέψετε μητέρες καὶ τὰ
νήπια τρραγουδῆστε· φωνάξτε νέοι, οἱ φυλές, μαζευτῆτε. Κάθε πλάσμα, κάθε ὕπαρξη
κάθε ὁμοταξία, κάθε τι ποὺ ἀναπνέει, ὅλη ἡ γῆ, ὅ,τι εἶναι ἄξιο, ὅλες οἱ ἡλικίες,
ὅλες οἱ ἀρχὲς τῶν ἐθνῶν, ὅλες οἱ βασιλεῖς, ἄς ὑποδεχθοῦν βασιλικὰ τὸ βασιλιὰ
τῶν βασιλέων, δεσποτικά, τῶν δεσποτῶν τὸ Δεσπότη ἄς προσκηνήσωμε, ἄς
τραγουδήσωμε θεϊκὰ τραγούδια στὸ Θεὸ τῶν Θεῶν, στὸν αἰώνιο νυμφίο θεϊκοὺς
νηφιάτικους χοροὺς ἄς χορέψωμε. Χαρούμενοι ἄς ἀνάψωμε τὶς χαρωπὲς λαμπάδες
μας, τοὺς χιτῶνες τῶν ψυχῶν μας, ὅπως ταιριάζει στὸ Θεό, ἄς ἀλλάξωμε ἄς ἑτοιμάσωμε
ὅμορφα τοὺς δρόμους τῆς ζωῆς, τὰ βάϊα τῆς νίκης, ἄς κρατήσωμε γιὰ τὸ νικητὴ του θανάτου, κι ἄς σείσωμε τοὺς
βλαστοὺς τῆς ἐλιᾶς στὸ βλαστὸ τῆς Μαρίας. Ἀγγελικὰ ἄς ὑμνήσωμε τὸ Θεὸ τῶν ἀγγέλων.
Μαζί μὲ τὰ παιδιὰ, ὅπως πρέπει στὸ Θεό, ἄς κραυγάσωμε, μαζὶ μὲ τὸ πλῆθος κι ἐμεῖς
τὴν κραυγὴ τοῦ πλήθους ἄς ποῦμε· Ὡσαννά, στὸν οὐρανό, Εὑλογημένος αὐτὸς ποὺ ἔχεται
στ’ ὄνομα τοῦ Θεοῦ. Ὁ Θεὸς καὶ ὁ Κύριος φάνηκε σὰν φῶς, ἔλαμψε σ’ ἐμᾶς ποὺ
καθόμασταν στὸ σκότος καὶ τὴ σκιὰ τοῦ θανάτου. Ἐφάνηκε ἠ ἐπανόρθωση γιὰ ὅσους
ἔπεσαν, φάνηκε ἡ σωτηρία τῶν αἰχμαλώτων, φάνηκε ἡ ἀνάβλεψη τῶν τυφλῶν, φάνηκε
ἡ παρηγορία γιὰ ὅσους πενθοῦν, φάνηκε ἡ ἀνάπαυση ὅσων κοπιάζουν, φάνηκε τῶν
διψασμένων τὸ ξεδίψασμα, φάνηκε ἡ δικαίωση τὼν ἀδικημένων, φάνηκε τῶν ἀπελπισμένων
ἡ λύτρωση, φάνηκε ἡ θεραπεία ὅσων ἀσθενοῦν, φάνηκε ἡ γαλήνη ὅσων εἶχαν βρεθῆ
σὲ τρικυμία.
Γι’ αὐτὸ
κι ἐμεῖς μαζὶ μὲ τὸ πλῆθος ἄς φωνάξωμε σήμερα στὸ Χριστὸ· Ὡσαννά, ποὺ θὰ πῆ Σῶσε
μας ὁ οὐράνιος Θεός. Ὤ καινούργια πράγματα, θαύματα ἀνέλπιστα! Χτὲς ὁ Χριστὸς ἐσήκωσε τὸ Λάζαρο ἀπὸ τοὺς
νεκρούς, σήμερα βαδίζει πρὸς τὸ θάνατο ὁ ἴδιος. Σὲ ἄλλον χτὲς, σὰν ζωή, τὴ ζωὴ
ἐχάρισε καὶ σήμερα ὁ ζωοδότης ἔρχεται στὸ θάνατο. Χτὲς ἔλυσε τὰ σάβανα τοῦ
Λαζάρου, σήμερα ἔρχεται στὰ σάβανα ὁ ἴδιος νὰ τυλιχτῆ θεληματικά. Χτὲς ἀπὸ τὸ σκοτάδι ἔβγαλε τὸν ἄνθρωπο,
σήμερα γιὰ τὸν ἄνθρωπο ἔρχεται νὰ μπῆ στὰ σκότη καὶ τὴ σκιὰ τοῦ θανάτου.
Χτές, ἕξι μέρες πρὶν ἀπὸ τὸ Πάσχα, καὶ μὲ τὶς πέντε αἰσθήσεις τὸν τετραήμερο ὁ
τριήμερος στὶς δυὸ ἀδελφὲς τὸν ἕνα ἀδελφό τους χαρίζει καὶ σήμερα βαδίζει στὸ
σταυρό, Στὴ Μαρία τὸν τετραήμερο νεκρό χαρίζει· ἐνῶ στὴν Ἐκκλησία τριήμερο χαρίζει τὸν ἑαυτό
του ὁ Χριστός. Ἐκεῖ μόνο ἡ Βηθανία θαυμάζει·
ἐδῶ ἑορτάζει ὁλόκληρη ἡ Ἐκκλησία. Ἑορτάζει τὴν ἐορτὴ τῶν ἑορτῶν, ἔχοντας
στὸ μέσο τὸ βασιλιὰ τῶν ἀύλων δυνάμεων, ὅπως νυμφίο μαζὶ καὶ βασιλιά. Ἑορτάζει
ἑορτή, σὰν ἐλιὰ κατάκαρπη στὸν κῆπο τοῦ Θεοῦ, ποὺ ἀφυλλορρόητη σκιάζει. Ἑορτάζει
ἑορτή, κι εἶναι σὰν κρίνο ἀνοιξιάτικο, ὅπου ὁ Χριστὸς, τὸ κρίνο τὸ θαλερὸ ἀληθινά,
που δὲν κρίνει ἀλλὰ σώζει τὸν κόσμο. Ὅπου ὁ Χριστὸς τὸ ἴο, ποὺ ἰαίνει ἀληθινὰ
τὰ πάθη τῶν ἀρρώστων. Ὅπου τὸ ἀμπέλι ποὺ λέει· Ἐγὼ εἶμαι τὸ ἀμπέλι τὸ ἀληθινό.
Ὅπου ὁ ἐλαιώνας ποὺ ἀληθινὰ ἐλεεῖ ὅσους ἐλπίζουν σ’ αὐτόν. Ὅπου ἐβλάστησε ὁ
κλάδος ὀ προαιώνιος ἀπὸ τὴ ρίζα τοῦ Ἰεσσαί, χωρὶς νὰ καλλιεργήση καὶ νὰ σκάψη
ὁ καλλιεργητής. Ὅπου ἡ ἀέναη πηγή. Ὅπου
δὲν ὑπάρχει Φυσὼν καὶ Γεὼν, Τίγρης καὶ Εὐφράτης ἀλλὰ Ματθαῖος, Μᾶρκος, Λουκᾶς
καὶ Ἰωάννης, ποὺ ποτίζουν τῆς Ἐκκλησίας τοῦ Χριστοῦ τὸ περιβόλι. Ὅπου ὅλη
σήμερα ἡ νεολαία, καθὼς ἐλαία κατάκαρπη γεμάτη ἀπὸ ἐλιὲς, τὸν ἐλεήμονα Χριστὸ
παρακαλοῦμε. Φυτεμένοι στὸ κτῆμα τοῦ Χριστοῦ, ἀνοιξιάτικα μέσα στὸ κῆππο του ἀνθισμένοι,
ἑορτάζομε τὴν ἑορτή μας, βλέοτνας ὅτι ἔχει ὑποχωρήσει ἡ χειμωνιὰ τοῦ νόμου.
Γιορτάζε,
Ἐκκλησία τοῦ Χριστοῦ, ὄχι τυπικὰ, ὄχι σμωατικὰ ἀλλὰ χορεύοτνας χορὸ
πνευματικό. Γιόρταζε τὴ γιορτή σου, βλέποντας τὴν κατάπτωση τῶν εἰδώλων καὶ ζῶντας
τὴ δικὴ σου ἀνάσταση. Προσθέτω τὴ φωνή μου στὴν ἱερὴ κι ἰσχυρὴ φωνὴ τοῦ
Παύλου. Πέρασαν τὰ παλιά· ὅλα ἰδού, ἔχουν γίνει καινούργια· ἀλλὰ καὶ ἀνέλπιστα.
Γι’ αὐτὸ χαρῆτε, χαρῆτε, νεολαία τοῦ Χριστοῦ. Χάρου ἡ Ἐκκλησία τοῦ Χριστοῦ·
γιόρτασε, κόρη τοῦ Θεοῦ κι εὐχαριστήσου. Δική σου εἶναι ἀκέραια ἡ δόξα, κόρη τοῦ βασιλιᾶ Χριστοῦ
περά γιὰ πέρα. Καὶ δὲν εἶσαι ἡ χήρα κάποιου ἀλλὰ τοῦ Θεοῦ ἡ σύζυγος, ποὺ ἀνθίζεις,
ὄχι στ’ ἀριστερὰ τοῦ Θεοῦ γιὰ τοὺς εἰδωλολάτρες, ἀλλὰ στὰ δεξιὰ τὸ λουλούδι τῆς
θεογνωσίας. Δὲ σὲ μολύνει αἷμα δουλικὸ
ἀλλὰ τοῦ Θεοῦ τὸ αἷμα σὲ σφραγίζει. Δὲ λατρεύεις τὸν Ὠβὴλ ἀλλὰ τὸν Ἐμμανουήλ.
Δὲν ἀνυμνεῖς τὴν Τρωάδα ἀλλὰ τὴν Τριάδα. Δὲν τιμᾶς τὸν Πλάτωνα παρὰ τὸν
Παντοκράτορα Θεό μας. Ὄχι τὸν ἀλεξίκακο Ἡρακλῆ ἀλλὰ τὸν Παράκλητο, τὸν ποιητὴ
τῶν ὅλων. Δὲν προσκυνεῖς τὸν Ἀριστοτέλη
ποὺ σ’ ἔκαμε σοφό, ἀλλὰ τὸ Θεὸ ποὺ σ’ ἔσωσε γιὰ ὅλους τοὺς αἰῶνες. Ἔπεσε ὁ
Κρόνος γιατὶ ἔλαβε σάρκα ὁ Θεὸς Λόγος. Ὄχι ὅμως ἀπὸ ἐπίδραση ἀνδρὸς ἀλλὰ
γεννήθηκε μὲ δύναμη Θεοῦ ἀπὸ τὴ Μαρία. Προσέξετε τὴ χάρη τῆς ἡμέρας. Δῆτε τὴ
λαμπρότητα τῆς ἑορτῆς. Χάρου λοιπὸν κι εὐχαριστήσου, τῆς Σιὼν κόρη, ἱκανοποιήσου
κι ἀναγάλλιασε, ἀκέρια ἡ ἐκκλησία τοῦ Χριστοῦ. Γύρισε γύρω τὰ μάτια σου καὶ κοίταξε
μαζεμένα τώρα, τὰ σκορπισμένα πρῶτα στὰ ἔθνη παιδιά σου. Κοίταξε τῆς γιορτῆς
τὴν εὐλάβεια. Πρόσεξε τοῦ λαοῦ μας τοὺς
σύμφωνους ὕμνους, πρόσεξε κάθε γλῶσσα στὴ ἴδια δοξολογία κι ὅλα τὰ
στόματα σὰν ἕνα, κοίταξε τὰ ἐθνικὰ ἀγρίμια σὰν πρόβατα κοντά σου, ἄκουσε τῶν ἐθνῶν
τὴν ἐπιφήμιση, ποὺ εἶναι τῶν ἀσωματων ἀγγέλων ἡ μίμηση, πρόσεξε τὴν ἀρμονία
ποὺ εἶναι τῶν ἀγγέλων συντονισμένοι χοροί, πρόσεξε σειρὲς που μοιάζουν μὲ
παρατάξεις ἀγγέλων. Θεώρησε τοὺς ψαλμοὺς σὰν ὕνμους ἀγγέλων καὶ τὰ παιδιὰ καθὼς
καινούργια ἀρνιὰ ποὺ ψάλλουν στὸ Χριστό· Ὡσαννὰ στὸν οὐράνιο Θεό, Εὐλογημένος αὐτὸς
ποὺ ἔρχεται. Μαζί τους, βροντερὰ χτύπησε τὸ χέρι καὶ φώναξε μὲ καθαρὴ καὶ
λιονταρήσια φωνὴ λόγους ἑόρτιους εὐχαριστήριους. Ἰδοὺ ἐγὼ καὶ τὰ παιδιὰ ποὺ
μοῦ ἔδωσε ὁ Θεός, σ’ ἐμένα ποὺ ἤμουν κάποτε ἄτεκνη καὶ ἀσήμαντη στεῖρα. Εὐλογημένος
αὐτὸς ποὺ ἦρθε, ἀλλὰ ποὺ ἔρχεται στ’ ὄνομα τοῦ Θεοῦ. Θεός μας καὶ Κύριος εἶναι
καὶ φάνηκε γιὰ μᾶς Αὑτὸς ποὺ ἔρχεται καὶ δὲ χωράει πουθενά, καὶ τίποτα δὲν τὸν
κρατεῖ. Εὐλογημένος αὐτὸς ποὺ ἔρχεται, χωρὶς ν’ ἀπομακρύνεται ἀπὸ τὸν οὐρανό.
Εὐλογημένος ἄς εἶναι ὅπως τοῦ ἀξίζει, καὶ ποὺ θὰ ξανάρθη μὲ θεϊκὸ μεγαλεῖο. Εὐλογημένος
αὐτὸς ποὺ ἦρθε σ’ ἐμένα συμβολικὰ καβαλικεύοντας σὲ πουλάρι, ὅπως σὲ
χερουβίμ. Ἄκουσε τί μᾶς λέει ὁ ἱεροκήρυκας εὐαγγελιστὴς τῆς ἐορτῆς.
Ὅταν
πλησίαζε ὁ Κύριος στὴ Βηθφαγὴ καὶ στὴ Βηθανία, κοντὰ στὸ βουνὸ ποὺ λεγόταν τῶν
Ἐλαιῶν, ἔστειλε δύο ἀπὸ τοὺς μαθητὰς του παραγγέλλοντάς τους. Πηγαίνετε στὸ ἀπέναντι
χωριὸ καὶ καθὼς μπαίνετε θὰ βρῆτε νεραρὸ πουλάρι δεμένο. Λύσετε το καὶ φέρτε
μού το. Ἔκαμαν οἱ μαθηταὶ ὅπως τοὺς παράγγειλε ὁ Ἰησοῦς. Ἔστρωσαν τὰ ροῦχα
τους στὸ πουλάρι καὶ καβαλλίκεψε ὁ Ἰησοῦς. Κι ὅταν ἔφτασε στοὺς πρόποδες τοῦ
βουνοῦ, ὁ κόσμος ποὺ εἶχε συναχτῆ γιὰ
τὴν ἑορτή, πῆραν κλαδιὰ φοινίκων καὶ βγήκαν νὰ ὑποδεχθοῦν τὸν Ἰησοῦ. Κι ὅσοι
πήγαινα μπροστὰ κι ὅσοι ἀκολουθοῦσαν φώναζαν· Ὡσαννὰ, στὸ γιὸ τοῦ Δαυΐδ, εὐλογημένος
αὐτὸς ποὺ ἔρχεται στ’ ὄνομα του Κυρίου. Αὐτὴ εἶναι ἡ Δεσποτικὴ παρουσία στὴν
παροῦσα ἑορτή μας. Αὐτὴ εἶναι ἡ παλαιὰ καὶ ἡ νέα παραμονὴ στὴ Σιὼν τοῦ
Βασιλέως τῶν Βασιλέων. Αὐτὴ εἶναι ἡ πανηγυρικὴ καὶ πάνδημη ἔλευση τῆς σημερινῆς ἡμέρας τοῦ
δημιουργοῦ τῶν ὅλων. Γι’ αὐτὸ, ἀδελφοί μου, τώρα, ὅλο τὸ πλῆθος ποὺ ἤρθαμε στὴν
ἑορτή, ἄς βγοῦμε νὰ τὸν ὑποδεχτοῦμε, ὁρατοὶ καὶ ἀόρατοι ἑορτασταί, οἱ προφῆτες ποὺ προηγοῦνται χρονικά, καὶ οἱ
διδάσκαλοι καὶ ὅσοι ἀκολουθοῦν τὸ πουλάρι οἰ συνδεδεμένοι μὲ τὴν πίστη στὸ
Θεό. Σήμερα τὰ οὐράνια μὲ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια μαζὶ ἄς ψάλλουν, κάθε
στόμα καὶ πνεῦμα ἄς ἀνοίξη γιὰ τὴ δοξολογία τοῦ Θεοῦ. Τὰ Χερουβὶμ βροντοφωνῆστε
Ἅγιος, ἅγιος, ἅγιος, Κύριος, ὁ Τρισάγιος, Σαβαώθ· ἀπὸ τὴ δόξα του γεμᾶτος ὁ οὐρανὸς
κι ἡ γῆ. Σεραφείμ, ὑμνῆστε, πορφῆτες κηρύξετε. Ἄς λέη ὁ ἕνας· Ἄς εὐφρανθοῦν οἱ οὐρανοὶ κι ἄς ἀναγαλιάση ἡ
γῆ. Κι ἄς λέη ὁ ἄλλος· Χάρου ἀκράτητα, Κόρη τῆς Σιών, διαλάλησε, Κόρη τῆς Ἰερουσαλήμ. Κι ὁ ἄλλος ἄς
κραυγάση ἀτενίζοντας τὸ βασιλέα Χριστό·
Ἰδοὺ τὸ ἀρνὶ τοῦ Θεοῦ, ποὺ σηκώνει τὴν ἁμαρτία τοῦ κόσμου. Κι ἄλλος ἄς
διαλαλήση γιὰ τὸν ἴδιο τὸν Κύριο· Αὐτὸς
εἶναι ὁ Θεός μας· δὲ θὰ σταθῆ ἄλλος κοντά του. Καὶ κάποιος ἄλλος ἄς προσθέση· Ἰδοὺ ὁ ἄνθρωπος
μαζὶ καὶ ὁ Θεός, Ἀνατολὴ εἶναι τὸ ὄνομά του.
Καὶ ὁ Δαυΐδ ἀτενίζοντας τὸ Χριστὸ ποὺ προῆλθε ἀπὸ τὴ γενιὰ του ἄς
ψάλλη· Εἶναι Θεὸς καὶ Κύριος μας καὶ παρουσιάστηκε γιὰ μᾶς. Κάποιος ἄλλος τὸ
γόνυ κλίνοντας ἄς πῆ στὸν Χριστὸ· Ὁλόκληρη ἡ γῆ ἄς σὲ προσκυνήση. Κι ἄλλος ἄς προτρέψη τοὺς λαούς· Συγκροτῆστε
στὴ γιορτὴ στὸν ἴσκιο ὡς τὶς ἄκρες τοῦ θυσιαστηρίου.
Ἔτσι
γινόταν παλιὰ ὁ ἐρχομὸς τοῦ Κυρίου μας μὲ τὸ πουλάρι στὴ Σιών· πάνδημη ὁμόνοια,
οἱ χοροὶ τῶν πατέρων, τῶν προφητῶν, τὰ παιδιὰ τῶν Ἑβραίων, τὰ νήπια τῶν
μητέρων, τὰ πλήθη τῶν ἀγγέλων. Ἄλλοι ἅπλωναν τὶς φτεροῦγες τους, ἄλλοι κρατοῦσαν
τὰ βάγια κι ἄλλοι ἀκολουθοῦσαν. Τοῦτοι
ἔκοβαν κλαδιά, ἐκεῖνοι ἔπλεκαν στεφάνια, αὐτοὶ ἔλυναν τὸ πουλάρι, ἄλλοι ἔστρωναν
τὰ ροῦχα τους, ἄλλοι ἄνοιγαν τὶς πύλες κι ἄλλοι καθάριζαν τοὺς δρόμους. Αὑτοὶ
ἑτοίμαζαν τὸ πουλάρι κι ἐκεῖνοι διαλαλοῦσαν τὴ νίκη, ἄλλοι κουνοῦσαν τὰ κλαδιὰ
κι ἄλλοι ἔλεγαν στὰ νήπια· Ὑμνῆστε, παιδιὰ τὸν Κύριο. Τὰ παιδιὰ ἀποκρίνονταν, Ὡσανὰ εὐλογημένος αὐτὸς
ποὺ ἔρχεται στὸ ὄνομα τοῦ Κυρίου. Ὤ καινούργια πράγματα ἀνέλπιστα θαύματα τῆς
ἑορτῆς. Τὰ παιδιὰ σὰ θεολόγοι χαρακτηρίζουν ὡς Θεὸ τὸ Χριστὸ καὶ οἱ ἱερεῖς τὸν
ὑβρίζουν. Τὸν προσκυνοῦν παιδιὰ ποὺ θηλάζουν καὶ δείχνουν ἀσέβεια οἱ
διδάσκαλοι. Τὰ παιδιᾶ τραγουδοῦν. Ὡσαννὰ καὶ οἱ Ἑβραῖοι κραυγάζουν νὰ σταυρωθῆ.
Αὐτὰ ἔρχονται μὲ τὰ βάΐα στὸ Χριστὸ κι ἐκεῖνοι τὸν ζυγώνουν μὲ μαχαίρια. Αὐτὰ
κόβουν κλαδιὰ κι ἐκεῖνοι ἑτοιμάζουν τὸ ξύλο τοῦ σταυροῦ. Τὰ παιδιὰ στρώνουν τὰ
ροῦχα τους στὸ Χριστὸ καὶ οἱ ἱερεῖς σκίζουν τὰ ροῦχα τοῦ Χριστοῦ. Τὰ παιδιὰ ἀνεβάζουν
τὸ Χριστὸ στὸ πουλάρι κι οἱ γέροντες ἀνεβάζουν τὸ Χριστὸ στὸ σταυρό. Τὰ παιδιὰ
προσκύνησαν τὰ πόδια τοῦ Χριστοῦ κι ἐκεῖνοι κάρφωσαν μὲ τὰ καρφιὰ τὰ πόδια τοῦ
Χριστοῦ. Τὰ παιδιὰ τοῦ ἀφιερώνουν τὸν ὕμνο κι αὐτοὶ τοῦ προσφέρουν τὸ ξίδι. Τὰ
παιδιὰ τὴν τιμὴ καὶ τὴ χολὴ ἐκεῖνοι. Τὰ παιδιὰ κουνοῦν τὰ βάγια κι αὐτοὶ μὲ τὴ
ρομφαία τὸν τρυποῦν. Τὰ παιδιὰ ὑμνοῦν τὸ Χριστὸ πάνω στὸ πουλάρι κι αὐτοὶ τὸν
ἀναβάτη τοῦ πουλαριοῦ πουλοῦν.
Τὸ
βόδι κατάλαβε τὸν Κύριό του, ὅταν πλησίασε στὴν φάτνη του κι οἱ λαοὶ ἀναγνώρισαν
τὸν κατακτητή τους. Ὁ Ἰσραήλ μόνο δὲν ἀναγνώρισε τὸ Χριστὸ τὸ Θεό του. Οἱ ἄγριες
κάποτε φυλές, θεοφίλητες ἔγιναν, οἱ ἄνομοι ἔννομοι καὶ οἱ ἔννομοι παράνομοι. Ἄς
εἶναι· δὲν ντράπηκες τοὺς προφῆτες, σκότωσες τοὺς ἱερεῖς, διέστρεψες τὶς Γραφὲς
κατέλυσες τὸ νόμο, καταπριόνισες τοὺς δικαίους, ἀψήφησες τὸ Μωϋσῆ, κατέσφαξες
τοὺς γιούς, ἐβεβήλωσες τὸ ναό, παράτησες τὸ Θεό, δὲν ἐπίστεψες στὸ Χριστό, ἐξευτέλισες
τὰ θαύματα, δυσπίστησες γιὰ τὸ Λάζαρο δὲν ἐπίστεψες στοὺς τυφλοὺς ποὺ ξαναβρῆκαν
τὸ φῶς τους. Καλὰ ὅλα αὐτά. Τί ἔχεις ὅμως νὰ πῆς γι’ αὐτὰ τὰ παιδιά; Τί
δογματίζεις γιὰ τὸν ὕμνο τῶν νηπίων; Πές μου ποιός τὰ ἐφώτισε; Ποιός τοὺς ἐδίδαξε;Ἤ
ποιός τοὺς παρώτρυνε καὶ τοὺς ἔδωσε τὴ γνώση; Ποιός ξαφνικὰ στ’ ἀμάθητα παιδιὰ
ἔδωσε τὸ λόγο, ἄν ὄχι ὁ Χριστός ὁ προαίωνιος Λόγος; Τώρα οἱ νέοι καὶ τὰ παιδιὰ
καὶ τὰ νήπια ποὺ μὲ τὸ ἕνα χέρι κρατοῦν
τὸ μητρικὸ μαστό, τὸν ἀγγελικὸ ὕμνο ἀναμέλπουν. Κρατοῦνε τὸ μαστὸ μὲ τὸ
ἕνα χέρι καὶ μὲ τὸ ἄλλο κουνοῦνε τὰ κλαδιὰ στὸ Χριστό· ἡ φύση ποὺ χωρὶς νὰ ἔχη
πεῖρα τοῦ λόγου θεολογεῖ· ἀμέσως τὸ λόγο τὸν προφητικό, τῶν ἀγγέλων τὸν ὕμνο
προσφέρουν σὰν δῶρο στὸ Θεὸ καὶ κραυγάζουν. Ὡσαννὰ στὸν οὐρανό. Εὐλογημένος αὐτὸς
ποὺ ἔρχεται στὸ ὄνομα τοῦ Κυρίου. Εἶναι ὁ Θεὸς καὶ Κύριός μας κι ἦρθε γιὰ μᾶς.
Μέσα
στὸ ξέσπασμα τῆς χαρᾶς καὶ τὴς ἑορτῆς, παίρνοντας θάρρος ἀπευθύνω τὶς ἐρωτήσεις
μου σ’ αὐτὰ τὰ ἔνθεα παιδιά. Τί λέτε,
παιδιὰ τοῦ Θεοῦ, τοῦ Θεοῦ ὑμνολόγοι. Πῶς ἰσοζυγίζετε στὸν ἑαυτὸ σας τὸν ὕμνο
τῶν Χερουβίμ; Καὶ πῶς, ἐνῶ σὰν ἄνθρωπο βλέπετε τὸ Χριστὸ στὸ πουλάρι,
κραυγάζετε ὅπως ταιριάζει στὸ Θεὸ Ὡσαννὰ στὸν οὐράνιο; Ναὶ, μᾶς λένε τὰ παιδιὰ
μὲ τὴ θεία γλῶσσα. Στὸ σωματικὸ πουλάρι κάθεται ὁ Χριστός, μὰ δὲν ἀπομακρύνεται
καθόλου ἀπὸ τὸ πατρικὸ κόλπο. Στὸ πουλάρι κάθεται ἀλλὰ τὸ θρόνο τῶν Χερουβὶμ
δὲν ἐγκαταλείπει. Ἀλλὰ αὐτὸς ὁ ἔνσαρκος ποὺ δὲν ἀφίνει τοὺς θνητούς, τὸ ἴδιο
αὐτὸς καὶ στὸν οὐρανὸ ὑπάρχει ἀληθινὸς Θεὸς, ὁ Κύριος τῶν πάντων, τοῦ κόσμου,
τῶν ἐθνῶν, ἀληθινὸς Θεὸς καὶ δωρητής, ὁ δημιουργὸς καὶ ὁ ὁδηγὸς καὶ Σωτήρας ὅλων.
Αὑτὸς κάμει τὴν εἰσοδό του στὴν κάτω Ἱερουσαλὴμ καὶ δὲν ἀπομακρύνεται ἀπὸ τὴν
ἐπάνω. Αὑτὸς εἶναι ὁ δημιουργὸς τῶν αἰώνων·
ἔρχεται ἀπὸ τοὺς αἰῶνες καὶ πορεύεται στοὺς αἰῶνες· Αὐτὸς εἶναι ποὺ
μόνος του ἅπλωσε τὸν οὐρανό. Αὐτὸς βαδίζει στὴ θάλασσα σὰ νὰ εἶναι γῆ. Αὐτὸς
τυλίγει τὴ θάλασσα μὲ τὴν ὁμίχλη. Αὐτὸς περιέγραψε τὴν περιοχὴ τοῦ ἀνθρώπου.
Αὐτὸς ἐρρύθμισε τὰ ὅρια τῶν θαλασσῶν. Αὐτὸς ἅπλωσε τὴ γῆ μετέωρη στὸ κενό. Αὐτὸς
φρόντισε τὴν ὀμορφιὰ τῶν λουλουδιῶν. Αὐτὸς ἅπλωσε σὰ ροῦχο τὸν οὐρανὸ καὶ μὲ
λαμπρὰ τὸν ἐστόλισε ἀστέρια. Αὐτὸν τρέμουν τὰ Χερουβίμ καὶ τὰ Σεραφεὶμ φοβοῦνται.
Αὐτὸν ὑμνεῖ ὁ ἥλιος καὶ δοξολογεῖ ἡ σελήνη. Αὐτὸν ψάλλουν τὰ ἄστρα κι ὑπηρετοῦν
οἱ πηγές. Αὐτὸν ἀνατριχιάζουν οἱ ἄβυσσοι, καὶ τὰ τάρταρα δειλιάζουν. Σ’ αὐτὸν
ὑπακούουν τὰ θηρία τῆς θάλασσας κι οἰ δράκοντες τρέμουν. Αὐτὸν ὑπηρετοῦν οἱ
βροχὲς καὶ τὰ πνεύματα σέβονται. Αὐτὸς ἔδωσε στὸν καθένα τὸ φυσικό του, ἐδημιούργησε
τὰ πλάσματα, χώρισε τὶς τάξεις, αὐτὸς εἶναι ὁ δημιουργὸς τῶν ὄντων τῆς γῆς καὶ
τοῦ οὐρανοῦ, ὁ Θεὸς καὶ Κύριος μας. Σ’ αὐτὸν ἀνήκει ἡ δόξα καὶ ἡ δύναμη στοὺς
αἰῶνες. Ἀμήν.
|
Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.208-216
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου