Τό Εὐαγγέλιο τῆς Κυριακῆς καί ἡ ἀπόδοσή του στήν νεοελληνική
Κατὰ Ἰωάννην Εὐαγγέλιο Κέφ. 1, χωρία 35 ἕως 52
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς·
39 Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· Ραββί· ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε· ποῦ μένεις; 40 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἵδετε. ἦλθαν οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
41 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 42 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστιν μεθερμηνευόμενον Χριστός·
43 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
ΑΠΟΔΟΣΗ
38 Εγύρισε δε ο Ιησούς και όταν τους είδε να τον ακολουθούν, λέγει εις αυτούς. 39 “Τι ζητείτε;” Εκείνοι δε του είπαν· “ραββί-που σημαίνει εις τα ελληνικά διδάσκαλε-που μένεις;” 40 Είπεν εις αυτούς· “ελάτε και ιδέτε που μένω”. Ηλθαν, λοιπόν, και είδαν που μένει και έμειναν κοντά του την ημέραν εκείνην. Η ώρα δε ήτο τέσσαρες το απόγευμα.
41 Ενας δε από τους δύο, που ήκουσαν τα όσα ο Ιωάννης είπε περί του Ιησού και ηκολούθησαν αυτόν, ήτο ο Ανδρέας, ο αδελφός του Σιμωνος Πετρου.
42 Αυτός, λοιπόν, πρώτος ευρίσκει τον αδελφόν του τον Σιμωνα και του λέγει· “ευρήκαμεν τον Μεσσίαν, όνομα που ερμηνεύεται εις την ελληνικήν Χριστός”. 43 Και ωδήγησεν αυτόν προς τον Ιησούν. Και ο Ιησούς αφού τον εκύτταξε με βλέμμα βαθύ και στοργικόν είπε· “συ είσαι Σιμων, ο υιός του Ιωνά· συ θα ονομασθής Κηφάς, όνομα που ερμηνεύεται εις την ελληνικήν Πετρος”.
44 Την άλλην ημέραν απεφάσισεν ο Χριστός να αναχωρήση από την Ιουδαίαν δια την Γαλιλαίαν. Ευρίσκει τον Φιλιππον (μαθητήν και αυτός του Βαπτιστού, από τον οποίον πολλά είχε ακούσει περί του Μεσσίου) και του λέγει· “έλα κοντά μου”. 45 Ο δε Φιλιππος κατήγετο από την Βηθσαϊδά, από την πατρίδα του Ανδρέου και του Πετρου.
46 Ευρίσκει ο Φιλιππος τον Ναθαναήλ και του λέγει· “αυτόν που έγραψε ο Μωϋσής στον Νομον και προανήγγειλαν οι προφήται εις τα προφητικά των βιβλία τον ευρήκαμεν· είναι ο Ιησούς, ο υιός του Ιωσήφ, από την Ναζαρέτ”. 47 Ο Ναθαναήλ όμως είπεν εις αυτόν· “από την Ναζαρέτ είναι δυνατόν να βγη κάτι καλόν;” Λεγει εις αυτόν ο Φιλιππος· “έλα και ιδέ μόνος σου, δια να πεισθής”.
48 Είδεν ο Ιησούς τον Ναθαναήλ να έρχεται προς αυτόν και λέγει περί αυτού· “ιδού ένας γνήσιος Ισραηλίτης, στον οποίον δεν υπάρχει πονηρία”. 49 Λεγει εις αυτόν ο Ναθαναήλ· “από που με γνωρίζεις;” Απήντησεν ο Ιησούς και του είπε· “προτού σε φωνάξη ο Φιλιππος, όταν ήσουνα κάτω από την συκήν, μακρυά από κάθε ανθρώπινον μάτι, εγώ σε είδα”. 50 Απεκρίθη τότε ο Ναθαναήλ και του είπε· “Διδάσκαλε, συ είσαι ο Υιός του Θεού, συ είσαι ο Βασιλεύς του Ισραήλ, τον οποίον, σύμφωνα με τις προφητείες, επεριμέναμεν”.
51 Του απήντησεν δε ο Ιησούς· “Διότι σου είπα ότι σε είδα κάτω από την συκήν, πιστεύεις; Θα ίδης ακόμη μεγαλύτερα από αυτά”. 52 Και εν συνεχεία λέγει προς αυτόν, ώστε να ακούσουν και οι άλλοι μαθηταί· “σας διαβεβαιώνω, ότι από τώρα θα ίδετε ανοικτόν τον ουρανόν και τους αγγέλους του Θεού ν' ανεβαίνουν και να κατεβαίνουν, να συνοδεύουν και να υπηρετούν τον υιόν του ανθρώπου (ο οποίος ως Θεός είναι κύριος και των αγγέλων)”.
Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου