Κουμπιά

Κυλιόμενο Μήνυμα

Σάββατο 16 Αυγούστου 2014

Κυριακή Ι΄Ματθαίου. Ἁγίου Ἰωάννου Χρυσοστόμου

Κυριακή Ι΄Ματθαίου (Ματθ.ιζ΄14-23)
Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστὴν
α΄ Οὐκ ἄρα ἀπὸ τῶν Γραφῶν τοῦτο ἤδεσαν, ἀλλ’ ἐκεῖνοι ἐαυτοῖς διεσάφουν, καὶ περιφέρετο ὁ λόγος οὗτος ἐν τῷ ἀπείρῳ δήμῳ, καθάπερ καὶ ἐπὶ τοῦ Χριστοῦ.  Διὸ καὶ ἡ Σαμαρεῖτις ἔλεγε·  Μεσσίας ἔρχεται· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα·  καὶ αὐτοὶ ἠρώτων τὸν Ἰωάννην· Ἠλίας εἶ, ἤ ὁ προφήτης; Ἐκράτει μὲν γὰρ, ὅπερ ἔφην, ὁ λόγος, καὶ ὁ περὶ τοῦ Χριστοῦ, καὶ ὁ περὶ τοῦ Ἠλία, οὐχ ὡς ἐχρῆν δὲ παρ’ ἐκείνων ἑρμηνευόμενος. Αἱ μὲν γὰρ Γραφαὶ δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας, ταύτην τε τὴν γεγενημένην, καὶ τὴν μέλλουσαν· καὶ ταύτας δηλῶν ὁ Παῦλος ἔλεγεν·  Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν. Ἰδοὺ ἡ μία·  ἄκουσον πῶς καὶ τὴν ἑτέραν δηλοῖ. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ οἱ προφῆται δὲ ἑκατέρας μέμνηναι· τῆς μέντοι μιᾶς τῆς δευτέρας, πρόδρομον λέγουσι τὸν Ἠλίαν ἔσεσθαι.  Τῆς μὲν γὰρ προτέρας ἐγένετο Ἰωάννης, ὅν καὶ Ἠλίαν ὁ Χριστὸς ἐκάλει· οὐκ ἐπειδὴ Ἠλίας ἦν, ἀλλ’ ἐπειδὴ τὴν διακονίαν ἐπλήρου τὴν ἐκείνου. Ὥσπερ γὰρ ἐκεῖνος πρόδρομος ἔσται τῆς δευτέρας παρουσίας, οὕτω καὶ οὗτος τῆς προτέρας ἐγένετο. Ἀλλ’ οἱ γραμματεῖς ταῦτα συγχέοντες, καὶ διαστρέφοντες τὸ δῆμον, ἐκείνης ἐμνημόνευον μόνης πρὸς τὸν δῆμον, τῆς δευτέρας παρουσίας, καὶ ἔλεγον, ὅτι Εἰ οὗτός ἐστιν ὁ Χριστός, ἔδει τὸν Ἠλίαν προλαβεῖν.  Διὰ τοῦτο καὶ οἰ μαθηταὶ λέγουσι·  Πῶς οἱ γραμματεῖς λέγουσιν, Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; Διὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην πέμψαντες οἱ Φαρισαῖοι ἠρώτων·  Εἰ σὺ εἶ Ἠλίας; οὐ μνημονεύοντες οὐδαμοῦ τῆς προτέρας παρουσίας. Τίς οὖν ἐστιν ἡ λύσις, ἥν ὀ Χριστὸς ἐπήγαγεν; Ὅτι Ἠλίας μὲν ἔρχεται τότε πρὸ τῆς δευτέρας μου παρουσίας·  καὶ νῦν δὲ ἐλήλυθεν Ἠλίας· τὸν Ἰωάννην οὕτω καλῶν. Οὗτος ἦλθεν Ἠλίας. Εἰ δὲ τὸν Θεσβίτην ζητοίσης, ἔρχεται. Διὸ καὶ ἔλεγεν· Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει πάντα. Ποῖα πάντα;  Ἅπερ ὁ προφήτης ἔλεγε, Μαλαχίας. Ἀποστελῶ γὰρ ὑμῖν, φησίν, Ἠλίαν τὸν Θεσβίτην, ὅς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Εἶδες ἀκρίβειαν προφητικῆς ρήσεως,  Ἐπειδὴ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστός, διὰ τὴν κοινωνίαν τῆς διακονίας, ἵνα μὴ νομίσῃς τοῦτο καὶ παρὰ τοῦ προφήτου λέγεσθαι νῦν, προσέθηκεν αὐτοῦ καὶ τὴν πατρίδα, εἰπών, Τὸ Θεσβίτην·  Ἰωάννης δὲ Θεσβίτης οὐκ ἦν.  Καὶ ἕτερον δὲ μετὰ τούτου παράσημον τίθησι λέγων, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, τὴν δευτέραν αὐτοῦ παρουσίαν ἐμφαίνων τὴν φοβεράν. Τῇ γὰρ προτέρᾳ οὐκ ἦλθε πατάξαι τὴν γῆν. Οὐ γὰρ ἦλθον, φησίν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. Δηλῶν τοίνυν ὅτι πρὸ ἐκείνης ἔρχεται ὁ Θεσβίτης τῆς τὴν κρίσιν ἐχούσης, τοῦτο εἴρηκε.  Καὶ τὴν αἰτίαν δὲ ὁμοῦ διδάσκει τῆς παρουσίας αὐτοῦ. Τὶς δὲ ἡ αἰτία; Ἵνα ἐλθὼν πείσῃ πιστεῦσαι τοὺς Ἰουδαίους τῷ Χριστῷ, καὶ μὴ πάντες ἄρδην ἀπόλωνται παραγενομένου.  Διὸ δὴ καὶ αὐτὸς εἰς ἐκείνην αὐτοὺς παραπέμπων τὴν μνήμην, φησί· Καὶ ἀποκαταστήσει πάντα· τοὐτέστι, διορθώσεται τὴν ἀπιστίαν τῶν Ἰουδαίων τῶν τότε εὑρισκομένων. Διὸ καὶ σφόδρα ἀκριβέστατα εἴρηκεν. Οὐ γὰρ εἶπεν, Ἀποκαταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα, ἀλλά, Πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ πατέρες ἦσαν τῶν ἀποστόλων οἱ Ἰουδαῖοι, τοῦτο λέγει, ὅτι ἀποκαταστήσει τοῖς δόγμασι τῶν υἱῶν αὐτῶν, τοὐτέστι τῶν ἀποστόλων, τὰς καρδίας τῶν πατέρων, τοὐτέστι, τοῦ γένους τῶν Ἰουδαίων τὴν διάνοιαν.
Λέγω δὲ ὑμῖν, ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἔγνωσαν αὐτόν, ἀλλ’ ἐποιήσαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. Τότε συνῆκαν, ὅτι περὶ Ἰωάννου εἶπεν αὐτοῖς.  Καίτοι οὔτε οἱ γραμματεῖς τοῦτο εἶπν, οὔτε αἱ Γραφαί· ἀλλ’ ἐπειδὴ λοιπὸν ὀξύτεροι ἐγένοντο καὶ προσεκτικώτεροι πρὸς τὰ λεγόμενα, ταχέως συνίεσαν. Πόθεν δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταί;  Ἦν ἤδη προειρηκὼς αὐτοῖς,  Αὐτὸς ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· ἐνταῦθα δέ, ὅτι  Ἦλθε· καὶ πάλιν, ὅτι Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα. Ἀλλὰ μὴ θορυβηθῇς, μηδὲ πεπλανῆσθαι τὸν λόγον νομίσῃς, εἰ ποτὲ μὲν αὐτὸν ἤξειν, ποτὲ δὲ ἐληλυθέναι ἔφη. Πάντα γάρ ἀληθῆ ταῦτα.  Ὅταν  μὲν γὰρ εἴπῃ, ὅτι Ἠλίας μὲν  ἔρχεται καὶ ἀποκαταστήσει πάντα, αὐτὸν Ἠλίαν φησί, καὶ τὴν τότε ἐσομένη τῶν Ἰουδαίων ἐπιστροφήν· ὅταν δὲ εἴπῃ, ὄτι Ὁ μέλλων ἔρχεσθαι, κατὰ τὸν τρόπον τῆς διακονίας Ἰωάννην Ἠλίαν καλεῖ. Καὶ γὰρ οἱ προφῆται ἕκαστον τῶν οὐδοκίμων βασιλέων Δαυΐδ ἐκάλουν, καὶ τοὺς Ἰουδαίους ἄρχοντας Σοδόμων καὶ υἱοὺς Αἰθιόπων, ἀπὸ τῶν τρόπων. Ὥσπερ γὰρ ἐκεῖνος τῆς δευτέρας ἔσται παρουσίας, οὕτως τῆς προτέρας ἐγένετο πρόδρομος.
β΄.Οὐ διὰ τοῦτο δὲ μόνον Ἠλίαν αὐτὸν ὀνομάζει πανταχοῦ, ἀλλ’ ἵνα δείξῃ σφόδρα αὐτὸν τῇ Παλαιᾷ συμβαίνοντα, καὶ κατὰ προφητείαν καὶ τὴν παρουσίαν ταύτην οὗσαν. Διὸ καὶ ἐπάγει πάλιν ὅτι Ἦλθεν, καὶ οὐκ ἔγνωσαν αὐτόν, ἀλλ’ ἐποίησαν εἰς αὐτὸν πάντα ὅσα ἠθέλησαν. Τί ἐστι, Πάντα ὅσα ἠθέλησαν; Ἐνέβαλον εἰς δεσμωτήριον, ὕβρισαν, ἀπέκτειναν, ἤνεγκαν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακος.  Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχει ὑπ’ αὐτῶν. Ὁρᾷς πῶς πάλιν εὐκαίρως αὐτοὺς ἀναμιμνήσκει τοῦ πάθους, ἀπὸ τοῦ πάθους τοῦ Ἰωάννου πολλὴν αὐτοῖς προξενῶν τὴν παραμυθίαν; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ θαύματα εὐθέως ἐργάσασθαι μεγάλα. Καὶ γὰρ ἡνίκα ἄν περὶ τοῦ πάθους διαλέγηται, εὐθέως θαυματουργεῖ, μετὰ τοὺς λόγους, καὶ πρὸ τῶν λόγων τούτων·  καὶ πολλαχοῦ τοῦτο παρατηρήσαντα ἔστιν εὑρεῖν. Τότε γοῦν, φησὶν, ἤρξατο δεικνύειν, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ ἀποκτανθῆναι, καὶ πολλὰ παθεῖν. Τότε, πότε; Ὅτε ὡμολογηθῆ Χριστὸς καὶ Υἱὸς εἶναι τοῦ Θεοῦ. Πάλιν ἐν τῷ ὄρει, ὅτε τὴν θαυμαστὴν αὐτοῖς ἔδειξεν ὄψιν, καὶ περὶ τῆς δόξης αὐτοῦ διελέχθησαν οἱ προφῆται, ἀνέμνησεν αὐτοὺς τοῦ πάθους. Εἰπὼν γὰρ τὴν κατὰ Ἰωάννην ἱστορίαν, ἐπήγαγεν· Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν.  Καὶ μετὰ μικρὸν πάλιν, ὅτε τὸν δαίμονα ἐξέβαλεν ὅν οὐκ ἴσχυσαν οἱ μαθηταὶ ἐκβαλεῖν.  Καὶ γὰρ καὶ τότε, Ἀναστρεφομένων αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, φησίν, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ὅτι μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.  Τοῦτο δὲ ἐποίει, τῷ μεγέθῃ τῶν θαυμάτων τὴν ὑπερβολὴν τῆς λύπης ὑποτεμνόμενος, καὶ παντὶ τρόπῳ αὐτοὺς παραμυθούμενος, ὥσπερ καὶ ἐνταῦθα τῇ μνήμῃ τοῦ θανάτου Ἰωάννου πολλὴν αὐτοῖς παρεῖχε τὴν παράκλησιν. Εἰ δὲ λέγοι τις· Τίνος ἕνεκεν μὴ καὶ νῦν τὸν Ἠλίαν ἀναστήσας ἔπεμψεν, εἴ γε τοσαῦτα αὐτοῦ μαρτυρεῖ τῇ παρουσίᾳ ἀγαθά; ἐροῦμεν, ὅτι καὶ νῦν τὸν Χριστὸν νομίζοντες  Ἠλίαν εἶναι, οὐκ ἐπίστευον αὐτῷ. Οἱ μὲν γάρ, φησίν, Ἠλίαν σε λέγουσιν, οἱ δὲ Ἱερεμίαν. Καὶ Ἰωάννου δὲ καὶ Ἠλίου οὐδὲν ἦν τὸ μέσον, ἤ ὁ χρόνος μόνος.  Πῶς οὖν τότε πιστεύσουσι; φησί. Καὶ γὰρ ἀποκαταστήσει πάντα, οὐ διὰ τὸ γνώρισμος εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὸ διαταθῆναι μέχρι τῆς ἡμέρας ἐκείνης ἐπὶ πλέον τοῦ Χριστοῦ τὴν δόξαν, καὶ παρὰ πᾶσιν εἶναι τοῦ ἡλίου φανερωτέραν. Ὅταν οὖν τοσαύτης προλαβούσης ὑπολήψεως καὶ προσοδκίας, ἔλθῃ ἐκεῖνος τὰ αὐτὰ κηρύττων τούτῳ, καὶ ἀναγγέλων καὶ αὐτὸς τὸν Ἰησοῦν, εὐκολώτερον δέξονται τὰ λεγόμενα. Ὅταν δὲ εἶπῃ. Οὐκ ἔγνωσαν αὐτόν, καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογεῖται.  Καὶ οὐ ταύτῃ αὐτοὺς μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῷ δεῖξαι ἀδίκως παρ’ αὐτῶν πάσχοντα ἅπερ πάσχει, καὶ τῷ τὰ λυπηρὰ δύο συγκαλύψαι σημείοις, τῷ τε ἐν τῷ ὄρει, καὶ τῷ μέλλοντι γίνεσθαι.  Ταῦτα δὲ ἀκούσαντες, οὐκ ἐρωτῶσιν αὐτὸν, πότε ἔρχεται Ἠλιας, ἤ τῇ ἀθυμίᾳ πιεζόμενοι τοῦ πάθους, ἤ δεδοικότες.  Πολλαχοῦ γὰρ ὅταν ἴδωσι μὴ βουλόμενόν τι σαφῶς εἰπεῖν, σιγῶσι λοιπόν. Ὅτε γοῦν ἐν τῇ Γαλιλαίᾳ διατριβόντων εἶπε, Μέλλει ὁ Υἰὸς τοῦ ἀνθρώπου παραδίδοσθαι, καὶ ἀποκτενοῦσιν αὐτὸν, ἐπήγαγεν, ὁ Μάρκος μέν, ὅτι Ἠγνόουν τὸ ρῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι ὁ Λουκᾶς δέ, ὅτι Ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτοῦ, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι περὶ τοῦ ρήματος. Ἐλθόντα δὲ αὐτὸν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτόν, καὶ λέγων·  Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται, καὶ κακῶς πάσχει. Πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ· καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Τοῦτον τὸν ἄνθρωπον σφόδρα ἀσθενοῦντα κατὰ πίστιν δείκνυσιν ἡ Γραφή· καὶ ἐκ πολλῶν τοῦτο δῆλον· ἔκ τε τοῦ εἰπεῖν αὐτὸν τὸν προσελθόντα, Βοήθει μου τῇ ἀπιστίᾳ· καὶ ἐκ τοῦ τὸν Χριστὸν κελεῦσαι τῷ δαίμονι, μηκέτι εἰσελθεῖν εἰς αὐτὸν· καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τὸν ἄνθρωπον τῷ Χριστῷ. Εἰ δύνασαι Καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτίαν, φησί, τοῦ μὴ ἐξελθεῖν τὸν δαίμονα, τί τοῖς μαθηταῖς  ἐγκαλεῖ; Δεικνὺς ὅτι δυνατὸν αὐτοῖς, καὶ χωρὶς τῶν προσαγόντων μετὰ πίστεως, πολλαχοῦ θεραπεῦσαι. Ὥσπερ γὰρ ἤρκει πολλάκις ἡ τοῦ προσάγοντος πίστις εἰς τὸ καὶ παρ’  ἐλαττόνων λαβεῖν, οὕτω τῶν ποιούντων πολλάκις ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων, θαυματουργῆσαι.  Καὶ ταῦτα ἀμφότερα δείκνυται ἐν ταῖς Γραφαῖς. Οἵ τε γὰρ περὶ Κορνήλιον ἀπὸ τῆς αὐτῶν πίστεως ἀπεσπάσαντο τοῦ Πνεύματος τὴν χάριν· καὶ ἐπὶ τοῦ Ἐλισσαίου δέ, οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη. Οἵ τε γὰρ ρίψαντες, οὐ διὰ πίστιν, ἀλλὰ διὰ δειλίαν ἔρριψαν ἁπλῶς καὶ ὡς ἔτυχε, φοβηθέντες τὸ πειρατήριον, καὶ ἔφυγον· αὐτός τε ὁ ριφθεὶς ἀποτεθνηκώς ἦν, καὶ ἀπὸ μόνης τῆς τοῦ ἁγίου σώματος δυνάμεως ἀνίστατο ὁ νεκρός. Ὅθεν δῆλον ἐνταῦθα, ὅτι καὶ οἱ μαθηταὶ ἠσθένησαν, ἀλλ’  οὐ πάντες· οἱ στῦλοι γὰρ οὐ παρῆσαν ἐκεῖ.
γ΄. Θέα δὲ τούτο καὶ ἑτέρωθεν τὴν ἀγνωμοσύνην, πῶς ἐπὶ τοῦ ὄχλου ἐντυγχάνει τῷ Ἰησοῦ κατὰ τῶν μαθητῶν λέγων, ὅτι Προσήνεγκα  αὐτὸς τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Ἀλλ’ αὐτὸς ἀπαλλάττων αὐτοὺς τῶν ἐγκλημάτων ἐπὶ τοῦ δήμου, ἐκείνῳ τὸ πλέον λογίζεται. Ὦ γενεὰ  γάρ, φησίν, ἄπιστος καὶ δειστραμμένη, ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; οὐκ εἰς τὸ τούτου πρόσωπον μόνον ἀποτεινόμενος, ἵνα μὴ ἀπορήσῃ τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἰς πάντας Ἰουδαίους. Καὶ γὰρ εἰκὸς πολλοὺς τῶν παρόντων σκανδαλισθῆναι, καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν. Ὅταν εἴπῃ, Ἕως πότε ἔσομα μεθ’ ὑμῶν; δείκνυσι πάλιν ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ἐπιθυμίας τὸ πρᾶγμα, καὶ ποθεινὴν τὴν ἀποδημίαν· καὶ ὅτι οὐ τὸ σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ’ αὐτῶν βαρύ. Οὐ μὴν ἔστη μέχρι τῶν ἐγκλημάτων· ἀλλὰ τί φησι; Φέρετέ μοι, αὐτὸν ὦδε. Καὶ αὐτὸς δὲ ἐρωτᾷ αὐτόν, πόσον χρόνον ἔχει, καὶ ὑπὲρ τῶν μαθητῶν ἀπολογούμενος, κἀκεῖνον ἄγων εἰς ἐλπίδα χρηστὴν καὶ τοῦ πιστεῦσαι, ὅτι ἔσται αὐτῷ ἀπαλλαγῆ τοῦ κακοῦ. Καὶ ἀφίησιν αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν (ἐπειδὴ γοῦν ὄχλος συνήγετο, καὶ ἐπετίμησεν αὐτῷ), ἀλλὰ δι’ αὐτὸν τὸν πατέρα· ἵν’ ὅταν ἴδῃ θορυβούμενον τὸ δαιμόνιον ἀπὸ τοῦ κληθῆναι, κἄν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ ἐσομένου θαύματος. Ἐπειδὴ δὲ ἐκεῖνος εἶπεν, ὅτι Ἐκ παιδὸς, καὶ ὅτι, Εἰ δύνασαι, βοήθει μοι λέγει· Τῷ πιστεύοντι πάντα δυνατά, πάντα εἰς αὐτὸν περιτρέπων τὸ ἔγκλημα. Καὶ ὅτε μὲν ἔλεγεν ὁ λεπρός· Εἰ θέλεις, δύνασαί με  καθαρίσαι, μαρτυρῶν αὐτοῦ τῇ ἐξουσίᾳ, ἐπειανῶν αὐτὸν καὶ βεβαιῶν τὸ εἰρημένον, ἔλεγε· Θέλω, καθαρίσθητι. Ὅτε δὲ οὗτος οὐδὲν ἄξιον τῆς αὐτοῦ δυνάμεως ἐφθέγξατο εἰπών· Εἰ δύνασαι, βοήθει μοι, ὅρα πῶς αὐτὸ διορθοῦται, ὡς οὐ δεόντως εἰρημένον. Τί γὰρ φησιν; Εἰ δύναται πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. Ὁ δὲ λέγει, τοιοῦτον ἐστι·  Τοσαύτη παρ’ ἐμοὶ δυνάμεως περιουσία, ὡς καὶ ἑτέρους δύνασθαι ποιεῖν ταῦτα θαυματουργεῖν. Ὥστε ἄν πιστεύῃς ὡς δεῖ, καὶ αὐτὸς δύνασαι θεραπεῦσαι, φησί, καὶ τοῦτον καὶ ἑτέρους πολλούς. Καὶ ταῦτα εἰπών, ἀπήλλαξε τῶν δαιμονῶντα. Σὺ δὲ μὴ μόνον ἐντεῦθεν αὐτοῦ σκόπει τὴν πρόνοιαν καὶ τὴν εὐεργεσίαν, ἀλλὰ καὶ ἐξ ἐκείνου τοῦ καιροῦ, οὗ συνεχώρησεν ἔνδον εἶναι τὸν δαίμονα. Καὶ γὰρ εἰ μὴ πολλῆς προνοίας καὶ τότε ἀπέλαυεν ὁ ἄνθρωπος, πάλαι ἄν ἀπολώλει. Καὶ γὰρ εἰς τὸ πῦρ αὐτὸν ἔβαλλε φησί, καὶ εἰς τὸ ὕδωρ. Ὁ δὲ ταῦτα τολμῶν καὶ ἀνεῖλεν ἄν πάντως, εἰ μὴ καὶ ἐν τοσαύτῃ μανίᾳ πολὺν ἐπέθηκεν ὁ Θεὸς αὐτῷ τὸν χαλινόν· ὥσπερ οὖν καὶ ἐπ’  ἐκείνων τῶν γυμνῶν, τῶν ἐν ταῖς ἐρημίαις τρεχόντων, καὶ λίθοις ἑαυτοὺς κατακοπτόντων. Εἰ δὲ σεληνιαζόμενον καλεῖ, μηδὲν θορυβηθῇς· τοῦ γὰρ πατρὸς του δαιμονῶντος ἐστιν ἡ φωνή.
Πῶς οὖν φησὶ καὶ ὁ εὐαγγελιστὴς, ὅτι σεληνιαζόμενους πολλοὺς ἐθεράπευσεν; Ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας αὐτοὺς καλῶν. Ὁ γὰρ δαίμων ἐπὶ διαβολῇ τοῦ στοιχείου καὶ ἐπιτίθεται τοις ἁλοῦσι, ἅπαγε· ἀλλ’ αὐτὸς τοῦτο κακουργῶν εἰς  τὴν τοῦ στοιχείου διαβολήν.  Διὸ καὶ πεπλανημένη παρὰ τοῖς ἀνοήτοις ἐκράτησε δόξα, καὶ οὕτω τοὺς τοιούτους καλοῦσι  δαίμονας ἀπατώμενοι· οὐδὲ γὰρ ἐστι τοῦτο ἀληθές. Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν, ἠρώτησαν αὐτόν, τίνος ἕνεκεν οὐκ ἠδυνήθησαν  αὐτοὶ τὸν δαίμονα ἐκβαλεῖν. Ἐμοὶ δοκοῦσιν ἀγωνιᾶν καὶ δεδοικέναι, μήποτε τὴν χάριν, ἥν   ἐπιστεύθησαν,  ἀπώλεσαν. Ἔλαβον γὰρ ἐξουσίαν κατὰ δαιμόνων ἀκαθάρτων, Διὸ καὶ ἐρωτῶσι κατ’ ἰδίαν αὐτῷ προσελθόντες, οὐκ αἰσχυνόμενοι (εἰ γὰρ τὸ ἔργον ἐξῆλθε, καὶ ἠλέχθησαν, περιττὸν ἦν αἰσχύνεσθαι λοιπὸν τὴν διὰ τῶν λόγων ὁμολογίαν)·  ἀλλ’ ἐπειδὴ περὶ ἀπορρήτου καὶ μεγάλου πράγματος ἔμελλον αὐτὸν ἐρωτᾷν. Τί οὖν ὁ Χριστός; Διὰ τὴν ἀπιστίαν  ὑμῶν, φησίν. Ἐὰν γὰρ ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε, τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει  ὑμῖν.  Εἰ  δὲ λέγοις,  Ποῦ  ὄρος μετέθηκαν;  ἐκεῖνο  ἄν  εἴποιμι, ὅτι  πολλῷ   μείζονα  ἐποίησαν, μυρίους νεκροὺς  ἀνάστήσαντες.     Οὐδὲ γὰρ  ἴσον, ὄρος  μεταστῆσαι, καὶ θάνατον ἀπὸ σώματος κινῆσαι. Λέγονται δὲ μετ’  ἐκείνους   ἅγιοί  τινες  ἐκείνων ἐλάττους πολλῷ, καὶ ὄρη χρείας καλεσάσης μεταθεῖναι. Ὅθεν δῆλον ὡς καὶ οὗτοι  μετέθεσαν ἄν, καταλύσης  χρείας.  Εἰ  δὲ   τότε  οὐκ   ἐγένετο χρεία, μὴ ἐγκάλει.   Ἄλλως  δὲ   καὶ  αὐτὸς οὐκ  εἶπεν, ὅτι Μεταστήσετε   πάντως, ἀλλ’  ὅτι Δυνήσεσθε  καὶ  τοῦτο. Εἰ δὲ  οὐ  μετέστησαν, οὐκ    ἐπειδὴ οὐκ ἠδυνήθησαν, (πῶς γάρ, οἱ τὰ  μείζονα δυνηθέντες;)  ἀλλ’ ἐπειδὴ οὐκ ἐβουλήθησαν, διὰ τὸ  μὴ γενέσθαι χρείαν. Εἰκὸς δὲ καὶ γεγενῆσθαι τοῦτο, καὶ μὴ  γέγραφθαι·  οὐδὲ   γὰρ  πάντα ἅ  ἐθαυματούργησαν ἐγράφη. Τότε μέντοι  ἀτελέστερον  πολλῷ    διέκειντο.  Τί οὖν;  οὐδὲ   ταὐτην τὴν  πίστην  εἶχον τότε;  Οὐκ εἶχον· οὐδὲ γὰρ   ἀεὶ οἱ αὐτοὶ ἦσαν· ἐπεὶ καὶ Πέτρος νῦν μὲν μακαρίζεται,  νῦν  δὲ ἐπιτιμᾶται· καὶ οἱ λοιποὶ δὲ εἰς ἄνοιαν σκώπτονται παρ’ αὐτοῦ, ὅτε  οὐ  συνῆκαν  τὸ περὶ  τῆς ζύμης   λόγον.   Συνέβη δὲ καὶ τότε τοὺς μαθητὰς ἀσθενῆσαι·  ἀτελέστερον γὰρ  διέκειντο  πρὸ τοῦ σταυροῦ. Πίστιν δὲ ἐνταῦθα  λέγει τὴν τῶν σημείων, καὶ σινάπεως μέμνηται τὴν ἄφατον αὐτῆς δηλῶν  δύναμιν. Εἰ γὰρ καὶ τῷ ὄγκῳ μικρὸν εἶναι τὸ σινάπι δοκεῖ, ἀλλὰ τῇ δυνάμει ἁπάντων ἐστὶ σφοδρότερον. Δεικνὺς τοίνυν, ὅτι καὶ τὸ ἐλάχιστον  τῆς  γνησιάς πίστεως μεγάλα δύναται, ἐμνήσθη τοῦ σινάπεως· καὶ οὐδὲ μέχρι τούτο ἔστη μόνον, ἀλλὰ  καὶ  ὄρη προσέθηκε, καὶ περαιτέρω προέβη. Οὐδὲν γάρ, φησίν, ἀδυνατήσει ὑμῖν.
δ΄ Σὺ δὲ κἀνταῦθα αὐτῶν θαύμασον  τὴν φιλοσοφίαν, καὶ τοῦ Πνεύματος τὴ ἰσχύν· τὴν μὲ φιλοσοφίαν, ὅτι οὐκ ἔκρυψαν αὐτῶν τὸ ἐλάττωμα· τοῦ δὲ Πνεύματος τὴν ἰσχύν, ὅτι τοὺς οὐδὲ  κόκκον  σινάπεως ἔχοντας οὕτω κατὰ μικρὸν  ἀνήγαγον, ὡς ποταμοὺς καὶ πηγὰς ἐν αὐτοῖς πίστεως ἀναδοῦναι. Τὸ δὲ γένος τοῦτο οὐκ ἐκπορεύεται, εἰ  μὴ  ἐν  προσευχῇ καὶ νηστείᾳ· τὸ τῶν δαιμόνων ἅπαν, οὐ τὸ τῶν σεληνιαζομένων λέγων μόνον. Ὁρᾷς  πῶς αὐτοῖς  ἤδη τ ὸν περὶ νηστείας προκαταβάλλεται λόγον. Μὴ γὰρ μοι ἀπὸ τῶν σπανιζόντων λέγει, ὅτι τινὲς καὶ χωρὶς νηστείας ἐξέβαλον. Εἰ γὰρ καὶ περὶ τῶν ἐπιτιμώντων τοῦτο ἄν εἴποι τις ἑνὸς που καὶ δευτέρου, ἀλλὰ πάσχοντα ἀμήχανόν ποτε τρυφῶντα ἀπαλλαγῆναι τῆς μανίας  ταύτης. Δεῖ γὰρ μάλιστα τοῦ πράγματος τούτο τῷ τὰ τοιαῦτα νοσοῦντι. Καὶ μὴν εἰ πίστεως χρεία, φησί, τί δεῖ νηστείας;  Ὅτι μετὰ τῆς πίστεως κἀκεῖνο οὐ μικρὰν εἰσάγει τὴν ἰσχύν. Καὶ γὰρ φιλοσοφίαν πολλὴν ἐνίθησι, καὶ ἄγγελον ἐξ ἀνθρώπου κατασκευάζει, καὶ ταῖς ἀσωμάτοις  δυνάμεσι   πυκτεύει· ἀλλ’ οὐκ καθ’ ἑαυτήν, ἀλλὰ  δεῖ καὶ εὐχῆς, καὶ πρώτης εὐχῆς. Ὅρα γοῦν ὅσα ἀγαθὰ  ἐξ ἀμφοτέρων γίνεται. Ὁ γὰρ εὐχόμενος ὡς χρή, καὶ νηστεύων, οὐ  πολλῶν  δεῖται · ὁ  δὲ  πολλῶν  μὴ δεόμενος οὐκ ἄν  γένοι το φιλοχρήματος· ὁ μὴ φιλοχρήματος, καὶ πρὸς ἐλεημοσύνη ἐπιτηδειότερος. Ὁ νηστεύων κουφός ἐστι καὶ ἐπτερωμένος, καὶ μετὰ νήψεως εὔχεται, καὶ τὰς ἐπιθυμίας σβέννυσι τὰς πονηράς, καὶ ἐξιλεοῦται  Θεόν, καὶ   ταπεινοῖ τὴν ψυχὴν ἐπαιρομένην.  Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ἀεὶ σχεδὸν  ἐνήστευον. Ὁ  εὐχόμενος μετὰ νηστείας διπλᾶς ἔχει τὰς πτέρυγας, καὶ τῶν ἀνέμων αὐτῶν  κουφοτέρας.  Οὐδὲ   γὰρ χασμᾶται καὶ διατείνεται καὶ ναρκᾷ εὐχόμενος, ὅπερ πάσχουσιν  οἱ πολλοῖ·  ἀλλ’ ἔστι πυρὸς σφοδρότερος, καὶ τῆς γῆς ἀνώτερος. Διὸ καὶ μάλιστα ὁ τοιοῦτος τοῖς δαίμοσιν  ἐχθρὸς  καὶ  πολέμιος. Οὐδὲν  γὰρ  ἀνθρώπου  γνησίως εὐχομένου  δυνατώτερον.  Εἰ γὰρ γυνὴ  ὠμόν  τινα  ἄρχοντα, καὶ  οὔτε Θεὸν φοβούμενον, οὔτε  ἄνθρωπον ἐντρεπόμενον, ἴσχυσεν  ἐπικάμψαι, πολλῷ μᾶλλον  τὸν  Θεὸν ἐπισπάσεται ὁ συνεχῶς αὐτῷ προσεδρεύων, καὶ γαστρὸς κρατῶν, καὶ τρυφὴν ἐκβάλλων.
Εἰ δὲ ἀσθενὲς σοι τὸ σῶμα, ὥστε  νηστεύειν  διηνεκῶς,  ἀλλ’ οὐκ εἰς προσευχὴν ἀσθενές,  οὐδὲ  πρὸς ὑπεροψίαν γαστρὸς ἄτονον. Εἰ γὰρ καὶ νηστεύειν  οὐ  δύνασαι, ἀλλὰ μὴ  τρυφᾷν  δύνασαι· οὐ  μικρὸν  δὲ καὶ τοῦτο, οὐδὲ πολὺ νηστείας ἀπέχον· ἀλλ’ ἱκανὸν μὲν  καὶ τοῦτο  κατασπάσαι τοῦ  διαβόλου  τὴν  μανίαν.  Καὶ γὰρ  οὐδὲν  οὕτως  ἐκείνῳ  τῷ δαιμόνι φίλον, ὡς τρυφὴ καὶ μέθη· ἐπειδὴ καὶ πηγὴ καὶ μήτηρ ἐστὶν  ἁπάντων τῶν κακῶν. Διὰ ταύτης γοῦν ποτε τοὺς Ἰσραηλίτας  εἰς εἰδωλολατρείαν ἐνέβαλε· διὰ ταύτης τοῦς Σοδομίτας εἰς παρανόμους ἀνῆψεν ἔρωτας. Τοῦτο  γάρ, φησί, τὸ  ἀνόμημα  Σοδόμων· ἐν ὑπερηφανίᾳ  καὶ ἐν πλησμονῇ ἄρτων, καὶ εὐθηνίαις ἐσπατάλων. Διὰ ταύτης μυρίους ἑτέρους ἀπώλεσε, καὶ τῇ  γεένῃ  παρέδωκε. Τὶ γὰρ οὐκ  ἐργάζεται  κακὸν  ἡ τρυφή;  Χοίρους  ἐξ ἀνθρώπων ποιεῖ, καὶ χοίρων χείρους. Ὁ μὲν γὰρ χοῖρος  βορβόρῳ ἐγκαλινδεῖται, καὶ κόπρῳ τρέφεται· οὗτος δὲ ἐκείνης βδευκοτέραν σιτεῖται τράπεζαν, μίζει ἐπινοῶν ἀθέσμους, καὶ παρανόμους ἔρωτας. Ὁ τοιοῦτος οὐδὲν δαιμονῶντος διενήνοχεν· ὁμοίως γὰρ ἀναισχυντεῖ καὶ μαίνεται. Καὶ τὸν μὲν δαιμονῶντα  κἄν  ἐλεοῦμεν, τοῦτον  δὲ  ἀποστρεφόμεθα  καὶ   μισοῦμεν.  Τί δήποτε;   Ὅτι αὐθαίρετον  ἐπιστᾶται  μανίαν,  καὶ  τὸ στόμα, καὶ τοὺς  ὀφθαλμοὺς  καὶ ρῖνας, καὶ πάντα  ἁπλῶς ὀχετοὺς ἁμάρας ἐργάζεται.  Εἰ  δὲ καὶ τὰ ἔνδον ἴδοις, ὄψει καὶ τὴν ψυχὴν  καθάπερ  ἔν τινι χειμῶνι  καὶ  κρυμῷ  πεπηγυῖαν,  καὶ  ναρκῶσαν, καὶ  οὐδὲν τὸ σκάφος ὠφελῆσαι δυναμένην διὰ τὴν τοῦ χειμώνος ὑπερβολήν.  Αἰσχύνομαι  εἰπεῖν, ὅσα ἀπὸ τρυφῆς  πάσχουσιν  ἄνδρες  καὶ γυναῖκες κακά· τῷ δὲ αὐτῶν  καταλείπω  συνειδότι, τῷ ταῦτα  ἀκριβέστερον  εἰδότι. Τί γὰρ αἰσχρότερον γυναικὸς  μεθυούσης,  ἤ ἁπλῶς παραφερομένης;   Ὅσῳ  γὰρ ἀσθενέστερον τὸ σκεῦος, τοσούτῳ  πλέον τὸ ναυάγιον, ἄν τε  ἐλευθέρα  ἧ, ἄν  τε δούλη.  Ἡ μὲν  γὰρ  ἐλευθέρα  ἐν μέσῳ  τῷ θεάτρῳ  τῶν δούλων  ἀσχημονεῖ·   δὲ δούλη πάλιν ὁμοίως  μεταξὺ τῶν δούλων· καὶ  παρασκευάζουσι  τοῦ  Θεοῦ  τὰ   δῶρα  βλασφημεῖσθαι παρὰ τῶν ἀνοήτων.  Πολλῶν γοῦν  ἀκούω  λεγόντων,  ὅταν ταῦτα   συμβαίνῃ  τὰ  πάθη·  Μὴ   ἔστω  οἶνος.  Ὤ τῆς ἀνοίας!  ὤ τῆς παραπληξίας!  Ἄλλων ἁμαρτανόντων   ταῖς  τοῦ  Θεοῦ  δωρεαῖς  ἐγκαλεῖς;  καὶ   πόσης  τοῦτο  μανίας;  Μὴ  γὰρ  ὁ οἶνος ἐποίησεν, ἀλλ’ ἡ ἀκολασία τῶν ἀπολαυόντων κακῶς.  Εἰπέ  τοίνυν,  Μὴ  ἔστω μέθη,  μὴ ἔστω τρυφή· εἰ δὲ λέγοις,  Μὴ ἔστω οἶνος, ἐσεῖς  κατὰ  μικρὸν  προβαίνων.  Μὴ  ἔστω  σίδηρος, διὰ τοὺς ἀνδροφόνους· Μὴ ἔστω νύξ, διὰ τοὺς κλέπτας· Μὴ ἔστω φῶς, διὰ  τοὺς  συκοφάντας·  μὴ  ἔστω  γυνή, διὰ  τὰς μοχείας· καὶ πάντα ἁπλῶς ἀναιρήσεις.
ε΄. Ἀλλὰ μὴ οὕτω ποίει·  σατανικῆς γὰρ τοῦτο γνώμης· μηδὲ διάβαλλε τὸν οἶνον, ἀλλὰ τὴν μέθην· καὶ λαβὼν τοῦτον αὐτὸν νήφοντα, ὑπόγραψον πᾶσαν αὐτοῦ τὴν ἀσχημοσύνην, καὶ εἰπέ τοὺς αὐτὸν· Οἶνος ἐδόθη, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀσχημονοῦμε· ἵνα γελῶμεν, οὐχ ἵνα γελώμεθα· ἵνα ὑγιαίνωμεν, οὐχ ἵνα νοσῶμεν· ἵνα ἀσθένειαν σώματος διορθωσώμεθα, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλωμεν. Ἐτίμησέ σε ὁ Θεὸς τῷ δώρῳ· τί σαυτὸν ὑβρίζεις τῇ ἀμετρία; Ἄκουσον τί φησίν ὁ Παῦλος· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνὰς σου ἀσθενείας. Εἰ δὲ ὁ ἅγιος ἐκεῖνος καὶ νόσῳ κατεχόμενος, καὶ ἐπαλλήλους ἀρρωστίας ὑπομένων, οὐ μετέβαλεν οἴνου, ἕως ἐπέτρεψεν ὁ διδάσκαλος, τίνα ἄν σχοίημεν συγγνώμην ἡμεῖς ἐν ὑγείᾳ μεθύοντες; Ἐκείνῳ  μὲν  ἔλεγεν, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχό σου· ὑμῶν δὲ ἑκάστω τῶν μεθυόντων ἐρεῖ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πορνείας, διὰ τὰς πυκνὰς  αἰσχρολογίας,  διὰ  τὰς ἑτέρας  ἐπιθυμίας τὰς πονηράς, ἄς ἡ μέθη  τίκτειν εἴωθεν. Εἰ δὲ μὴ βούλεσθε διὰ ταῦτα  ἀπέχεσθαι, διὰ  χοῦν τὰς ἀθυμίας τὰς ἐξ αὐτοῦ καὶ τὰς ἀηδίας ἀπέχεσθαι. Οἶνος γὰρ εἰς εὐφροσύνην ἐδόθη· Οἶνος γὰρ, φησίν, εὐφραίνει καρδίαν ἀνθρώπου· ὑμεῖς δὲ καὶ ταύτην αὐτοῦ λυμαίνεσθε τὴν ἀρετήν.  Ποία γὰρ εὐφροσύνη μὴ εἶναι ἐν ἑαυτῷ καὶ ἀλγηδόνας μυρίας ἔχειν, καὶ πάντα ὁρᾷν περιφερόμενα, καὶ σκοτοδίνῳ  κατέχεσθαι, καὶ κατὰ τοὺς πυρέττοντας δεῖσθαι τῶν ἐλαίῳ καταβρεχόντων τὰς κεφαλάς; Ταῦτα μοι οὐ πρὸς πάντας εἴρηται, μᾶλλον δὲ πρὸς πάντας· οὐκ ἐπειδὴ πάντες μεθύουσι· μὴ γένοιτο· ἀλλ’ ἐπειδὴ τῶν μεθυόντων οἱ μὴ μεθόντες οὐ φροντίζουσι. Διὰ τοῦτο καὶ πρὸς ὑμᾶς ἀποτείνομαι μᾶλλον, τοὺς ὑγιαίνοντας· ἐπεὶ καὶ ἰατρὸς τοὺς  ἀρρωστοῦντας ἀφείς, ἐκείνους διαλέγεται τοῖς παρακαθημένοις αὐτοῖς. Πρὸς ὑμᾶν τοίνυν ἀποτείνων τὸν λόγον,  παρακαλῶ  μήτε ἁλῶναί ποτε τῷ πάθει τούτῳ, καὶ τοὺς ἁλόντας ἀνιμᾶσθαι, ἵνα  μὴ  τῶν ἀλόγων  φαίνωνται χείρους.  Ἐκε ῖνα μὲν γὰρ  πλέον τῆς χρείας οὐδὲν ἐπιζητεί· οὗτοι δὲ κἀκείνων ἁλογώτεροι  γεγόνασι, τοὺς  τῆς   συμμετρίας ὑπερβαίνοντες ὅρους. Πόσῳ γὰρ βελτίων τούτων ὁ ὄνος; πόσῳ δὲ ἀμείνων ὁ κύων; Καὶ γὰρ  ἕκαστον τούτων τῶν ζώων, καὶ τῶν ἄλλων δὲ ἁπάντων, ἄν τε φαγεῖν, ἄν τε πιεῖν  δέῃ, ὅρον τὴν  αὐτάρκειαν  οἶδε, καὶ πέρα τῆς χρείας οὐ πρόεισι· κἄν  μυρίοι οἱ καταναγκάζοντες ὧσιν, οὐκ ἀνέξεται  ἐξελθεῖν  εἰς ἀμετρίαν.  Οὐκοῦν  ταύτῃ     καὶ τῶν  ἀλόγων χείρους ὑμεῖς, οὐ παρὰ τοὺς ὑγιαίνουσι μόνον, ἀλλὰ  καὶ παρ’ ὑμῖν αὐτοῖς. Ὅτι γὰρ   καὶ κυνῶν καὶ  ὄνων  ἀτιμοτέρους ἑαυτοὺς εἶναι κεκρίκατε,  δῆλον ἐκεῖθεν. Τὰ μὲν γὰρ ἄλογα ταῦτα οὐκ ἀναγκάζεις πέρα τοῦ μέτρου τροφῆς ἀπολαύειν· κἄν ἔρηταί τις,  Διατί;  Ἵνα μὴ καταβλάψῃς, ἐρεῖς·  σαυτῷ δὲ οὐδὲ ταύτην παρέχει ς τὴν πρόνοιαν. Οὕτω κἀκείνων  σαυτὸν εὐτελέστερον εἶναι νομίζεις, καὶ περιορᾷς διηνεκῶς  χειμαζόμενον.  Οὐδὲ γὰρ ἐν τῇ ἡμέρᾳ τῆς μέθης μόνον  τὴν  ἐκ  τῆς μέθης βλάβην ὑπομένεις, ἀλλὰ καὶ μετὰ τὴν ἡμέραν ἐκείνην.  Καὶ  καθάπερ  πυρετοῦ παρελθόντος, ἡ  ἐκ  τοῦ  πυρετοῦ  μένει  λύμῃ·  οὕτω καὶ μέθης  ἀπελθούσης, ἡ  τῆς  μέθης  ζάλη  καὶ  ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι στρέφεται·  καὶ  τὸ μὲν  ἄθλιον  σῶμα κεῖται παραλυθέν, καθάπερ ὑπὸ ναυαγίου  σκάφος·   δὲ τούτου ταλαιπωτέρα  ψυχή, καὶ τούτου διαλυθέντος τὸν χειμῶνα διεγείρει, καὶ τὴν ἐπιθυμίαν ἀνάπτει, καὶ ὅταν δοκῇ   σωφρονεῖν, τότε μάλιστα μαίνετε, οἶνον καὶ πίθους καὶ φιάλας καὶ κρατῆρας φανταζομένη. Καὶ καθάπερ  ἐν  χειμῶν  παυθείσης τῆς ζάλης, ἡ διὰ τὸν χειμῶνα μένει ζημία· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ γὰρ ὥσπερ ἐκεῖ τῶν ἀγωγίμων, οὕτω καὶ ἐνταῦθα  ἐκβολὴ γίνεται σχεδὸν ἁπάντων τῶν ἀγαθῶν. Κἄν σωφροσύνην εὕρῃ, κἄν ἰδῶ, κἄν σύνεσιν, κἄν ἐπιείκειαν, κἄν ταπεινοφροσύνην, πάντα ρίπτει εἰς τὸ τῆς παρανομίας πέλαγος ἡ  μέθη.  Ἀλλὰ  τὰ  μετὰ  ταῦτα  οὐκέτι  ὅμοια. Ἐκεῖ  μὲν  γὰρ μετὰ τὴν ἐκβολὴν  τὸ σκάφος κουφίζεται· ἐνταῦθα δὲ βαρύνεται μᾶλλον. Ἀντὶ γὰρ ἐκείνου τοῦ πλούτου δέχεται ψάμμον  καὶ ὕδωρ ἁλμυρόν, καὶ πάντα τὸν τῆς μέθης φορυτόν, ἅπερ ἅμα τοῖς ἐπιβάταις καὶ τῷ κυβερνήτῃ καταβαπτίζει τὸ σκάφος εὐθέως. Ἵν’ οὖν μὴ ταῦτα πάσχωμεν, ἀπαλλάξωμεν ἑαυτοὺς  τοῦ χειμῶνος. Οὐκ ἔστι μετὰ μέθης βασιλείαν οὐρανῶν ἰδεῖν. Μὴ πλανᾶσθε γάρ, φησὶν οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ τὶ λέγω βασιλείαν; Μετὰ γὰρ μέθης οὐδὲ τὰ παρόντα ἔστιν ἰδεῖν. Καὶ γὰρ τὰς ἡμέρας νύκτας ἐργάζεται ἡμῖν ἡ μέθη, καὶ τὸ φῶς  σκότος· καὶ τῶν ὀφθαλμῶν  ἀνεῳγμένων οὐδὲ τὰ ἐν ποσὶ βλέπουσιν οἱ μεθύοντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ἀλλὰ καὶ μετὰ τούτων καὶ ἑτέραν χαλεπωτάτην ὑπομένουσι δίκην, ἀθυμίας ἀλόγους,  μανίαν, ἀρρωστίαν, γέλωτα, ὄνειδος  διηνεκῶ ς ὑπομένοντες. Ποῖα τοίνυν συγγνώμη τοῖς ἑαυτοὺς τοσούτοις περιπείρουσι κακοίς;  Οὐκ  ἔστιν οὐδεμία. Φύγωμεν  τοίνυν τὸ νόσημα, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου  ἡμῶν Ἰησοῦ Χριστοῦ, ὧ  ἡ δόξα  καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

α΄. Δὲν τὸ γνώριζαν ἀσφαλῶς ἀπὸ τὶς Γραφὲς, ἀλλὰ ἦταν ἑρμηνεία δική τους καὶ κυκλοφοροῦσε ὁ λόγος αὐτὸς ἀνάμεσα στὸν ἄπειρο λαό, ὅπως καὶ σχετικὰ μὲ τὸ Χριστό. Γι’ αὐτὸ ἔλεγε ἡ Σαμαρείτισσα· Ἔρχεται ὁ Μεσσίας. Ὅταν ἔρθη ἐκεῖνος θὰ μᾶς τὰ ἀναγγείλη ὅλα. Κι ἐκεῖνοι ρωτοῦσαν τὸν Ἰωάννη· Ὁ Ἠλίας εἶσαι ἤ ὁ προφήτης; Ὅπως εἶπα ὑπῆρχε καὶ ὁ λόγος γιὰ τὸ Χριστὸ καὶ ὁ λόγος γιὰ τὸν Ἠλία, ἀλλὰ δὲν τὸν ἐξηγοῦσαν ὅπως ἔπρεπε. Οἱ Γραφὲς ἀναφέρουν δύο παρουσίες τοῦ Χριστοῦ ἀυτὴν ποὺ ἔχει πραγματοποιηθῆ κι ἐκείνη ποὺ θὰ γίνη. Αὐτὲς ἐννοοῦσε ὁ Παῦλος ὅταν ἔλεγε· Φάνηκε ἡ χάρη τοῦ Θεοῦ ἡ σωτηρία καὶ μᾶς διδάσκει, ἀφοῦ ἀρνηθοῦμε τὴν ἀσέβεια καὶ τὶς ἐπιθυμίες τοῦ κόσμου, νὰ ζήσωμε μὲ σωφροσύνη καὶ δικαιοσύνη καὶ εὐσέβεια. Αὐτὴ εἶναι ἡ μία. Ἄκουσε πῶς φανερώνει καὶ τὴν ἄλλη. Ὅταν εἶπα αὐτά, ἐπρόσθεσε· Καλλιεργῶντας τὴ μακάρια ἐλπίδα καὶ τὴν παρουσία τοῦ μεγάλου Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ. Καὶ οἱ προφῆτες ἀναφέρουν τὴ μία καὶ τὴν ἄλλη. Τῆς μιᾶς, τῆς δεύτερης, λένε ὅτι πρόδρομος θὰ γίνη ὁ Ἠλίας. Τῆς πρώτης πρόδρομος ἔγινε ὁ Ἰωάννης, ποὺ ὁ Χριστὸς τὸν ὀνομάζει Ἠλία. Ὄχι ἐπειδὴ ἦταν ὁ Ἠλίας, ἀλλὰ ἐπειδὴ ἐκτελοῦσε τὸ ἔργο ἐκείνου. Ὅπως ἐκεῖνος θὰ γίνη πρόδρομος τῆς δευτέρας, ἔτσι κι αὐτὸς ἔγινε πρόδρομος τῆς πρώτης. Ἀλλὰ οἱ γραμματεῖς δημιουργῶντας σύγχυση σ’ αὐτὰ καὶ κατευθύνοντας στραβὰ τὸν λαό, τοῦ ἀνέφεραν ἐκείνη μόνο, δηλαδὴ τὴ δευτέρα παρουσία καὶ ἔλεγαν ὅτι ἄν εἶναι αὐτὸς ὁ Χριστὸς ἔπρεπε νὰ προηγηθῆ ὁ Ἠλίας. Γι’ αὐτὸ καὶ οἱ μαθητὲς ρωτοῦν, πῶς ἰσχυρίζονται οἱ γραμματεῖς ὅτι ἔπρεπε νὰ προηγηθῆ ὁ Ἠλίας; Καὶ γι’ αὐτὸ κι οἱ Φαρισαῖοι ἔστειλαν στὸν Ἱωάννη καὶ ρωτοῦσαν, ἄν εἶσαι σὺ ὁ Ἠλίας; Πουθενὰ δὲν ἀνέφεραν τὴν πρώτη παρουσία. Ποιὰ εἶναι ἡ λύση ποὺ ἔδωσε ὁ Χριστός; Ὅτι ὁ Ἠίας θαρθῆ τότε, πρὶν ἀπὸ τὴν Δευτέρα παρουσία μου. Ἀλλὰ καὶ τώρα ἔχει ἔλθει ὁ Ἠλίας. Ἔτσι ἔλεγε τὸν Ἰωάννη. Αὐτὸς ἦρθε σὰν Ἠλίας. Ἄν ζητῆς τὸ Θεσβίτη, ἔρχεται κι ἐκεῖνος. Γι’ αὐτὸ κι ἔλεγε. Ἔρχεται ὁ Ἠλίας καὶ θὰ τ’ ἀποκαταστήση ὅλα. Ποιὰ ὅλα; Ὅσα ἔλεγε ὁ προφήτης Μαλαχίας. Λέει ὁ προφήτης· Θὰ σᾶς στείλω τὸν Ἠλία τὸ Θεσβίτη ποὺ θὰ συμφιλιώση τὴν καρδιὰ τοῦ πατέρα μὲ τοῦ γιοῦ, γιὰ νὰ μὴν ἔρθω καὶ χτυπήσω καίρια τὴ γῆ.  Βλέπετε τὴν ἀκρίβεια τοῦ προφητικοῦ λόγου; Ἐπειδὴ ὁ Χριστὸς ἐκάλεσε τὸν Ἰωάννη Ἠλία, ἐξ αἰτίας τῆς κοινότητας τοῦ ἔργου, γιὰ νὰ μὴ νομίσετε τώρα ὅτι αὐτὸ λέγεται κι ἀπὸ τὸν προφήτη πρόσθεσε καὶ τὴν παρουσία του  μὲ τὴ λέξη Θεσβίτης. Ὁ Ἰωάννης δὲν ἦταν Θεσβίτης. Μαζὶ μ’ αὐτὸ θέτει καὶ δεύτερο ὑπαινιγμό· Μὴν ἔρθω καὶ χτυπήσω καίρια τὴ γῆ, ἀναφερόμενος στὴ φοβερὴ δεύτερη παρουσία του. Κατὰ τὴν πρώτη παρουσία του δὲν ἦθρε νὰ χτυπήση τὴ γῆ. Δὲν ἦρθα λέγει γιὰ νὰ κρίνω τὸν κόσμο ἀλλὰ γιὰ νὰ σώσω τὸν κόσμο. Τὸ εἶπε λοιπὸν αὐτὸ φανερώνοντας ὅτι πρὶν ἀπὸ τὴν παρουσία ποὺ περιέχει τὴν κρίση, ἔρχεται ὁ Θεσβίτης.  Φανερώνει μαζὶ καὶ τὴν αἰτία τῆς παρουσίας του.  Μὲ τὸν ἐρχομό του θὰ πείση τοὺς Ἰουδαίους νὰ πιστέψουν στὸ Χριστὸ καὶ νὰ μὴ χαθοῦν ὅλοι μαζὶ ὅταν ἔρθη. Αὐτὸ θέλει νὰ φέρη στὴ μνήμη τους καὶ τοὺς λέει· Καὶ θ’ ἀποκαταστήση ὅλα. Θὰ διορθώση δηλαδὴ τὴν ἀπιστία τῶν Ἰουδαίων ποὺ θὰ εἶναι τότε στὴ ζωή.  Γι’ αὐτὸ καὶ μίλησε μὲ περισσὴν ἀκρίβεια.  Δὲν εἶπε θὰ συμφιλιώση τὴν καρδιὰ τοῦ γιοῦ μὲ τὸν πατέρα ἀλλὰ τοῦ Πατέρα μὲ τοῦ γιοῦ. Ἐπειδὴ οἱ Ἰουδαῖοι ἦσαν πατέρες τῶν Ἀποστόλων  λέει ὅτι θὰ συμφιλιώση μὲ τὴ διδασκαλία τῶν παιδιῶν τους, δηλ. τῶν ἀποστόλων, τὶς καρδιὲς τῶν πατέρων τους, δηλαδή, τὴν ψυχὴ τοῦ Ἰουδαϊκοῦ γένους.
Σᾶς λέγω ὅτι ὁ Ἠλίας ἦρθε καὶ δὲν τὸν κατάλαβαν ἀλλὰ τοῦ ἔκαμαν ὅσα θέλησαν. Ἔτσι καὶ ὁ Γιὸς τοῦ ἀνθρώπου θὰ κακοπαθήση ἀπ’ αὐτούς. Τότε κατανόησαν ὅτι τοὺς εἶπε γιὰ τὸν Ἰωάννη. Δὲν τοὺς τὸ εἶπαν ὅμως οὔτε οἱ γραμματεῖς, οὔτε οἱ Γραφές. Εἶχαν γίνει προθυμότεροι καὶ προσεκτικώτεροι στὰ λεγόμενα καὶ γι’ αὐτὸ καταλάβαιναν γρήγορα. Ἀπὸ ποῦ τὸ κατάλαβαν οἱ μαθηταί; Τοὺς εἶχε μιλήσει ἀπὸ προηγούμενα ὅτι αὐτὸς εἶναι ὁ Ἠλίας ποῦ πρόκειται νἀρθῆ. Ἐδῶ τοὺς λέει, ἦρθε. Κι ὅτι ὁ Ἠλίας ἔρχεται καὶ θὰ τ’ ἀποκαταστήση ὅλα. Μὴν ἀπορήσης καὶ μὴ νομίσης ὅτι ὁ λόγος ἔχει πλανηθῆ, λέγοντας ἄλλοτε δὲν θαρθῆ κι ἄλλοτε ὅτι ἤρθε. Ἀληθινὰ εἶναι ὅλα. Ὅταν λέει ὅτι ἔρχεται ὁ Ἠλίας καὶ θὰ τ’ ἀποκαταστήση ὅλα, ἐννοεῖ τὸν ἴδιο τὸν Ἡλία καὶ τὴν ἐπιστροφὴ τῶν Ἰουδαίων ποὺ θὰ συμβῆ τότε. Ὅταν λέη, αὐτὸς ποὺ θἀρθῆ, σύμφωνα μὲ τὴν ταυτότητα τοῦ ἔργου καλεῖ τὸν Ἰωάννη Ἠλία. Γιατὶ καὶ οἱ προφῆτες κάθε ἐπίσημο βασιλιὰ τὸν ἔλεγαν Δαυΐδ καὶ τοὺς Ἰουδαίους τοὺς ἔλεγαν ἄρχοντες τῶν Σοδόμων καὶ γιοὺς τῶν Αἰθιόπων, ἀπὸ τὴ συμπεριφορά τους. Ὅπως ἐκεῖνοι θὰ γίνουν πρόδρομοι τῆς δευτέρας παρουσίας, ἔτσι κι αὐτὸς ἔγινε τῆς πρώτης.
β΄ . Καὶ δὲν τὸν ὀνομάζει γι’ αὐτὸ μονάχα παντοῦ Ἠλία, ἀλλὰ γιὰ νὰ δείξη πόσο αὐτὸς εἶναι σύμφωνος μὲ τὴν Παλαιὰ Διαθήκη, κι ὅτι κι αὐτὴ ἡ παρουσία συμφωνεῖ μὲ τὴν προφητεία. Γι’ αὐτὸ καὶ προσθέτε  ὅτι Ἦρθε καὶ δὲν τὸν κατάλαβαν, ἀλλὰ τοῦ ἔκαναν ὅ,τι θέλησαν. Τί σημαίνει ὅ,τι θέλησαν; Τὸν ἔβαλαν στὸ δεσμωτήριο, τὸν ὕβρισαν, τὸν σκότωσαν, μετέφεραν σὲ δίσκο τὴν κεφαλή του. Ἔτσι καὶ ὁ Γιὸς τοῦ ἀνθρώπου θὰ κακοπαθήση ἀπ’ αὐτούς. Βλέπετε πόσο κατάλληλα τοὺς ὑπενθυμίζει τὸ πάθος, προξενώντας τους πολλὴ ἀνακουφίση ἀπὸ τὰ παθήματα τοῦ Ἰωάννη. Καθὼς ἐπίσης καὶ μὲ τὴν ἄμεση ἐπιτέλεση μεγάλων θαυμάτων.  Γιατὶ ὅταν μιλᾶ γιὰ τὸ πάθος, ἐπιτελεῖ ἀμέσως θαύματα κι ἔπειτα καὶ πρὶν ἀπὸ τοὺς λόγους αὐτούς. Σὲ πολλὰ σημεῖα μπορεῖ κανεὶς νὰ τὸ παρατηρήση. Τότε λοιπόν, γράφει, ἄρχισε νὰ δείχνη ὅτι πρέπη νὰ πάη στὰ Ἱεροσόλυμα καὶ νὰ σκοτωθῆ καὶ νὰ πάθη πολλὰ Πότε τότε; Ὅταν ὡμολογήθηκε ὅτι εἶναι ὁ Χριστὸς κι ὁ Γιὸς τοῦ Θεοῦ.  Στὸ βουνὸ πάλι, ὅταν τὴν θαυμάσια τοὺς ἔδειξε ὄψη του, τοὺς  ὑπενθύμισε τὸ πάθος, ὅταν μίλησαν οἱ προφῆτες γιὰ τὴ δόξα του. Ὅταν διηγήθηκε τὴν ἱστορία ποὺ διέσωσε ὁ Ἰωάννης πρόσθεσε, Ἔτσι καὶ ὁ Γιὸς τοῦ ἀνθρώπου θὰ κακοποιηθῆ ἀπ’ αὐτοὺς.  Τὸ ἴδιο καὶ σὲ λίγο, ὅταν ἔβγαλε τὸ δαίμονα, ποὺ δὲν μπόρεσαν νὰ βγάλουν οἱ μαθηταί του. Καὶ τότε, ὅταν γύριζαν στὴ Γαλιλαία γράφει, ὁ Εὐαγγελιστὴς τοὺς εἶπε ὁ Ἰησοῦς, ὅτι πρόκειται νὰ παραδοθῆ  ὁ Γιὸς τοῦ ἀνθρώπου σὲ χέρια ἀνθρώπων ἁμαρτωλῶν, ποὺ θὰ τὸν σκοτώσουν καὶ τὴν τρίτη μέρα θ’ ἀναστηθῆ. Αὐτὸ τὸ ἔκαμε, γιὰ νὰ μετριάση τὴν ὑπερβολικὴ λύπη μὲ τὸ μέγεθος τῶν θαυμάτων. Προσπαθεῖ νὰ τοὺς ἐνθαρρύνη μὲ κάθε τρόπο· ἐδῶ τοὺς παρηγορεῖ ὑπενθυμίζοντάς τους τὸ θάνατο τοῦ Ἰωάννη. Κι ἄν ἔλεγε κάποιος, γιατὶ δὲν ἀνάστησε καὶ τώρα τὸν Ἠλία νὰ τὸν στείλη, ἀφοῦ τόσα ἀγαθὰ συνεπάγεται ἡ παρουσία του, θὰ ποῦμε ὅτι καὶ τώρα, ποὺ νομιζουν ὅτι ὁ Χριστὸς  εἶναι ὁ Ἠλίας δὲν τὸν ἐπίστευαν.  Ἄλλοι, γράφει ὁ Εὐαγγελιστὴς, σὲ λένε Ἡλία κι ἄλλλοι Ἱερεμία. Καὶ τὸν Ἰωάννη ἀπὸ τὸν Ἠλία μόνο ὁ χρόνος τοὺς χώριζε. Πῶς λοιπὸν τότε θὰ πιστέψουν;  Θὰ τὰ ἀποκαταστήση ὅλα, ὄχι μόνο γιατὶ εἶναι γνώριμος, ἀλλὰ καὶ ἐπειδὴ θὰ κρατήση ὡς τότε καὶ περισσότερο ἡ δόξα τοῦ Χριστοῦ καὶ θὰ εἶναι γιὰ ὅλους λαμπρότερη ἀπ’ τὸν ἥλιο. Ὅταν   λοιπὸν  ὕστερ’ ἀπὸ τόση  τιμὴ  καὶ προσδοκία  ἔρθη ἐκεῖνος κηρύττοντας τὰ ἴδια  μ’ αὐτὸν καὶ ἀναγγέλοντας τὸν Ἰησοῦ,  θὰ δεχτοῦν   πιὸ εὔκολα τοὺς λόγους. Κι ὅταν, λέει, δὲν τὸν κατάλαβαν, ἀναφέρεται καὶ στὰ δικά του. Καὶ δὲν τοὺς ἐνισχύει μ’ αὐτὸ τὸν τρόπο μόνο ἀλλὰ καὶ μὲ τὴν  ἀπόδειξη  ὅτι  ἄδικα πάσχει καὶ μὲ τὴ συγκάλυψη τῶν  λυπηρῶν  μὲ  δυὸ θαύματα, τὸ ἕνα  πάνω  στὸ  βουνὸ  καὶ μὲ ὅ,τι πρόκειται νὰ γίνη . Τ’ ἄκουσαν  αὐτὰ  ἀλλὰ δὲ ρωτοῦν πότε ἔρχεται ὁ Ἠλίας ἀπὸ τὴ λύπη γιὰ τὸ πάθος ἤ ἀπὸ φόβο. Πολλὲς φορὲς ὅταν δοῦνε ὅτι δὲν θέλει νὰ πῆ κάτι καθαρὰ σιωποῦν.  Ὅταν ἦσαν στὴν Γαλιλαία τοὺς εἶπε·  Σὲ λίγο ὁ Γιὸς τοῦ ἀνθρώπου θὰ παραδοθῆ καὶ θὰ τὸν σκοτώσουν. Ὁ Μᾶρκος σ’ αὐτοὺς τοὺς λόγους προσθέτει· Ἀγνοοοῦσαν τὸ λόγο καὶ ἐφοβοῦνταν νὰ τὸν ρωτήσουν κι ὁ Λουκᾶς, ὅτι ἦταν ἀσαφὴς γι’  αὐτοὺς ὁ λόγος, γιὰ νὰ μὴν τὸν κατανοήσουν καὶ φοβοῦνταν  νὰ τὸν ρωτήσουν γι’ αὐτὸν.  Κι ὅταν  ἦρθαν στὸ λαό, τὸν πλησίασε ἕνας ἄνθρωπος ποὺ  γονάτιζε καὶ τοῦ ἔλεγε·  Κύριε, σπλαχνίσου τὸ παιδὶ μου ποὺ σεληνιάζεται καὶ ὑποφέρει. Πολλὲς φορὲς πέφτει στὴ φωτιὰ καὶ πολλὲς στὸ νερό. Τὸν ἔφερα στοὺς μαθητάς σου ἀλλὰ δὲν μπόρεσαν νὰ τὸν θεραπεύσουν. Ἡ Γραφὴ δείχνει ὅτι αὐτὸς ὁ ἄνθρωπος  ἦταν  πολὺ ἀδύνατος στὴν πίστη.  Εἶναι φανερὸ ἀπὸ πολλά.  Κι ὁ ἴδιος εἶπε βοήθησέ με στὴν ἀπιστία μου. Κι ὁ Χριστὸς διάταξε τὸ δαίμονα νὰ μὴν ξαναμπῆ σ’ αὐτόν.  Κι αὐτὸς πάλι εἶχε πεῖ στὸ  Χριστό·  Ἄν  μπορῆς·  Κι ἄν  στάθηκε αἰτία ἡ ἀπιστία του νὰ  μὴ βγῆ  ὁ δαίμονας γιατὶ κατηγορεῖ τοὺς μαθητάς;  Θέλει νὰ τοὺς δείξει ὅτι τοὺς εἶναι  δυνατὸ  νὰ κάνουν πολλὲς θεραπείες ἀκόμα καὶ χωρὶς τὴν πίστη τῶν ἀσθενῶν.  Ὅπως ἔφτασε πολλὲς φορὲς ἡ πίστη ἐκείνου που ἔφερνε τὸν ἄρρωστο, γιὰ νὰ προέλθη ἡ θεραπεία ἀκόμα·  κι ἀπὸ κατώτερο, ἔτσι ἔφτασε πολλὲς φορὲς ἡ δύναμη αὐτῶν ποὺ θαυματουργοῦσαν παρὰ τὴν ἀπιστία ἐκείνων ποὺ πλησιάζουν.  Καὶ τὰ δύο αὐτὰ φαίνονται στὶς Γραφές.  Ὁ Κορνήλιος καὶ οἱ δικοί του μὲ τὴν πίστη τους ἀπέσπασαν τὴ χάρη τοῦ Πνεύματος . Στὴν περίπτωση τοῦ Ἐλισσαίου ἀναστήθηκε   νεκρὸς  χωρὶς νὰ πιστέψη κανείς.  Κι αὐτοὶ πάλι  ποὺ χάλασαν τὴ στέγη δὲν τὸ ἔκαμαν ἀπὸ πίστη ἀλλὰ ἔτσι τυχαῖα ἀπὸ δειλία.  Φοβήθηκαν γι’ αὐτὸ ποὺ ἔκαμαν, τὸν ἔρριξαν κι ἔφυγαν. Κι ὁ ἴδιος ποὺ ἔρριξαν ἦταν πεθαμένος. Κι ὁ νεκρὸς σηκώθηκε μόνο ἀπὸ τὴ δύναμη τοῦ ἁγίου σώματος. Εἶναι φανερὸ λοιπὸν κι ἐδῶ ὅτι καὶ οἱ μαθηταὶ ἔδειξαν ἀδυναμία, ὄχι ὅμως ὅλοι, γιατὶ ἔλειπαν ἀπὸ κεῖ οἱ στῦλοι.
γ΄. Ἄς δοῦμε κι ἀπὸ ἄλλη πλευρὰ τὴν ἀγνωμοσύνη. Πῶς μπροστὰ στὸ λαὸ μιλάει στὸν Ἰησοῦ κατὰ τῶν μαθητῶν του λέγοντας, ὅτι τὸν ἔφερα στοὺς μαθητὰς σου καὶ δὲν μπόρεσαν νὰ τὸν θεραπεύσουν. Αὐτὸς ὅμως ἀπαλλάσοντάς τους ἀπὸ τὶς κατηγορίες, μπορστὰ στὸ λαό, στὸ λαὸ καταλογίζει τὴ μεγαλύτερη ἐνοχή. Ὦ γενεὰ, ἄπιστη καὶ διεστραμμένη, ὡς πότε θὰ εἶμαι μαζί σας; Δὲν ἀπευθύνεται σ’ αὐτὸν μόνο, γιὰ νὰ μὴν τὸν τρομάξη ἀλλὰ σ’ ὅλους τοὺς Ἰουδαίους. Γιατὶ ἦταν φυσικὸ ἀπὸ τοὺς παρόντες νὰ σκανδαλισθοῦν καὶ νὰ σκεφτοῦν γι’ αὐτοὺς κάτι ποὺ δὲν ἔπρεπε.  Κι ὅταν πάλι λέη·  Ὡς πότε θὰ εἶμαι μαζί σας; δείχνει ὅτι ἀποδέχεται τὸ θάνατο καὶ τὸν ἐπιθυμεῖ καὶ ποθεῖ τὴν ἀποδημία του.  Καὶ ὅτι δὲν εἶναι ἡ σταύρωσή του βαρειὰ ἀλλὰ ἡ ἁπλῆ συμβίωση μαζί τους.  Δὲν στάθηκε ὅμως στὶς  κατηγορίες.  Φέρτε μου τον ἐδῶ, προστάζει.  Καὶ τὸν ρωτᾶ ὁ ἴδιος πόσον καιρὶ ἔχει στὴν ἀσθένεια. Ὑπερασπίζει τοὺς μαθητὰς  κι ἐκεῖνον τὸ φέρνει σὲ ἀγαθὴ ἐλπίδα καὶ νὰ πιστέψη ὅτι θὰ ἀπαλλαγῆ ἀπὸ τὸ κακὸ. Καὶ τὸν ἀφήνει νὰ σπαραχτῆ, ὄχι γιὰ ἐπίδειξη (εἶχε μαζευτῆ ὁ λαὸς καὶ τὸν εἶχε  μάλιστα  ἐπιτιμήση)    ἀλλὰ γιὰ τὸ καλὸ τοῦ πατέρα. Γιὰ νὰ φτάση νὰ πιστέψη τὸ θαῦμα ποὺ θὰ ἀκολοθοῦσε, ὅταν ἔβλεπε ταραγμένο τὸ δαιμόνιο ἀπὸ μόνη τὴν πρόσκλησή του. Κι ὅταν ἐκεῖνος εἶπε «ἀπὸ παιδί» καὶ ἄν μπορεῖς βοήθησέ με, τοῦ λέγει.  Σ’ ὅποιος πιστεύει ὅλα εἶναι δυνατά. Ἔτσι γυρίζει σ’ αὐτὸν πάλι τὴν κατηγορία. Κι ὅταν ἔλεγε ὁ λεπρὸς   Ἄν θέλης, μπορεῖς νὰ μὲ καθαρίσης, δίνοντας μαρτυρία γιὰ τὴν δύναμή του, τὸν ἐπαίνεσε κι ἐπιβεβαίωσε τὸ λόγο, ἀπαντῶντας·  «θέλω, καθαρίσου».  Ὅταν ὅμως αὐτὸς ἐδῶ δὲν εἶπε τίποτα ποὺ ν’ ἀξίζη στὴ δύναμή του, λέγοντας·  Ἄν μπορῆς, βοήθησέ με, κοίταξε πῶς διορθώνει τὴ διατύπωση, ἐπειδὴ δὲν ἦταν ὅπως ἔπρεπε. Ἄν μπορῆς νὰ πιστέψης ἀπαντᾶ, ὅλα εἶναι δυνατὰ σ’ ὅποιον πιστεύει. Νά, τὶ σημαίνει αὐτό. Τόσο πλεόνασμα δυνάμεως διαθέτω, ὥστε μπορῶ νὰ δυναμώσω κι ἄλλους νὰ θαυματουργοῦν. Ὥστε ἄν πιστεύης ὅπως πρέπει καὶ σὺ ὁ ἴδιος μπορεῖς νὰ θεραπεύσης κι αὐτὸν κι ἄλλους πολλοὺς. Κι ἀφοῦ εἶπε αὐτὰ ἐθεράπευσε τὸ δαιμονισμένο. Ἄς μὴ δοῦμε τώρα μόνο τὴν πρόνοια καὶ τὴν ἀγαθοποιΐα του ἀλλὰ ἀπὸ τότε ποὺ παραχώρησε νὰ μπῆ μέσα του τό δαιμόνιο. Ἄν δὲν ἦταν ὁ ἄνθρωπος ἀντικείμενο πολλῆς πρόνοιας, θὰ εἶχε χαθῆ ἀπὸ παλιά. Γιατί, λέει, ὅτι καὶ στὴ φωτιὰ τὸν εἶχε ρίξει καὶ στὸ νερό. Καὶ τὸ δαιμόνιο ποὺ τολμοῦσε νὰ τοῦ προξενῆ αὐτά, μποροῦσε καὶ νὰ τὸν σκοτώση, ἄν δὲ χαλιναγωγοῦσε ἰσχυρὰ ὁ Θεὸς τὴν τόση μανία του. Ἔτσι καὶ μὲ τοὺς γυμνοὺς ἐκείνους, ποὺ ἔτρεχαν στὶς ἐρημιὲς καὶ ξεσκίζονταν στὶς κοφτερές πέτρες.  Κι ἄν τὸν ἀποκαλῆ σελληνιακὸ μὴν ἀνησυχῆς· ὁ χαρακτηρισμὸς ἀνήκει στὸν πατέρα τοῦ δαιμονισμένου.
Πῶς λοιπὸν ἀναφέρει καὶ ὁ Εὐαγγελιστής, ὅτι ἐθεράπευσε πολλοὺς σεληνιακοὺς; Τοὺς ὀνομάζει ἔτσι ἀκολουθῶντας τὴ γνώμη τῶν πολλῶν. Ὁ δαίμονας δηλαδὴ γιὰ νὰ διαβάλη τὴ σελήνη ἐπιτίθεται ἐναντίον τῶν ἀσθενῶν καὶ τοὺς ἐρεθίζει μὲ τὴν περιφορὰ τῆς σελήνης. Ὄχι πῶς ἐνεργεῖ ἡ σελήνη·  γιὰ ὄνομα τοῦ Θεοῦ· εἶναι δική του ἡ ἐνέργεια γιὰ νὰ διαβληθῆ τὸ ἀστέρι. Γι’ αὐτὸ καὶ ἐπεκράτησε μιὰ σφαλερὴ γνώμη ἀνάμεσα στοὺς ἀνοήτους ἀνθρώπους καὶ καλοῦν μ’ αὐτὸ τὸ ὄνομα αὐτοὺς τοὺς ἀρρώστους. Γελιοῦνται ὅμως γιατὶ δὲν εἶναι αὐτὸ ἀληθινό. Τότε πῆγαν οἱ μαθηταὶ του ἰδιαιτέρως καὶ τὸν ρώτησαν, γιὰ ποιὸ λόγο δὲν μπόρεσαν αὐτοὶ νὰ βγάλουν τὸ δαίμονα. Μοῦ φαίνεται πὼς ἀγωνιοῦσαν καὶ φοβοῦνταν μήπως ἔχασαν τὴ χάρη, ποὺ τοὺς εἶχε ἐμπιστευθῆ. Γιατὶ τοὺς εἶχε δώσε δύναμη νὰ ἐξουσιάζουν τοὺς ἀκαθάρτους δαίμονες. Γι’ αὐτὸ καὶ τὸν ρωτοῦν ἰδιαιτέρως, ὄχι ἀπὸ ντροπή, εἶχαν φανερωθῆ στὴν πράξη κι ἦταν περιττὸ  πιὰ νὰ ντρέπωνται τὴν λεκτικὴ ὁμολογία. Ἀλλὰ ἤθελεαν νὰ τὸν ρωτήσουν γιὰ μυστικὸ καὶ σπουδαῖο ζήτημα. Κι ὁ Χριστὸς τοὺς ἀπαντᾶ·  Γιὰ τὴν ἀπιστία σας. Ἄν ἔχετε πίστη σὰν ἕνα σπόρο σιναπιοῦ θὰ πῆτε σ’ αὐτὸ τὸ βουνό· Ἄλλαξε θέση καὶ θ’ ἀλλάξη καὶ τίποτα δὲ θὰ εἶναι ἀδύνατο γιὰ σᾶς. Κι ἄν πῆτε σὲ ποιὸ μέρος μετατόπισαν βουνό, θὰ σᾶς ἀπαντοῦσα ὅτι ἐπραγματοποίησαν πολὺ μεγαλύτερα, ἀφοῦ ἀνάστησαν νεκρούς. Δὲν εἶναι ἴσο, νὰ μετατοπίσης βουνὸ καὶ νὰ διώξης τὸ θάνατο ἀπὸ τὸ σῶμα. Ἀναφέρονται ἀργότερα κάποιοι ἅγιοι πολὺ κατώτεροι ἀπὸ κείνους, ποὺ τὸ κάλεσε ἡ ἀνάγκη νὰ μετατοπίσουν βουνά. Εἶναι φανερὸ ὅτι κι αὐτοὶ ἄν ἦταν ἀνάγκη θὰ τὰ μετατόπιζαν. Ἀφοῦ τότε δὲν παρουσιάστηκε ἀνάγκη, ἄς μὴν τοὺς κατηγοροῦμε. Ἐξ ἄλλου κι ὁ ἴδιος δὲν εἶπε, ὅτι θὰ τὰ μετατοπίσετε ὁπωσδήποτε, ἀλλὰ ὅτι θὰ ἔχετε καὶ γι’ αὐτὸ τὴ δύναμη. Κι ἄν δὲν τὰ μετατόπισαν, δὲν εἶναι ἐπειδὴ δὲν μπόρεσαν. Μπόρεσαν ἄλλα μεγαλύτερα. Ἀλλὰ ἐπειδὴ δὲ θέλησαν, ἀφοῦ δὲν παρουσιάστηκε ἀνάγκη. Ἀκόμα εἶναι φυσικὸ καὶ νὰ ἔχη γίνει αὐτό, νὰ μὴν ἔχη ὅμως γραφῆ. Δὲν γράφηκαν ὅλα τὰ θαύματά τους. Ἦταν σὲ χαμηλότερη πνευματικὴ κατάσταση τότε. Μήπωε δὲν εἶχαν τότε μήτε τὴν πίστη αὐτή; Δὲν τὴν εἶχαν κι οὔτε ἦσαν πάντα οἱ ἴδιοι, ἀφοῦ κι ὁ Πέτρος τώρα καλοτυχίζεται κι ὕστερα κατηγορεῖται. Μὰ καὶ ἄλλους τοὺς κατηγορεῖ γι’ ἀδυναμία τοῦ νοῦ, ὅταν δὲν κατάλαβαν τὴν παραβολὴ τῆς ζύμης. Ἔδειξαν λοιπὸν καὶ σ’ αὐτὴ τὴν περίπτωση οἱ μαθηταὶ ἀδυναμία, δὲν ἦσαν τέλειοι πρὶν ἀπὸ τὸ σταυρό. Πίστη ἐδῶ ἐννοεῖ τὴν πίστη τῶν θαυμάτων καὶ ἀναφέρει τὸ σινάπι φανερώνοντας τὴν ἀνείπωτη δύναμή της. Γιατὶ ἄν στὸ μέγεθος φαίνεται μικρὸ τὸ σινάπι, στὴ δύναμη εἶναι ἰσχυρότερο ἀπ’ ὅλα. Ἐπειδὴ ἤθελε νὰ δείξη λοιπὸν ὅτι ἡ ἐλάχιστη ἀλλὰ γνήσια πίστη ἔχει μεγάλη δύναμη, θυμήθηκε τὸ σινάπι. Καὶ δὲν σταμάτησε ἐδῶ μονάχα, ἀλλὰ πρόσθεσε καὶ τὰ βουνὰ καὶ προχώρησε παραπέρα. Τίποτε, εἶπε, δὲ θὰ εἶναι ἀδύνατο γιὰ σᾶς.
δ΄. Ἐμεῖς ὅμως ἄς θαυμάσωμε κι ἐδῶ τὴν ἁπλότητά τους καὶ τὴ δύναμη τοῦ Πνεύματος. Τὴν ἁπλοτήτα γιατὶ δὲν ἔκρυψαν τὸ ἐλάττωμά τους. Τὴ δύναμη τοῦ Πνεύματος, γιατὶ αὐτοὺς ποὺ δὲν εἶχαν οὔτε ἕνα σπόρο σιναπιοῦ τοὺς δυνάμωνε λίγο λίγο, ὥστε νὰ ἀναβρύσουν ἀπ’ αὐτοὺς πηγὲς καὶ ποταμοὶ πίστεως. Τὸ εἶδος αὐτὸ δὲν βγαίνει παρὰ μόνο μὲ προσευχὴ καὶ νηστεία. Ἐννοεῖ ὅλους τοὺς δαίμονες ὄχι μόνο τῶν σεληνιακῶν. Βλέπετε πῶς ἀπὸ τώρα κάνει μιὰ προκαταβολὴ τοῦ λόγου γιὰ τὴ νηστεία; Μὴν θυμηθῆτε τὶς σπάνιες περιπτώσεις, ὅταν μερικοὶ καὶ χωρὶς νηστεία ἔβγαλαν δαίμονες. Κι ἄν μπορῆ νὰ τὸ πῆ αὐτὸ καὶ γιὰ ἕνα δύο ἀπ’ αὐτοὺς ποὺ ἐπιτιμοῦν τοὺς δαίμονες, εἶναι ὅμως ἀδύνατο ἐκεῖνο ποὺ πάσχει ν’ ἀπαλλαγῆ ἀπὸ τὴ μανία του αὐτή, ἐνῶ τρώγει ἀπὸ ὅλα. Ἔχει ἀπόλυτη ἀνάγκη ἀπὸ τὴ νηστεία ὅποιος ἔχει αὐτὴ τὴ νόσο. Ἀλλὰ ἄν χρειάζεται ἡ πίστη, θὰ πῆ κανεὶς τὶ χρειάζεται ἡ νηστεία; Χρειάζεται γιατὶ μαζὶ μὲ τὴν πίστη δίνει κι αὐτὴ ὄχι λίγη δύναμη. Καλλιεργεῖ μέσα μας τὴν πνευματικὴ διάθεση, δημιουργεῖ ἀπὸ τοὺς ἀνθρώπους ἀγγέλους, μάχεται μὲ τὶς ἀσώματες δυνάμεις. Ὄχι ὅμως κι αὐτὴ μόνη της· πρέπει νὰ προηγῆται ἡ προσευχή. Ἄς προσέξωμε πόσα ἀγαθὰ δημιουργοῦν οἱ δύο. Ὅποιος προσεύχεται ὅπως πρέπει καὶ νηστεύει δὲν ἔχει ἀνάγκη ἀπὸ πολλά. Κι ὅποιος δὲν ἔχει ἀνάγκη ἀπὸ πολλὰ δὲ θὰ γίνη φιλοχρήματος. Κι ὅποιος δὲν εἶναι φιλοχρήματος εἶναι πιὸ κατάλληλος γιὰ τὴν ἐλεημοσύνη. Ἀνάλαφρος καὶ φτερωμένος εἶναι ὅποιος νηστεύει καὶ προσεύχεται μὲ φρόνηση, διώχνει τὶς πονηρὲς ἐπιθυμίες, ἐξιλεώνει τὸ Θεὸ, ταπεινώνει τὴν ψυχὴ ποὺ ἐπαίρεται. Γι’ αὐτὸ οἱ ἀπόστολοι σχεδὸν πάντα ἐνήστευαν. Ὅποιος προσεύχεται καὶ νηστεύει ἔχει διπλὲς φτεροῦγες καὶ εἶναι ἐλαφρύτερος ἀπὸ τοὺς ἀνέμους. Οὔτε χασμουριέται οὔτε τεντώνεται οὔτε ἀποναρκώνεται, ὅταν προσεύχεται, ὅπωα παθαίνουν οἱ πολλοί. Εἶναι ὁρμητικώτερος ἀπὸ τὴ φωτιὰ, καὶ ἀνυψώνεται ἀπὸ τὰ γήινα. Γι’ αὐτὸ εἶναι ὁ καλύτερος ἐχθρὸς ὡς ἀντίμαχος τῶν δαιμόνων. Τίποτε δὲν εἶναι πιὸ δυνατὸ ἀπὸ τὸν ἄνθρωπο ποὺ προσεύχεται γνήσια. Ἄν μιὰ γυναῖκα μπόρεσε νὰ λυγίση κάποιο σκληρὸ ἄρχοντα ποὺ οὔτε Θεὸ φοβόταν, οὔτε ἄνθρωπο ντρεπόταν, πολὺ περισσότερο θὰ πάρη μαζί του τὸ Θεὸ αὐτὸς ποὺ ἀδιάκοπα μένει κοντὰ καὶ νικᾶ τὰ φαγητὰ καὶ διώχνει τὶς ἀπολαύσεις.
Κι ἄν εἶναι ἀσθενικὸ τὸ σῶμα σου, γιὰ νὰ νηστεύης πάντα, δὲν εἶναι ἀσθενικὸ γιὰ τὴν προσευχή, οὔτε ἀνίσχυρο στὴ δύναμη τοῦ φαγητοῦ. Ἄν δὲ μπορῆς νὰ νηστεύης, μπορεῖς νὰ μὴν ἐπιδιώκης τὴν ἀπόλαυση.  Δὲν εἶναι αὐτὸ μικρὸ καὶ δὲν ἀπέχει πολὺ ἀπὸ τὴ νηστεία. Ἔχει  κι αὐτὸ τὴ δύναμη νὰ συντρίψη τὴ μανία τοῦ διαβόλου. Τίποτα δὲν εἶναι τόσο ἀγαπητὸ σ’ ἐκεῖνο τὸ δαίμονα ὅσο ἡ ἀπόλαυση κι ἡ μέθη γαιτὶ αὐτὰ εἶναι ἠ πηγὴ καὶ ἡ μητέρα ὅλων τῶν κακῶν. Μ’ αὐτὰ κάποτε ἔρριξε τοὺς Ἰσραηλῖτες στὴ εἰδωλολατρεία. Μ’ αὐτὰ ὡδήγησε τοὺς Σοδομῖτες σὲ παράνομες ἐπιθυμίες. Αὐτὴ ἦταν ἡ παρανομία τῶν Σοδώμων, Ζοῦσαν τὴ σπάταλη ζωὴ τους μέσα σὲ ὑπερηφάνεια, καὶ ἀφθονία καὶ πλῆθος ἀγαθῶν. Μ’ αὐτὰ ἔφερε στὴ ἀπώλεια ἀμέτρητους ἄλλους καὶ τοὺς παρέδωσε στὴ γέενα. Ποιὸ κακὸ δὲν προξενοῦν οἱ ἀπολαύσεις; Μεταβάλλουν τοὺς ἀνθρώπους σὲ χοίρους κι ἀπὸ χοίρους χειρότερους. Ὁ χοῖρος κυλιέται στὸ βοῦρκο καὶ τρέφεται ἀπὸ τὴν κόπρο. Μὰ ἐκεῖνος σὲ σιχαμερώτερο τραπέζι τρέφεται, ἐπινοῶντας ἀθέμιτες σχέσεις καὶ παράνομους ἔρωτες. Σὲ τίποτα δὲν διαφέρει ἀπὸ τὸ δαιμονισμένο. Τὶς ἴδιες ἀναισχυντίες διαπράττει καὶ ἔχει τὴν ἴδια μανία. Καὶ τὸν δαιμονισμένο τουλάχιστον τὸν σπλαχνιζόμαστε, αὐτὸν ὅμως τὸν ἀποστρεφόμαστε καὶ τὸν μισοῦμε. Μὰ γιατὶ τέλος πάντων;  Γιατὶ ἐκδηλώνει μιὰ μανία ποὺ τὴν διαλέγει ὁ ἴδιος καὶ μεταβάλλει τὸ στόμα, τὰ μάτια, τὴ μύτη τὰ πάντα γενικὰ σὲ ὀχετούς. Κι ἄν κοιτάξωμε στὸ ἐσωτερικὸ θὰ δοῦμε καὶ τὴν ψυχὴ σὰν σὲ χειμῶνα καὶ κρὺο παγωμένη καὶ ναρκωμένη καὶ ἀδύνατη νὰ ὠφελήση τὸ σκάφος –σῶμα ἐξ αἰτίας τῆς ὑπερβολικῆς τρικυμίας. Ντρέπομαι ν’ ἀναφέρω τὰ κακὰ ποὺ προξενοῦν σ’ ἄνδρες καὶ γυναῖκες οἱ ἀπολαύσεις, τ’ ἀφήνω στὴ συνείδησή τους ποὺ τὰ γνωρίζει μ’ ἀκρίβεια. Ὑπάρχει πιὸ ἄσχημο πρᾶγμα ἀπὸ γυναῖκα ποὺ μεθᾶ ἤ ἁπλῶς ποὺ παραφέρεται; Ὅσο πιὸ ἀδύνατο εἶναι τὸ πλοῖο, τόσο μεγαλύτερο τὸ ναυάγιο, εἴτε ἐλεύθερη εἶναι εἴτε δούλη. Ἡ ἐλεύθερη διαπράττει ἀπρέπειες στὴ μέση τοῦ θεάτρου ποὺ ἀποτελοῦν οἱ δοῦλες της, ἡ δούλη πάλι στὸ ἴδιο θέατρο μέσα καὶ γίνεται αἰτία νὰ βλασφημοῦνται ἀπὸ τοὺς ἀνοήτους τὰ δῶρα τοῦ Θεοῦ. Ὅταν γίνωνται αὐτὰ ἀκούω πολλοὺς νὰ λένε. Νὰ μὴν ὑπάρχη κρασί. Πόση ἀνοησία καὶ παρεξήγηση! Ἄλλοι ἁμαρτάνουν καὶ μεῖς κατηγοροῦμε τὶς δωρεὲς τοῦ Θεοῦ. Πόση μανία χρειάζεται γι’ αὐτό. Δὲ φταίει τὸ κρασὶ ἀλλὰ ἡ ἀνηθικότητα ἐκείνων ποὺ τὸ ἀπολαμβάνουν ἄσχημα. Ἄς ποῦμε λοιπόν· νὰ μὴν ὑπάρχη μέθη, νὰ μὴν ὑπάρχη ἀπόλαυση. Ἄν ποῦμε νὰ μὴν ὑπάρχη κρασὶ προχωρῶντας σιγὰ σιγὰ θὰ ποῦμε νὰ μὴν ὑπάρχη σίδηρο γιὰ τοὺς δολογόνους. Νὰ μὴν ὑπάρχη νύχτα γιὰ τοὺς κλέφτες, νὰ μὴν ὑπάρχη φῶς γιὰ τοὺς συκοφάντες. Νὰ μὴν ὑπάρχη γυναῖκα γιὰ τὶς μοιχεῖες. Τὰ σβήνομε ὅλα μὲ μιὰ μονοκονδυλιά.
ε.΄ Μὴν κάμετε ἔτσι· αὐτὸ μαρτυρεῖ γνώμη σατανική. Μὴ διαβάλλεται τὸ κρασὶ ἀλλὰ τὴ μέθη . Κι ὅταν βρῆτε τὸν ἴδιο στὰ καλὰ του ὑπογραμμίστε του ὅλη τὴν ἀσχήμια του. Πέστε του ὅτι τὸ κρασὶ μᾶς δόθηκε γιὰ νὰ εὐχαριστούμεθα ὄχι γιὰ νὰ ἀσχημονοῦμε.  Γιὰ νὰ γελοῦμε ὄχι νὰ μᾶς γελοῦν. Γιὰ νὰ εἴμαστε ὑγιεῖς, ὄχι γιὰ νὰ ἀρρωσταίνουμε. Γιὰ νὰ ἀποκαταστήσωμε τὴν ἀσθένεια τοῦ σώματος, ὄχι γιὰ νὰ καταστρέψωμε τὴ δύναμη τῆς ψυχῆς. Μᾶς ἔκαμε ὁ Θεὸς τὴν τιμὴ τοῦ δώρου· γιατὶ προσβάλλομε τὸν ἑαυτό μας μὲ τὴν ἄμετρη χρήση του; Ἀκοῦστε τί λέει ὁ Παῦλος· Νὰ χρησιμοποιῆς λίγο κρασὶ γιὰ τὸ στομάχι καὶ τὶς συχνὲς ἀσθένειές σου. Ἄν ὁ ἅγιος ἐκεῖνος παρὰ τὶς συνεχεῖς ἀρρώστιές του, δὲν δοκίμασε τὸ κρασί, ὥσπου τοῦ ἐπέτρεψε  ὁ δάσκαλος ποιὰ συγνώμη θὰ δοθῆ σ’ ἐμᾶς ποὺ μεθοῦμε ἐνῶ ἔχομε τὴν ὑγεία μας; Σ’ ἐκεῖνον ἔλεγε νὰ χρησιμοποιεῖ λίγο κρασὶ γιὰ τὸ στομάχι του.  Σὲ καθέναν ἀπὸ σᾶς ποὺ μεθᾶτε, θὰ πῆ χρησιμοποιεῖτε λίγο κρασὶ γιὰ τὶς πορνεῖες τὶς συχνὲς αἰσχρολογίες, γιὰ τὶς ἄλλες κακὲς ἐπιθυμίες ποὺ γεννᾶ ἡ μέθη. Κι ἄν δὲ θέλετε νὰ κάνετε γι’ αὐτοὺς τοὺς λόγους ἀποχὴ ἀπὸ τὸ κρασὶ, κάνετε τουλάχιστο γιὰ τὴ λύπη καὶ τὴ δυσαρέσκεια ποὺ προκαλεῖ. Τὸ κρασὶ μᾶς δόθηκε γιὰ εὐχαρίστηση. Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, λέει. Σεῖς ὅμως καταστρέφετε κι αὐτὸ τὸ πλεοονέκτημά του. Τί εἶδους εὐχαρίστηση εἶναι νὰ μὴ βρίσκεσαι στὸν ἑαυτό σου, νὰ ἔχης πολλὲς ἐνοχλήσεις, νὰ βλέπης τὰ πάντα νὰ στριφογυρίζουν, νὰ κατέχεσαι ἀπὸ σκοτοδίνη, νὰ ἔχης ἀνάγκη νὰ σοῦ ἀλείβουν μὲ λάδι τὸ κεφάλι, ὅπως αὐτοὶ ποὺ ἔχουν πυρετό. Αὐτὰ δὲν τὰ λέω σ’ ὅλους ἤ μᾶλλον σ’ ὅλους. Ὄχι ἐπειδὴ μεθοῦνε ὅλοι, γιὰ ὄνομα τοῦ Θεοῦ. Ἀλλὰ ἐπειδὴ ὅσοι δὲ μεθοῦν δὲν φροντίζουν γιὰ κείνους ποὺ μεθοῦνε. Γι’ αὐτὸ κι ἀποτείνομαι πιὸ πολὺ σὲ σᾶς ποὺ δὲ μεθᾶτε. Γιατὶ κι ὁ γιατρὸς ἀφήνει τοὺς ἄρρωστους καὶ μιλᾶ μ’ αὐτοὺς ποὺ τοὺς περιποιοῦνται. Σ’ ἐσᾶς λοιπὸν ἀπευθύνω τὸ λόγο καὶ σᾶς παρακαλῶ ποτὲ νὰ μὴν αἰχμαλωτισθῆτε ἀπ’ αὐτὸ τὸ πάθος ἀλλὰ καὶ τοὺς αἰχμαλωτισμένους νὰ ἐλευθερώνετε, γιὰ νὰ μὴ φαίνωνται χειρότεροι ἀπὸ τὰ ἄλογα ζωᾶ. Ἐκεῖνα δὲ γυρεύουν τίποτε περισσότερο ἀπ’ ὅ,τι τοὺς χρειάζεται. Αὐτοὶ ὅμως γίνονται πιὸ ἄλογοι κι ἀπ’ αὐτά, μὲ τὸ νὰ ξεπερνοῦν τὰ ὅρια του κανονικοῦ. Πόσο καλύτερα ἀπ’ αὐτοὺς εἶναι τὸ γαϊδουράκι καὶ τὸ σκυλί. Καθένα ἀπὸ τὰ ζῶα αὐτά- κι ἀπ’ ὅλα τὰ ἄλλα, ἄν θέλουν νὰ φᾶνε ἤ νὰ πιοῦνε γνωρίζουν τὸ ὅριο τῆς αὐτάρκειας καὶ δὲν προχωροῦν πέρα ἀπ’ ὅ,τι χρειάζεται. Κι ἄν βαλθοῦν πολλοὶ νὰ τὰ στριμώχνουν, δὲν ἀντέχουν νὰ πέσουν στὴν ὑπερβολή. Ἀπ’ αὐτὴ τὴν ἄποψη λοιπὸν εἴστε κι ἀπὸ τ’ ἄλογα χειρότεροι ὄχι κατὰ τὴν κρίση τῶν ὑγιῶν μόνο ἀλλὰ καὶ σᾶς τῶν ἰδίων. Ἀπ’ αὐτὸ εἶναι φανερὸ ὅτι θεωρήσατε τὸν ἑαυτό σας πιὸ ἀνάξιο ἀπὸ τὰ σκυλιὰ καὶ τὰ γαϊδουράκια. Γιατὶ τὰ ζῶα αὐτὰ δὲν τ’ ἀναγκάζετε νὰ πάρουν τροφὴ περισσότερη ἀπὸ τὸ μέτρο. Κι ἄν ρωτήση κανένας, Γιατί, θ’ ἀπαντήσετε, Γιὰ νὰ μὴν τὰ βλάψωμε. Γιὰ τὸν ἑαυτὸ σας ὅμως οὔτε αὐτὴ τὴν πρόνοια δὲν παίρνετε. Ἔτσι θεωρεῖτε τὸν ἑαυτό σας κι ἀπὸ κεῖνα πιὸ μηδαμινὸ καὶ ἀδιαφορεῖτε, ἄν ὑποφέρετε ἀδιάκοπα. Γιατὶ τὴν βλάβη ἀπὸ τὴν μέθη δὲν τὴν ὑποφέρεις μόνο κατὰ τὴ μέρα τῆς μέθης, ἀλλὰ καὶ ἔπειτα ἀπὸ τὴ μέρα αὐτή. Κι ὅπως ὅταν περάση ὁ πυρετὸς μένουν τ’ ἀποτελέσματά του, ἔτσι κι ἡ μέθη ὅταν περάση ἀφήνει τὴ ζάλη της στὸ σῶμα καὶ στὴν ψυχή. Καὶ τὸ ἄθλιο σῶμα κοίτεται παράλυτο, σὰν ναυαγισμένο σκάφος κι ἡ πιὸ ταλαίπωρη ἀπ’ αὐτὸ ψυχή, κι ὅταν ἀκόμα τὸ σῶμα ἔχει διαλυθῆ δυναμώνει τὴν τρικυμία, ἀνάβει τὴν ἐπιθυμία κι ὅταν δίνη τὴν ἐντύπωση ὅτι εἶναι στὰ λογικὰ της, τότε εἶναι μεγαλύτερη ἡ μανία της. Εἶναι γεμάτη ἡ φαντασία ἀπὸ κρασιὰ καὶ πιθάρια καὶ φιάλες καὶ ποτήρια. Κι ὅπως στὴν περίπτωση τῆς τρικυμίας ὅταν σταματήση, μένει ἡ ζημία ποὺ προκάλεσε ἔτσι κι ἐδῶ. Ὅπως ἐκεῖ γίνεται ἀβαρία τῶν ἐμπορευμάτων, γίνεται κι ἐδῶ ἀβαρία ἀπ’ ὅλα τὰ σχεδὸν τὰ ἀγαθά. Εἴτε σωφροσύνη εὕρη, εἴτε ντροπή, εἴτε σύνεση, εἴτε καλωσύνη, εἴτε ταπεινοφροσύνη, ὅλα τὰ ρίχνει ἡ μέθη στὸ πέλαγος τῆς παραλογίας. Τὰ ἐπακόλουθα ὅμως δὲν εἶναι ὅμοια πιά. Γιατὶ ἐκεῖ μετὰ τὴν ἀβαρία τὸ σκάφος γίνεται ἐλαφρότερο, ἐδῶ ὅμως βαραίνει περισσότερο. Γιατὶ στὴ θέση τοῦ θησαυροῦ ἐκείνου δέχεται ἄμμο κι ἁλμυρὸ νερὸ κι ὅλο τὸ συφερτὸ τῆς μέθης, ποὺ μαζὶ μὲ τοὺς ἐπιβάτες καὶ τὸν κυβερνήτη βουλιάζει τὸ πλοῖο στὸ λεπτό. Γιὰ νὰ μὴν πάθωμε λοιπὸν αὐτὰ ἄς ἀπαλλάξωμε τὸν ἑαυτό μας ἀπὸ τὴν τρικυμία. Δὲν εἶναι δυνατὸ νὰ δοῦμε βασιλεία τῶν οὐρανῶν, ὅταν ἔχωμε παραδοθῆ στὴ μέθη. Μὴν ξεγελιέστε, λέει, οὔτε μέθυσοι, οὔτε ὑβρισταὶ δὲ θὰ κληρονομήσουν τὴ βασιλεία τῶν οὐρανῶν. Τί ἀναφέρω τὴ βασιλεία; Τὸ πάθος τῆς μέθης οὔτε τὰ παρόντα δὲ μᾶς ἀφήνει νὰ δοῦμε. Γιατὶ ἡ μέθη μετατρέπει τὶς ἡμέρες μας σὲ νύχτες καὶ τὸ φῶς σὲ σκοτάδι. Καὶ μὲ τὰ μάτια ἀνοιχτὰ δὲ βλέπουν οἱ μεθυσμένοι μήτε αὐτὰ ποὺ εἶναι μπροστὰ στὰ πόδια τους. Καὶ δὲν εἶναι τὸ φοβερὸ αὐτὸ μονάχα. Μαζὶ μ’ αὐτὰ ὑποφέρει κι ἄλλη τιμωρία βαρύτατη, στενοχώριες παράλογες, νεῦρα, ἀδιαθεσίες, περίγελω χλευασμὸ ἀδιάκοπο. Γιὰ ποιὰ συγνώμη εἶναι ἄξιοι αὐτοὶ ποὺ διαπερνοῦν τὸν ἑαυτό τους μὲ τὲτοια δεινά; Γιὰ καμμιά. Ἄς ἀποφύγωμε λοιπὸν τὸ πάθος, γιὰ νὰ κερδίσωμε καὶ τὰ ἐδῶ καὶ τὰ μελλοντικὰ ἀγαθὰ μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀνήκει ἡ δόξα κι ἡ δύναμη μαζὶ μὲ τὸν Πατέρα καὶ τὸ ἅγιο Πνεῦμα στοὺς αἰῶνες. Ἀμήν.



Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.228-241



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου