Κουμπιά

Κυλιόμενο Μήνυμα

Τετάρτη 25 Δεκεμβρίου 2024

25 Δεκεμβρίου - Χριστούγεννα

 ΓΕΝΝΗΣΗ ΤΟΥ ΚΥΡΙΟΥ, ἡ Προσκύνηση τῶν Μάγων, Μνήμη τῶν Ποιμένων

Η ΓΕΝΝΗΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ



Αὐτὴ τὴ μέρα ἡ ἁγία Ἐκκλησία μας γιορτάζει τὸ μεγάλο καὶ ἀνερμήνευτο γεγονὸς τῆς κατὰ σάρκα γεννήσεως τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ ἀπὸ τὴν Ὑπεραγία Θεοτόκο.
Μετὰ τὸν Εὐαγγελισμὸ τῆς Παρθένου Μαρίας ἀπὸ τὸν ἀρχάγγελο Γαβριὴλ καὶ ἐνῷ πλησίαζε ὁ καιρὸς νὰ τελειώσουν οἱ ἐννιὰ μῆνες ἀπὸ τὴν ὑπερφυσικὴ σύλληψη τοῦ Χριστοῦ στὴν παρθενική της μήτρα, ὁ Καῖσαρ Αὔγουστος διέταξε ἀπογραφὴ τοῦ πληθυσμοῦ τοῦ ρωμαϊκοῦ κράτους. Τότε ὁ Ἰωσὴφ μαζὶ μὲ τὴ Θεοτόκο, ξεκίνησαν γιὰ τὴ Βηθλεέμ, γιὰ νὰ ἀπογραφοῦν ἐκεῖ.
Ἐπειδὴ ὅμως εἶχε πλησιάσει ὁ καιρὸς νὰ γεννήσει ἡ Παρθένος καὶ δὲν ἔβρισκαν κατοικία νὰ καταλύσουν, διότι εἶχε μαζευτεῖ πολὺς λαὸς στὴ Βηθλεέμ, μπῆκαν σὲ ἕνα φτωχικὸ σπήλαιο.
Ἐκεῖ ἡ Θεοτόκος γέννησε τὸν Κύριο Ἰησοῦ Χριστὸ καὶ σπαργάνωσε σὰν βρέφος τὸν Κτίστη τῶν ἁπάντων.
Ἔπειτα Τὸν ἔβαλε ἐπάνω στὴ φάτνη τῶν ἀλόγων ζώων, διότι "ἔμελλε νὰ ἐλευθέρωση ἡμᾶς ἀπὸ τὴν ἀλογίαν", ὅπως χαρακτηριστικὰ γράφει ὁ Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης.
Ἀπὸ τότε, ὅλοι οἱ πιστοὶ χριστιανοὶ μὲ χαρὰ ψάλλουν τὸν ὕμνο τῶν ἀγγέλων ἐκείνης τῆς νύκτας: "Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία". Δόξα δηλαδή, ἂς εἶναι στὸ θεό, ποὺ βρίσκεται στὰ ὕψιστα μέρη τοῦ οὐρανοῦ καὶ στὴ γῆ ὁλόκληρη, ποὺ εἶναι ταραγμένη ἀπὸ τὴν ἁμαρτία ἂς βασιλεύσει ἡ θεία εἰρήνη, διότι ὁ Θεὸς ἔδειξε τὴν ἀγάπη Του στοὺς ἀνθρώπους μὲ τὴν ἐνανθρώπηση τοῦ Υἱοῦ Του.
Νὰ σημειώσουμε ἐδῶ, ὅτι ἡ γιορτὴ τῶν Χριστουγέννων καθιερώθηκε γιὰ πρώτη φορὰ τὴν 25η Δεκεμβρίου τοῦ 397 ἐπὶ πατριαρχείας Ἁγ. Ἰωάννου τοῦ Χρυσοστόμου. Κατ' ἄλλους ὁ πατριάρχης Ἱεροσολύμων Ἰουβενάλιος, χώρισε τὶς δύο γιορτὲς τῶν Φώτων καὶ τῶν Χριστουγέννων, οἱ ὁποῖες παλιότερα γίνονταν τὴν ἴδια μέρα, δηλαδὴ τὴν 6η Ἰανουαρίου.

Ἀπολυτίκιο. Ἦχος δ’.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τό της γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι.



Κοντάκιον. Ἦχος γ’. Αὐτόμελον. Ποίημα Ρωμανοῦ του Μελωδοῦ

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετά ἀστέρος ὁδοιποροῦσι. Δι’ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.





Ἡ Προσκύνηση τῶν Μάγων

Κατὰ Ματθαῖον Εὐαγγέλιον Κεφάλαιο Β' στίχοι 1 ἕως 12:
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων, εἴδομεν γὰρ αὐτοῦ τον, ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Ἀκούσας δὲ Hρώδης ὁ βασιλεὺς ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ' αὐτοῦ.
Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ' αὐτῶν ποὺ ὁ Χριστὸς γεννᾶται.
Οἱ δὲ εἶπον αὐτῷ, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου, καὶ σύ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἰ ἐν τοῖς ἠγεμόσιν Ἰούδα, ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
Τότε Ἡρώδης, λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσε παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.
Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε, πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοί, ὅπως καγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδού, ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὐ ἢν τὸ παιδίον.
Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
Καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Ἀναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ' ὄναρ τῷ Ἰωσήφ, λέγων, ἐγερθεῖς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι, μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.
Ὁ δὲ ἐγερθεῖς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἢν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Τότε Ἡρώδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.
Τότε ἐπληρώθη τὸ ρηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου, λέγοντος, φωνὴ ἐν Ραμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί.
Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων, Ἐγερθεῖς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
Ὁ δὲ ἐγερθεῖς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ.
Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν, χρηματισθεῖς δὲ κατ' ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατώκησεν εἰς πόλιν λεγομένην Ναζαρέθ, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.





Μνήμη τῶν Ποιμένων, ποὺ εἶδαν τὸν Κύριο Ἰησοῦ Χριστό

Κατὰ Λουκᾶν Εὐαγγέλιον Κεφάλαιο Β' στίχοι 1 ἕως 20:
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.
Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τὴ μεμνηστευμένη αὐτῷ γυναικί, οὔση ἐγκύῳ.
Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἢν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τὴ αὐτὴ ἀγραυλοῦντες καὶ Φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς. Καὶ ἐφοβήθησαν φόβον μέγαν.
Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε, ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ.
Ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὀς ἐστὶ Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ.
Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων, δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.



Πληροφορίες ἀπό saint.gr καί synaxarion.gr
Ἀπολυτίκιο άπό youtube.com/@orthodoxmusic-8948
Ἀναδημοσίευση άπό Ἀναβάσεις

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου