α΄. Ἰδίαν αὐτοῦ πόλιν ἐνταῦθα τὴν Καπερναοὺμ
λέγει. Ἡ μὲν γὰρ ἤνεγκε αὐτόν, ἡ Βηθλεέμ· ἡ δὲ ἔθρεψεν, ἡ Ναζαρέτ· ἡ δὲ εἶχεν
οἰκοῦντα διηνεκῶς, ἡ Καπερναούμ. Ὁ μέντοι παραλυτικὸς ἕτερος οὗτος ἐστι παρὰ
τὸν ἐν τῷ Ἰωάννῃ κείμενον. Ὁ μὲν γὰρ ἐν τῇ κολυβήθρᾳ κατέκειτο, οὗτος δὲ ἐν τῇ
Καπερναούμ· καὶ ὁ μὲν τριακονταοκτὼ εἶχεν ἔτη, περὶ τούτου δὲ οὐδὲν τοιοῦτον
εἴρηται· καὶ ὁ μὲν ἐν ἐρημίᾳ τῶν προστησομένων
ἦν, οὗτος δὲ εἶχε τοὺς ἐπιμελουμένους, οἵ καὶ βαστάζοντες αὐτὸν ἔφερον. Καὶ
τούτῳ μέν φησι, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἐκείνῳ δὲ φησι, Θέλεις ὑγιὴς
γενέσθαι; Καὶ τὸν μὲν ἐν σαββάτῳ ἐθεράπευσε, τοῦτον δὲ οὐκ ἐν σαββάτῳ· ἧ γὰρ ἄν ἐνεκάλεσαν καὶ τοῦτο Ἰουδαῖοι· καὶ
ἐπὶ τούτου μὲν ἐσίγησαν, ἐπ’ ἐκείνου δὲ ἐπέκειντο διώκοντες. Ταῦτα δὲ μοι οὐχ
ἁπλῶς εἴρηται, ἀλλ’ ἵνα μή τις διαφωνίαν εἶναι νομίσῃ, ἕνα καὶ τὸν αὐτὸν ὑποτεύσας
παραλυτικόν. Σὺ δέ μοι σκόπει τὸ ἄτυφον καὶ τὸ ἐπιεικές τοῦ Δεσπότου. Καὶ γὰρ
καὶ πρὸ τούτου τούς ὄχλους διεκρούσατο· καὶ ὑπὸ τῶν ἐν Γαδάροις δὲ ἐκβληθείς,
οὐκ ἀντέτεινεν, ἀλλ’ ἀνεχώρησε μέν, οὐ μὴν μακράν. Καὶ πάλιν εἰς τὸ πλοῖον ἐμβάς
διέβαινε, δυνάμενος καὶ πεζῇ διαβαίνειν. Οὐ γὰρ ἀεὶ παραδοξοποιεῖν ἐβούλετο, ὥστε
μὴ τῷ τῆς οἰκονομίας λυμήνασθαι λόγῳ. Ὁ μὲν οὖν Ματθαῖος φησιν, ὅτι
προσέφερον αὐτόν· οἱ δὲ ἄλλοι, ὅτι καὶ
τὴν στέγην διατεμόντες, καθῆκαν αὐτόν. Καὶπροὔθηκαν τῷ Χριστῷ τὸν κάμνοντα,
λέγοντες μὲν οὐδέν, αὐτῷ δὲ τὸ πᾶν ἐπιτρέποντες. Ἐν ἀρχῇ μὲν γὰρ καὶ αὐτὸς
περιῆγε, καὶ οὐ τοσαύτην παρὰ τῶν προσιόντων ἤτει τὴν πίστιν· ἐνταῦθα δὲ καὶ
ποσήεσαν, καὶ πίστιν ἀπητοῦτο. Ἰδὼν γάρ, φησί, τὴν πίστιν αὐτῶν, τοὐτέστι, τῶν
χαλασάντων. Οὐ γὰρ πανταχοῦ παρὰ τῶν καμνόντων μόνον ζητεῖ τὴν πίστιν· οἷον, ὅταν παραπαίωσιν, ἤ ἑτέρως ὑπὸ τοῦ
νοσήματος ὧσιν ἐξεστηκότες. Μᾶλλον δὲ ἐνταῦθα καὶ τοῦ κάμνοντος ἦν ἡ
πίστις· οὐ γὰρ ἄν ἠνέσχετο χαλασθῆναι
μὴ πιστεύων. Ἐπεὶ οὖν τοσαύτην ἐπεδείξατο πίστιν, ἐπιδείκυνται καὶ αὐτὸς τὴν
αὐτοῦ δύναμιν, μετ’ ἐξουσίας ἁπάσης λύων τὰ ἁμαρτήματα, καὶ δεικνὺς διὰ
πάντων, ὅτι ὁμότιμός ἐστι τῷ γεγεννηκότι. Σκόπει δέ· ἄνωθεν ἔδειξε διὰ τῆς
διδασκαλίας, ὅτε ἐδίδαξεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων· διὰ τοῦ λεπροῦ, ὅτε εἶπε, Θέλω καθαρίσθητι·
διὰ τοῦ ἑκατοντάρχου, ἐθαύμασε καὶ ὑπὲρ πάντας ἀνεκήρυξε· διὰ τῆς θαλάττης, ὅτε
αὐτὴν ἐχαλίνωσε λόγῳ μόνῳ· διὰ τῶν
δαιμόνων, ὅτε αὐτὸν κριτὴν ἀνωμολόγουν, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας αὐτοὺς ἐξέβαλεν. Ἐνταῦθα πάλιν ἑτέρῳ μείζονι τρόπῳ τοὺς ἐχθροὺς
αὐτοὺς καταναγκάζει ὁμολογῆσαι τὴν ὁμοτιμίαν, καὶ διὰ τοῦ στόματος αὐτῶν αὐτὸ
καθίστησι φανερόν. Αὐτὸς μὲν γὰρ τὸ ἀφιλότιμον δεικνὺς (καὶ γὰρ πολὺ
περιειστήκει θέατρον τὴν εἴσοδον ἀποτειχίζον, διὸ καὶ ἄνωθεν αὐτὸν καθῆκαν),
οὐκ ἐπέδραμε εὐθέως τῇ τοῦ σώματος
θεραπείᾳ τοῦ φαινομένου, ἀλλὰ πρἀ ἐκείνων λαμβάνει τὴν ἀφορμήν· καὶ τὸ ἄδηλον
πρῶτον ἐθεράπευσε, τὴν ψυχήν, τὰ ἁμαρτήματα ἀφείς· ὅπερ ἐκεῖνον μὲν ἔσωζεν, αὐτῷ, δὲ οὐ πολλὴν
δόξαν ἔφερεν. Ἐκεῖνοι μὲν γὰρ ὑπὸ πονηρίας ἐνοχλούμενοι, καὶ ἐπισκῆψαι
βουλόμενοι, ἐκλάμψαι τὸ γεγεννημένον καὶ ἄκοντες παρεσκεύασαν. Καὶ
γὰρ εὐμήχανος ὤν αὐτός, τῇ βασκανίᾳ αὐτῶν εἰς τὴν τοῦ σημείου
φανέρωσιν ἀπεχρήσατο. Ἐπεὶ οὖν ἐθορυβοῦντο καὶ ἔλεγον· Οὗτος βλασφημεῖ· τὶς
δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός; ἴδωμεν τί φήσιν αὐτός. Ἆρα ἀνεῖλε
τὴν ὑπόνοιαν; Καίτιοιγε εἰ μὴ ἴσος ἦν, ἐχρῆν εἰπεῖν· Τί μοι προστρίβεσθε μὴ
προσήκουσα ὑπόληψιν; πόρρω ταύτης ἐγὼ τῆς δυνάμεως. Νῦν δὲ τούτων μὲν οὐδὲν εἶπε· τοὐναντίον δὲ ἅπαν καὶ ἐβεβαίωσε καὶ ἐκύρωσε,
τῇ τε παρ’ ἑαυτοῦ φωνῇ, καὶ τῇ τοῦ θαύματος ἐπιδείξει. Ἐπειδὴ γὰρ τὸ αὐτὸν
τινα περὶ ἑαυτοῦ λέγειν ἐδόκει προσίστασθαι τοῖς ἀκροωμένοις, διὰ τῶν ἄλλων
βεβαιοῖ τὰ περὶ ἑαυτοῦ· καὶ τὸ δὴ θαυμαστόν, ὅτι οὐ διὰ τῶν φίλων μόνον, ἀλλὰ
καὶ διὰ τῶν ἐχθρῶν· τοῦτο γὰρ ἡ περιουσία τῆς αὐτοῦ σοφίας. Διὰ μὲν τῶν
φίλων, ὅτε εἶπε, Θέλω καθαρίσθητι, καὶ ὅτε εἶπεν, Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην
πίστην εὗρον· διὰ δὲ τῶν ἐχθρῶν νῦν. Ἐπειδὴ γὰρ εἶπον, ὅτι οὐδεὶς δύναται ἀφιέναι
ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός, ἐπήγαγεν·
Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ
τῆς γῆς· (τότε λέγει τῷ παραλυτικῷ)· Ἐγερθεὶς
ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκον σου. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ
καὶ ἀλλαχοῦ πάλιν λεγόντων αὐτῶν· Περὶ
καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὤν,
ποιεῖς σεαυτόν Θεόν· οὐδὲ ἐκεῖ τὴν
δόξαν ταύτην κατέλυσεν, ἀλλὰ πάλιν αὐτὴν ἐκύρωσε λέγων, Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ
Πατρός μου, μὴ πιστεύετεέ μοι· εἰ δὲ ποιῶ, κἄν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις
πιστεύσατε.
β΄. Ἐνταῦθα μέντοι καὶ ἕτερον σημεῖον τῆς ἑαυτοῦ
θεότητος δείκνυσιν οὐ μικρὸν, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμοτιμίας. Ἐκεῖνοι μὲν
γὰρ ἔλεγον, ὅτι τὸ λύειν ἁμάρτημα Θεοῦ μόνου ἐστίν· αὐτὸς δὲ οὐ λύει ἁμαρτήματα μόνον, ἀλλὰ καὶ
πρὸ τούτου ἕτερόν τι ἐπιδείκνυται, ὅ Θεοῦ μόνου ἦν, τὸ τὰ ἐν τῇ καρδίᾳ ἀπόρρητα
ἐκφέρειν. Οὐδὲ γὰρ ἐξήνεγκαν εἰς μέσον ὅπερ ἐνενόουν. Ἰδοὺ γάρ τινες τῶν
γραμματέων, φησίν, ἐν ἑαυτοῖς εἶπον· Οὗτος
βλασφημεῖ. Καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν· Ἱναντὶ ἐνθυμεῖσθαι
πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Ὅτι δὲ Θεοῦ μόνου ἐστὶ τὸ τὰ ἀπόρητα εἰδέναι, ἄκουσον
τι φησιν ὁ προφήτης· Σὺ ἐπίστασαι καρδίας μονώτατος· καὶ πάλιν, Ἐτάζων καὶ
νεφροὺς ὁ Θεός. Καὶ ὁ Ἱερεμίας δέ φησι· Βαθεῖα ἡ καρδία παρὰ πάντα καὶ ἄνθρωπός
ἐστι, καὶ τίς γνώσεται αὐτόν; καί, Ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς
καρδίαν. Καὶ διὰ πολλῶν ἔστιν ἰδεῖν, ὅτι Θεοῦ μόνου ἐστὶ τὰ κατὰ διάνοιαν εἰδέναι.
Δεικνὺς τοίνυν, ὅτι Θεός ἐστιν, ἴσος τῷ γεγεννηκότι, ἅπερ ἐν ἑαυτοῖς ἐλογίζοντο
(δεδοικότες γὰρ τὸ πλῆθος, οὐκ ἐτόλμων αὐτῶν τὴν γνώμην εἰς τὸ μέσον ἐξενεγκεῖν)
ταύτη ἐκκαλύπτει καὶ δήλην ποιεῖ, πολὺ καὶ ἐνταῦθα τὸ ἀνεπαχθὲς ἐνδεικνύμενος.
Ἱνατὶ γάρ, φησίν, ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Καίτοιγε εἰ ἀγανακτῆσαι
ἐχρῆν, τὸν κάμνοντα ἀγανακτῆσαι ἔδει ὡς διαπατηθέντα, καὶ εἰπεῖν· Ἕτερον ἦλθον
θεραπεῦσαι, καὶ ἕτερον διορθοῦσαι; πόθεν γὰρ δῆλον, ὅτι ἀφέωνταί μου αἱ ἁμαρτίαι;
Νυνὶ δὲ ἐκεῖνος μὲν οὐδὲν τοιοῦτον φθέγγεται, ἀλλὰ δίδωσιν ἑαυτὸν τῇ τοῦ
θεραπεύοντος ἐξουσίᾳ· οὗτοι δὲ περιττοὶ ὄντες καὶ βάσκανοι, ταῖς ἑτέρων ἐπιβουλεύουσιν
εὐεργεσίαις. Διὸ ἐπισκήπτει μὲν αὐτοῖς, μετ’ ἐπιεικείας δὲ ἁπάσης. Εἰ γὰρ ἀπιστεῖτε,
φησί, τῷ προτέρῳ, καὶ κόμπον εἶναι νομίζετε τὸ λεχθέν, ἰδοὺ καὶ ἕτερον ἐκείνῳ
προστίθημι, τὸ τὰ ἀπορρητα ὑμῶν ἐκκαλύψαι·
καὶ μετ’ ἐκεῖνο πάλιν ἕτερον. Ποῖον δὴ τοῦτο; Τὸ σφίγξαι τὸ σῶμα του
παραλελυμένου. Καὶ ὅτε μὲν εἶπε τῷ παραλυτικῷ, οὐ σαφῶς τὴν ἐξουσίαν τὴν ἑαυτοῦ
δηλῶν εἶπεν· οὐ γὰρ εἶπεν, Ἀφίημί σοι
τὰς ἁμαρτίας, ἀλλ’ , Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ἐπειδὴ δὲ ἐκεῖνοι ἠνάγκασαν,
τρανοτέραν αὐτοῦ δείκνυσι τὴν ἐξουσίαν, λέγων· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει
ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ὁρᾷς ὅσον ἀπεῖχε τοῦ μὴ
θέλειν νομίζεσθαι ἴσος τῷ Πατρί; Οὐδὲ γὰρ εἶπεν, ὅτι δεῖτε ἑτέρου ὁ Υἱὸς τοῦ ἀνθρώπου,
ἤ ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, ἀλλ’ ὅτι Ἐξουσίαν ἔχει. Καὶ οὐδὲ αὐτὸ πρὸς
φιλοτιμίαν λέγει, ἀλλ’ Ἵνα ὑμᾶς πείσω, φησίν, ὅτι οὐ βλασφημῶ ἴσον ἑαυτὸν ποιῶν Θεῷ πανταχοῦ γὰρ
ἀποδείξεις βούλεται παρέχειν σαφεῖς και ἀναντιρρήτους, ὡς ὅταν λέγῃ· Ὕπαγε, σαυτὸν δεῖξον τῷ ἱερεῖ· καὶ τὴν πενθερὰν Πέτρου δεικνύῃ διακονοῦσαν,
καὶ τοὺς χοιρους συγχωρῇ κατακρημνίζεσθαι. Οὕτω δὴ καὶ ἐνταῦθα, τῆς μὲν τῶν ἁμαρτημάτων
ἀφέσεως τεκμήριον, τὴν τοῦ σώματος σφίγξιν ποιεῖται· τῆς δὲ σφίγξεως, τὸ
βαστάσαι τὸν κράββατον· ὥστε μὴ νομισθῆναι φαντασίαν εἶναι τὸ
γεγεννημένον. Καὶ οὐ πρότερον τοῦτο
ποιεῖ, ἕως αὐτοὺς ἠρώτησε. Τί γάρ, φησίν, εὐκοπώτερόν ἐστιν εἰπεῖν, Ἀφέωνταί
σου αἱ ἁμαρτίαι· ἤ εἰπεῖν, Ἆρον τὸν
κράββατον σου, καὶ ὕπαγε εἰς τὸν οἶκον σου; Ὅ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί δοκεῖ ρᾷον ὑμῖν εἶναι, σῶμα σφίγξαι διῳκισμένον,
ἤ ψυχῆς ἁμαρτήματα λύσαι; Εὔδηλον ὅτι σῶμα σφίγξαι. Ὅσῳ γὰρ ψυχὴ σώματος βελτίων, τοσούτῳ τὸ ἁμαρτήματα
λῦσαι, τούτου μεῖζον· ἀλλ’ ἐπειδὴ τὸ μὲν ἀφανές, τὸ δὲ φανερόν, προστίθημι τὸ
καταδεέστερον μέν, φανερώτερον δέ· ἵνα
καὶ τὸ μεῖζον καὶ τὸ ἀφανὲς διὰ τούτου λάβῃ τὴν ἀπόδειξιν, διὰ τῶν ἔργων
προαποκαλύπτων ἤδη τὸ ὑπὸ τοῦ Ἰωάννου εἰρημένον, ὅτι αὐτὸς αἴρει τὰς ἁμαρτίας
τοῦ κόσμου.
γ΄. Ἀναστήσας τοίνυν αὐτὸν εἰς τὴν οἰκίαν
πέμπει· πάλιν ἐνταῦθα τὸ ἄτυφον
δεικνύς, καὶ ὅτι οὐ φανταίσα ἦν τὸ γεγεννημένον· τοὺς γὰρ τῆς ἀρρωστίας
μάρτυρας, τούτους ποιεῖται καὶ τῆς ὑγείας. Ἐγὼ μὲν γὰρ ἐβουλόμην, φησί, διὰ
τοῦ σοῦ πάθους καὶ τοὺς δοκοῦντας ὑγιαίνειν, νοσοῦντας δὲ τὴν διάνοιαν θεραπεῦσαι·
ἐπειδὴ δὲ οὐ βούλονται, ἄπιθι οἴκαδε, τοὺς ἐκεῖ διορθωσόμενος. Ὁρᾷς πῶς
δείκνυσι καὶ ψυχῆς καὶ σωμάτων αὐτὸν ὄντα δημιουργόν; Ἑκατέρας οὖν οὐσίας τὴν
παράλυσιν ἰᾶται, καὶ τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ δῆλον ποιεῖ· ἀλλ’ ὅμως ἔτι χαμαὶ σύρονται. Ἰδόντες γὰρ οἱ
ὄχλοι ἐθαύμασαν, καὶ ἐξόδασαν τὸν Θεόν, φησίν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς
ἀνθρώποις· προσίστατο γὰρ αὐτοῖς ἡ
σάρξ. Αὐτὸς δὲ αὐτοῖς οὐκ ἐπετίμα, ἀλλὰ πρόεισι διὰ τῶν ἔργων ἐγείρων αὐτούς,
καὶ ὑψηλὸν τὸ φρόνιμα ποιῶν. Τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων
εἶναι μείζω, καὶ παρὰ Θεοῦ ἤκειν. Εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ’ ἑαυτοῖς,
ὁδῷ προβαίνοντες ἔγνωσαν ἄν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν. Ἀλλ’ οὐ κατέσχον ταῦτα σαφῶς·
διὰ τοῦτο οὐδὲ προσελθεῖν ἠδυνήθησαν. Ἔλεγον γὰρ πάλιν· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι
παρὰ τοῦ Θεοῦ· πῶς ἐστιν οὗτος παρὰ τοῦ Θεοῦ; Καὶ συνεχῶς αὐτὰ ἔστρεφον, τῶν
οἰκείων παθῶν ταῦτα προβαλλόμενοι προκαλύμματα. Ὅ πολλοὶ καὶ νῦν ποιοῦσι, καὶ
τὸν Θεὸν δοκοῦντες ἐκδικεῖν, οἰκεῖα πληροῦσι πάθη, δέον μετ’ ἐπιεικείας ἅπαντα
μετιέναι. Καὶ γὰρ ὁ τῶν ὅλων Θεός, σκηπτὸν δυνάμενος ἀφιέναι ἐπῖ τοὺς
βλασφημοῦντας αὐτόν, τὸν ἥλιον ἀνατέλλει, καὶ τοὺς ὄμβρους ἀφίησι, καὶ τὰ ἄλλα
πάντα μετὰ δαψιλείας παρέχει· ὅν χρὴ καὶ ἡμᾶς μιμούμενος παρακαλεῖν παραινεῖν,
νουθετεῖν μετὰ πραότητος, οὐκ ὀργιζομένους, οὐδὲ ἐκθηριουμένους. Οὐδὲ γὰρ
βλάβη τις εἰς τὸν Θεὸν ἀπὸ τῆς βλασφημίας ἐκβαίνει, ἵνα θυμωθῇς · ἀλλ’ ὁ
βλασφημήσαςαὐτὸς καὶ τὸ τραῦμα ἔλαβεν. Οὐκοῦν στέναξον, θρήνησον· καὶ γὰρ δακρύων ἄξιον τὸ πάθος. Καὶ τὸν
ταυματισθέντα δὲ οὐδὲν οὕτως ὡς ἐπιείκεια θεραπεῦσαι δύναται. Ἐπιείκεια γὰρ
πάσης βίας δυνατωτέρα. Ὅρα γοῦν πῶς αὐτὸς ἡμῖν ὁ ὑβρισάμενος διαλέγεται, καὶ ἐπὶ
τῆς Παλαιᾶς καὶ ἐπὶ τῆς Καινῆς· ἐκεῖ μὲν
λέγων, Λαός μου, τί ἐποίησά σοι; ἐνταῦθα δέ, Σαῦλε, Σαῦλε, τί με διώκεις; Καὶ
ὁ Παῦλος δὲ ἐν πραότητι κελεύει παιδεύειν τοὺς ἀντιδιατιθεμένους. Καὶ τῷ
Χριστῷ δὲ ἡνίκα προσήεσαν οἱ μαθηταὶ ἀξιοῦντες πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ,
σφόδρα ἐπετίμησεν αὐτοῖς λέγων· Οὐκ οἶδατε ποίου πνεύματος ἐστε ὑμεῖς. Καὶ ἐναῦθα
δὲ οὐκ εἶπεν, Ὧ μιαροὶ καὶ γόητες ὑμεῖς, ὧ βάσκανοι καὶ τῆς τῶν ἀνθρώπων
σωτηρίας ἐχθροί· ἀλλὰ, Τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Δεῖ τοίνυν
μετ’ ἐπιεικειάς ἐξαίρειν τὸ νόσημα. Ὁ γὰρ φόβῳ γενόμενος ἀνθρωπίνῳ βελτίων,
ταχέως ἐπανήξει πρὸς τὴν πονηρίαν πάλιν. Διὰ τοῦτο καὶ τὰ ζιζάνια ἀφεθῆναι ἐκέλευσε,
διδοὺς προθεσμίαν μετανοίας. Πολλοὶ γοῦν αὐτῶν μετενόησον, καὶ γεγόνασι
σπουδαῖοι, πρότερον ὄντες φαῦλοι, οἷον ὁ Παῦλος, ὁ τελώνης, ὁ ληστής· καὶ γὰρ
ζιζάνια ὄντες οὗτοι σῖτος γεγονάσιν ὥριμος. Ἐπὶ μὲν γὰρ τῶν σπερμάτων τοῦτο ἀμήχανον·
ἐπὶ δὲ τῆς προαιρέσεως ράδιόν τε καὶ εὔκολον· οὐ γὰρ φύσεως ὅροις αὕτη
δέδεται, ἀλλ’ ἐλευθερίᾳ προαιρέσεως τετίμηται. Ὅταν τοίνυν ἴδῃς ἐχθρὸν τῆς ἀληθείας,
θεράπευσονν, ἐπιμέλησαι, πρὸς ἀρετὴν ἐπανάγαγε βίον ἐπιδεικνύμενος ἄριστον,
λόγον παρεχόμενος ἀκατάγνωστον, προστασίαν καὶ κηδεμονίαν παρέχων, πάντα
τρόπον κινῶν διορθώσεως, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος. Οὐδὲ γὰρ ἐκεῖνοι
καθ’ ἕνα τρόπον θεραπεύουσι μόνον, ἀλλ’ ὅταν ἴδωσιν οὐκ εἶκον τὸ ἕλκος τῷ
προτέρῳ φαρμάκῳ, προστιθέασιν ἕτερον, καὶ μετ’ ἐκεῖνο πάλιν ἄλλο· καὶ νῦν μὲν
τέμνουσι, νῦν δὲ ἐπιδεσμοῦσι. Καὶ σὺ τοίνυν ψυχῶν ἰατρὸς γενόμενος, πάντα
κίνει θεραπείας τρόπον κατὰ τοὺς τοῦ Χριστοῦ νόμους, ἵνα καὶ τῆς σαυτοῦ
σωτηρίας καὶ τῆς ἑτέρων ὠφελείας λάβῃς μισθόν, εἰς δόξαν Θεοῦ πάντα ποιῶν, καὶ
ταύτῃ καὶ αὐτὸς δοξαζόμενος. Τοὺς δοξάζοντας γὰρ με δοξάσω, φησί· καὶ οἱ ἐξουθενοῦντες
με ἐξουθενωθήσονται. Πάντα τοίνυν εἰς δόξαν αὐτοῦ πράττωμεν, ἵνα τῆς μακαρίας
ἐκείνης ἐπιτύχωμεν λήξεως· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
|
Δική
του πόλη ἀποκαλεῖ ἐδῶ τὴν Καπερναούμ. Ἡ Βηθλεέμ τὸν ἔφερε στὴ ζωή, ἡ Ναζαρέτ
τὸν μεγάλωσε, ἡ Καπερναούμ τὸν εἶχε μόνιμο κάτοικό της. Ὁ παραλυτικὸς ἐδῶ εἶναι
ἄλλος ἀπὸ κεῖνον ποὺ ἀναφέρει ὁ Ἰωάννης. Ἐκεῖνος ἦταν πλαγιασμένος στὴν
κολυβήθρα, αὐτὸς ἦταν στὴν Καπερναούμ. Ἐκεῖνος ἦταν ἄρρωστος τριάντα ὀκτὼ
χρόνια· γι’ αὐτὸ ἐδῶ δὲ λέγεται τίποτα τέτοιο. Ἐκεῖνος δὲν εἶχε κανένα νὰ τὸν
προστατέψη, τοῦτος ὅμως εἶχε αὐτοὺς ποὺ τὸν φρόντιζαν, ποὺ τὸν σήκωσαν κι ὅλας
καὶ τὸν ἔφεραν. Καὶ σὲ τοῦτον λέγει, παιδί μου, συγχωροῦνται οἱ ἁμαρτίες
σου· σ’ ἐκεῖνον, θέλεις νὰ βρῆς τὴν ὑγεία
σου; Κι ἐκεῖνον τὸν ἐθεράπευσε τὸ
Σάββατο, αὐτὸν ὅμως ὄχι. Γιατὶ βέβαια θὰ τὸν κατηγοροῦσαν· καὶ γι’ αὐτο οἱ Ἰουδαῖοι
σ’ αὐτὸν ἐκράτησαν σιωπή, σ’ ἐκεῖνον ὅμως ἐπετέθηκαν καὶ τὸν καταδίωξαν. Αὐτὰ
τὰ εἶπα ὄχι χωρὶς λόγο ἀλλὰ γιὰ νὰ μὴ νομίση κανένας πὼς ὑπάρχει διαφωνία, ἐπειδὴ
σχημάτισε τὴν ὑπόνοια πὼς ἦταν ὁ ἴδιος παραλυτικός. Ἐμεῖς ἄς προσέξωμε τὴ
μετριοφροσύνη καὶ τὴν καλωσύνη τοῦ Κυρίου. Γιατὶ καὶ πρὶν ἀπ’ αὐτὸ ἀπόφυγε τὸν
κόσμο· κι ὅταν τὸν ἔδιωξαν οἱ Γαδαρηνοί, δὲν ἀντιστάθηκε, ἔφυγε καὶ μόνο ποὺ
δὲν πῆγε μακρυά. Καὶ πέρασε ἀφοῦ ξαναμπῆκε στὸ πλοῖο, ἐνῶ μποροῦσε νὰ πάη
περπατῶντας. Δὲν ἤθελε νὰ πραγματοποιῆ πάντα θαύματα, ὥστε νὰ μὴν καταστρέψη
τὴν ἀρχὴ τῆς οἰκονομίας. Ὁ Ματθαῖος λοιπὸν γράφει ὅτι τὸν ἔφεραν κοντὰ οἱ ἄλλοι,
ὅτι ἀφοῦ ἄνοιξαν καὶ τὴ σκεπὴ τὸν κατέβασαν. Κι ἔβαλαν μπροστά στὸ Χριστὸ τὸν
ἄρρωστο χωρὶ νὰ τοῦ ποῦν τίποτα ἀλλὰ ἀφήνοντάς τα ὅλα σ’ ἐκεῖνον. Σὴν ἀρχὴ καὶ
ὁ ἴδιος πήγαινε ἐδῶ κι ἐκεῖ, καὶ δὲ ζητοῦσε τόσο μεγάλη πίστη ἀπ’ ὅσους τὸν
πλησίαζαν. Ἐδῶ καὶ τὸν ἐπλησίασαν καὶ τοὺς ζητοῦσε πίστη. Ὅταν εἶδε, γράφει,
τὴν πίστη τους, δηλ. ἐκεῖνων ποὺ ἄνοιξαν τὴ σκεπή. Δὲ γυρεύει παντοῦ τὴν
πίστη ἀπὸ τοὺς ἀρρώστους μονάχα, π.χ. ὅταν παραφέρονται ἤ τὰ ἔχουν χαμένα ἀπὸ
τὴν ἀρρώστεια. Ἐδῶ φαίνεται, πὼς ἡ πίστη ἦταν τοῦ ἀρρώστου· δὲ θὰ δεχόταν νὰ τὸν κατέβαζαν ἀπὸ τὴ
σκεπή, ἄν δὲν πίστευε. Ἀφοῦ αὐτοὶ ἔδειξαν
τόση πίστη, δείχνει κι αὐτὸς τὴ δύναμή του, συγχωρῶντας τὶς ἁμαρτίες μὲ πλήρη
ἐξουσία, καὶ μὲ ὅλη του τὴ συμπεριφορὰ δείχνοντας ὅτι εἶναι ὁμότιμος
μ’ ἐκεῖνον ποὺ τὸν γέννησε. Προσέξετε·
προηγουμένως τὸ ἔδειξε αὐτὸ μὲ
τὴ διδασκαλία του, ὅταν τοὺς μιλοῦσε σὰν ἐκεῖνον ποὺ ἔχει ἐξουσία· μὲ τὸν λεπρό, ὅταν εἶπε Θέλω,
καθαρίσου· μὲ τὸν ἑκατόνταρχο, ποὺ τὸν ἐθαύμασε καὶ τὸν ἀνέβασε ψηλότερα ἀπὸ ὅλους·
μὲ τὴ θάλασσα, ὅταν τὴν ὑπόταξε μὲ τὸ λόγο μόνο· μὲ τοὺς δαίμονες, ὅταν τὸν παραδέχονταν
ὡς κριτή, καὶ τοὺς ἔδιωξε μὲ πολλὴ ἐξουσία.
Ἐδῶ πάλι μὲ ἄλλο ἀνώτερο τρόπο τοὺς ἴδιους τοὺς ἐχθροὺς ἀναγκάζει νὰ
παραδεχτοῦν τὴν ὁμοτιμία καὶ μὲ τὸ
στόμα αὐτῶν τὸ κάνει φανερό. Ὁ ἴδιος
δείχνεται ὅτι δὲν ἀγαποῦσε
τὶς τιμές -ἦσαν πολλοὶ θεατὲς ποὺ ἔκλειναν τὴν εἴσοδο, γι’ αὐτὸ καὶ τὸν
κατέβασαν ἀπὸ ψηλὰ - δὲ βιάστηκε νὰ
θεραπεύση ἀμέσως τὸ σῶμα ποὺ εἶναι ὁρατὸ, ἀλλὰ παίρνει τὴν ἀφορμὴ ἀπ’
αὐτοὺς καὶ θεραπεύει τὸ ἀόρατο πρῶτα, τὴν ψυχὴ συγχωρῶντας τὶς ἁμαρτίες. Τοῦτο
τὸν ἄρρωστο τὸν ἔσωζε, στὸν ἴδιο ὅμως δὲν προξενοῦσε μεγάλη δόξα. Ἐκεῖνοι κινημένοι ἀπὸ πονηρία καὶ θέλοντας
νὰ ἐπιτεθοῦν ἔκαναν τὸ θαῦμα νὰ λάμψη παρὰ τὴ θέλησή τους. Γιατὶ ἔτσι ὅπως ἦταν ἐκεῖνος ἐφευρετικός,
χρησιμοποίησε τὸ φθόνο τους γιὰ τὴν ἀνάδειξη τοῦ θαύματος. Ἐπειδὴ λοιπὸν ἔκαναν
θόρυβο μεταξύ τους κι ἔλεγαν Αὐτὸς βλασφημεῖ· ποιός μπορεῖ νὰ συγχωρῆ ἁμαρτίες παρὰ μόνο ὁ Θεός; Ἄς δοῦμε
τί λέει ὁ ἴδιος. Ἆραγε διέλυσε τὴν ὑποψία;
Καὶ βέβαια ἄν δὲν ἦταν ἴσος ἔπρεπε νὰ πῆ· Γιατὶ μοῦ ἀποδίδετε ὑπόληψη ποὺ δὲ μοῦ ταιρίαζει; Πολὺ ἀπέχω ἐγὼ ἀπὸ τὴ δύναμη αὐτή. Τώρα ὅμως
δὲν εἶπε τίποτα τέτοιο. Ἴσα ἴσα βεβαίωσε καὶ ἐπικύρωσε τὸ ἀντίθετο, ὁλότελα, καὶ μὲ τὸ λόγο του καὶ
μὲ τὸ θαῦμα. Ἐπειδὴ ἡ παριαυτολογία φαινόταν ὅτι στενοχωροῦσε τοὺς ἀκροατάς,
μὲ τὸ στόμα τῶν ἄλλων βεβαιώνει, ὅ,τι τὸν
ἀφορᾶ. Καὶ θαυμαστὸ εἶναι ὅτι τὸ
κάνει ὄχι μόνο μὲ τὸ στόμα τῶν φίλων, ἀλλὰ καὶ τῶν ἐχθρῶν. Αὐτὸ
ἀποτελεῖ τὸ πλῆθος τῆς σοφίας του. Μὲ τὸ στόμα τῶν φίλων του, ὅταν εἶπε Θέλω, καθαρίσου καὶ
ὅταν εἶπε, οὔτε ἀνάμεσα στοὺς Ἑβραίους δὲ βρῆκα
τόση πίστη. Μὲ τὸ στόμα τῶν ἐχθρῶν του
τώρα. Ἐπειδὴ εἶπαν κανένας δὲ μπορεῖ νὰ συγχωρῆ ἁμαρτίες παρὰ μόνο ὁ Θεός,
συμπλήρωσε: Γιὰ νὰ μάθετε, ὅτι ὁ Γιὸς
τοῦ ἀνθρώπου ἔχει ἐξουσία νὰ συγχωρῆ ἁμαρτίες πάνω στὴ ἀκοῦστε. Γυρίζει τότε καὶ λέγει στὸν παράλυτο. Σηκω
πάρε τὸ κρεββάτι σου καὶ πήγαινε σπίτι
σου. Κι ὄχι ἐδῶ μονάχα, ἀλλὰ κι ἀλλοῦ, ὅταν ἐκεῖνοι τοῦ ἔλεγαν· ὅτι δὲ σὲ λιθοβολοῦμε γιὰ μιὰ καλή σου πράξη, ἀλλὰ γιὰ τὴ βλασφημία
σου, κι ὅτι ἐνῶ εἶσαι ἄνθρωπος, κάνεις
τὸν ἑαυτό του Θεό, οὔτε ἐκεῖ δὲν ἀναίρεσε τὴ γνώμη αὐτή,
ἀλλὰ τὴν ἐπικύρωσε λέγοντας· Ἄν
δὲν κάνω τὰ ἔργα τοῦ Πατέρα μου, μὴ μὲ πιστεύετε, ἄν ὅμως τὰ ἐκτελῶ, κι ἄν δὲν
πιστεύετε σὲ μένα, πιστέψετε στὰ ἔργα.
β΄. Ἐδῶ
ὡστόσο παρουσιάζει κι ἄλλο σημάδι τῆς θεότητάς του -ὄχι μικρό- καὶ τῆς ὁμοτιμίας
μὲ τὸν Πατέρα. Ἐκεῖνοι ἔλεγαν ὅτι ἡ συγχώρηση τῶν ἁμαρτημάτων ἀνήκει μόνο στὸ
Θεό. Αὐτὸς ὅμως ὄχι μόνο τὰ ἁμαρτήματα συγχωρεῖ, ἀλλὰ καὶ πρὶν ἀπ’ αὐτὸ κάνει
κάτι ἄλλο ποὺ εἶναι ἀποκλειστικὸ προνόμοιο τοῦ Θεοῦ· ἀποκαλύπτει τὰ μυστικὰ ποὺ εἶναι κρυμμένα
στὴν ψυχή. Δὲν εἶχαν ἐκφράσει αὐτὸ ποὺ ἐσκέφτηκαν. Μερικοὶ γραμματεῖς εἶπαν
μέσα τους· Αὐτὸς βλασφημεῖ. Καὶ ἐπειδὴ
ὀ Χριστὸς ἤξερε τὶς σκέψεις τους εἶπε·
Γιατὶ κάνετε μὲ τὸ νοῦ σας πονηρὲς σκέψεις; Ὅτι μόνο στὸ Θεὸ ἀνήκει νὰ
γνωρίζει τὰ μυστικά, ἄκουσε τί λέει ὁ προφήτης· Σὺ μόνος ἀπ’ ὅλους γνωρίζεις τὶς καρδιές· καὶ πάλι σὺ ὁ Θεὸς ποὺ ἐξετάζεις τὸν ἐσωτερικό
μας κόσμο. Καὶ ὁ Ἱερεμίας λέγει·
Βαθύτερα ἀπ’ ὅλα ἡ καρδιά εἶναι ἄνθρωπος καὶ ποιός θὰ τὸν
κατανοήση; Καὶ τοῦτο· ὁ ἄνθρωπος
κοιτάζει τὸ πρόσωπο· ὁ Θεὸς βλέπει τὴν καρδιά. Ἀπὸ ἄλλα πολλὰ μποροῦμε νὰ
διαπιστώσωμε ,ὅτι ἀνήκει στὸ Θεὸ νὰ γνωρίζη τὴν ψυχή. Ἀποδεικνύοντας λοιπὸν ὅτι
εἶναι Θεὸς, ἴσος μὲ τὸν Πατέρα του, ἀποκαλύπτει καὶ φανερώνει αὐτὰ ποὺ
συλλογίζονταν. Γιατὶ αὐτοὶ ἐπειδὴ φοβοῦνταν τὸν κόσμο, δὲν τολμοῦσαν νὰ
διατυπώσουν μπροστὰ σ’ ὅλους τὴ γνώμη τους. Κι ἐδῶ δείχνει πολλὴ πραότητα.
Γιατὶ, λέει, κάνετε μέσα στὴν καρδιά σας πονηρὲς σκέψεις; Καὶ βέβαια, ἄν ἔπρεπε
κάποιος ν’ ἀγανακτήση, αὐτὸς ἦταν ὁ ἄρρωστος, ἐπειδὴ εἶχε ξεγελαστῆ. Μποροῦσε
νὰ πῆ· Γιὰ ἄλλο ἦρθα νὰ μὲ θεραπεύσης,
κι ἄλλο σὺ διορθώνεις; Ἀπὸ ποῦ εἶναι φανερὸ ὅτι συγχωροῦνται οἱ ἁμαρτίες μου;
Τώρα ὡστόσο αὐτὸς τίποτα τέτοιο δὲν λέει, ἀλλὰ παραδίδει τὸν ἑαυτό του στὴ
διάκριση ἐκείνου ποὺ τὸν θεραπεύει. Ἐνῶ ἐκεῖνοι, ὑπερβολικοὶ καὶ φθονεροὶ καθὼς
εἶναι, ὑπονομεύουν τὴν φιλάνθρωπη δράση τῶν ἄλλων. Γι’ αὐτὸ τοὺς ἐπιπλήττει
βέβαια, ἀλλὰ μὲ ὅλη τὴν ἐπιείκεια. Ἄν δὲν σᾶς φαίνεται πιστευτὸ τὸ πρῶτο καὶ
νομίζετε κομπορρημοσύνη ὅ,τι εἶπα, ὁρίστε προσθέτω σ’ αὐτὸ καὶ κάτι ἀκόμα· θ’
ἀποκαλύψω τὰ μυστικά σας· κι ἄλλο πάλι ἔπειτα ἀπ’ αὐτό. Τὸ ὅτι θὰ σφίξη τὶς ἀρθρώσεις
τοῦ παραλυτικοῦ. Κι ὅταν μίλησε στὸν παράλυτο δὲν φανέρωσε καθαρὰ τὴν ἐξουσία
του μὲ τοὺς λόγους του. Δὲν εἶπε συγχωρῶ
τίς ἁμαρτίες σου, ἀλλὰ συγχωροῦνται οἱ ἁμαρτίες σου. Κι ὅταν αὐτοὶ τὸν
ἀνάγκασαν, παρουσιάζει λαμπρότερα τὴν ἐξουσία του, λέγοντας· Καὶ γιὰ νὰ
μάθετε, ὅτι ὁ Γιὸς τοῦ ἀνθρώπου ἔχει ἐξουσία νὰ συγχωρῆ ἁμαρτίες πάνω στὴ γῆ.
Βλέπετε πόσο ἤθελε νὰ νομίζεται ἴσος μὲ τὸν Πατέρα; Οὔτε εἶπε, ὅτι ἔχει ἀνάγκη
ἀπὸ κάποιον ἄλλο ὁ Γιὸς τοῦ ἀνθρώπου, ἤ ὅτι τοῦ ἐδωσε ἐξουσία, ἀλλὰ ὅτι ἔχει ἐξουσία.
Καὶ δὲν τὸ λέει αὐτὸ γιὰ ἐπίδειξη, ἀλλὰ Γιὰ νὰ σᾶς πείσω, λέγει, ὅτι δὲ
βλασφημῶ κάνοντας τὸν ἑαυτό μου ἴσο μὲ τὸ Θεό. Παντοῦ θέλει νὰ δίνη ἀποδείξεις
σαφεῖς, ἀναντίρρητες, ὅπως ὅταν λέη·
Πήγαινε, δεῖξε τὸν ἑαυτό σου στὸν ἱερέα. Κι ὅταν δείχνη τὴν πεθερὰ τοῦ
Πέτρου νὰ ὑπηρετῆ. Κι ὅταν ἐπιτρέπη νὰ κατακρημνισθοῦν οἱ χήροι. Ἔτσι λοιπὸν
κι ἐδῶ. Τὴ σύσφιξη τῶν ἀνθρώσεων τὴν κάνει ἀπόδειξη τῆς συγχωρήσεως τῶν ἁμαρτημάτων.
Καὶ τὸ σήκωμα τοῦ κρεβατιοῦ ἀπόδειξη τῆ σύσφιξης. Ὥστε νὰ μὴ νομισθῆ ὅτι εἶναι
φαντασία αὐτὸ ποὺ εἶχε γίνει. Καὶ δὲν τὸ ἔκανε αὐτὸ παρὰ ἀφοῦ τοὺς ρώτησε· Τί
εἶναι πιὸ εὔκολο νὰ πῆς, συγχωροῦνται οἱ ἁμαρτίες· ἤ νὰ πῆς σήκωσε τὸ κρεβάτι σου
καὶ πήγαινε στὸ σπίτι σου. Αὐτὸ ποὺ λέει, εἶναι τὸ ἑξῆς. Τί σᾶς φαίνεται εὐκολώτερο,
νὰ σφίξετε χαλαρωμένες ἀρθρώσεις, ἤ νὰ συγχωρήσετε ἁμαρτίες; Φανερὸ ὅτι νὰ
σφίξετε τὶς ἀρθρώσεις. Ὅσο ἡ ψυχὴ εἶναι ἀνώτερη ἀπὸ τὸ σῶμα, τόσο ἀνώτερη εἶναι
ἡ συγχώρηση τῶν ἁμαρτιῶν. Ἐπειδὴ ὅμως τὸ ἕνα εἶναι ἀόρατο καὶ τὸ ἄλλο φανερὸ,
γι’ αὐτὸ προσθέτω καὶ τὸ κατώτερο ἀλλὰ φανερώτερο. Ἔτσι τὸ μεγαλύτερο
κι ἀόρατο νὰ λάβη μ’ αὐτὸ τὴν ἀπόδειξη. Ἀπὸ αὐτὴ τὴν ὥρα φανέρωνε προκαταβολικὰ μὲ τὰ ἔργα του αὐτὸ ποὺ ὁ Ἰωάννης
εἶχε πεῖ, ὅτι αὐτὸς σηκώνει τὶς ἁμαρτίες τοῦ κόσμου.
γ΄. Ἀφοῦ
τὸν σήκωσε λοιπὸν ἀπὸ τὸ κρεβάτι, τὸν στέλνει στὸ σπίτι. Καὶ πάλι ἐδῶ δείχνει
μετριοφροσύνη κι ὅτι δὲν ἦταν φαντασία ὅ,τι εἶχε γίνει. Τοὺς μάρτυρες τῆς ἀρρώστιας
τοὺς κάνει καὶ τῆς ὑγείας μάρτυρας. Ἐγὼ θὰ ἤθελα, λέγει, μὲ τὴ δική σου ἀσθένεια,
νὰ θεραπεύσω κι αὐτοὺς ποὺ νομίζουν πὼς εἶναι ὑγιεῖς, ἐνῶ τὸ πνεῦμα τους νοσεῖ.
Ἐπειδὴ ὅμως δὲ θέλουν πήγαινε στὸ σπίτι, γιὰ νὰ διορθώσης τοὺς δικούς σου.
Βλέπετε πῶς δείχνει ὅτι εἶναι δημιουργὸς καὶ ψυχῆς καὶ σωμάτων; Τοῦ καθενὸς ἀπ’
αὐτὰ θεραπεύει τὴν παράλυση, καὶ κάνει φανερὸ τὸ ἀόρατο ἀπὸ τὸ ὁρατό.
Σέρνονται ὅμως ἀκομα στὴ γῆ. Ὅταν εἶδε ὁ κόσμος ἐθαύμασαν, καὶ δόξασαν τὸ Θεὸ,
ποὺ ἔδωσε τέτοια ἐξουσία στοὺς ἀνθρώπους. Τοὺς ἐμπόδιζε ἡ σάρκα. Αὐτὸς ὅμως δὲν
τοὺς κατηγόρησε, ἀλλὰ προχωρεῖ ἀνεβάζοντάς τους μὲ τὰ ἔργα, καὶ κάνοντας ὑψηλὸ
τὸ φρόνημά τους. Ἐπὶ τέλους δὲν ἦταν μικρὸ νὰ θεωρῆσαι πὼς εἶσαι μεγαλύτερος ἀπ’ ὅλους τοὺς ἀνθρώπους, κι ὅτι ἔρχεσαι ἀπὸ τὸ
Θεό. Ἄν εἶχαν ἀποκτήσει γι’ αὐτὰ σὲ σημαντικὸ βαθμὸ βεβαιότητα, προχωρῶντας θὰ
καταλάβαιναιν, ὅτι ἦταν Γιὸς τοῦ Θεοῦ. Δὲν τὰ συνέλαβαν ὅμως αὐτὰ καθαρὰ, γι’
αὐτὸ καὶ δὲν μπορεῖ νὰ τὸν πλησιάσουν. Ἔλεγαν πάλι· αὐτὸς ὁ ἄνθρωπος δὲν ἔρχεται
ἀπὸ τὸ Θεό. Πῶς εἶναι αὐτὸς ἀπὸ τὸ Θεό; Καὶ συνεχῶς ἔλεγαν τὰ ἴδια, σὰν
προκαλύμματα τῶν παθῶν τους. Τὸ ἴδιο κάνουν πολλοὶ καὶ τώρα· καὶ μόλο ποὺ νομίζουν ὅτι ὑπερασπίζουν τὸ
Θεό, ἱκανοποιοῦν δικά τους πάθη, ἐνῶ πρέπει σ’ ὅλα νὰ εἴμαστε μετριοπαθεῖς.Γιατὶ καὶ ὁ Θεὸς
τῶν ὅλων, ἐνῶ μπορεῖ νὰ ρίξη κεραυνὸ σὲ ὅσους τὸν βλασφημοῦν, ὅμως ἀνατέλλει
τὸν ἥλιο καὶ ρίχνει τὴ βροχὴ κι ὅλα τὰ ἄλλα παραχωρεῖ μὲ ἀφθονία. Αὐτὸν
πρέπει νὰ μιμούμαστε κι ἐμεῖς καὶ νὰ παρακαλοῦμε, νὰ προτρέπωμε, νὰ
συμβουλεύωμε μὲ πραότητα, νὰ μὴ θυμώνωμε, νὰ μὴν ἀποθηριωνώμαστε. Οὔτε μικρὴ
βλάβη δὲν παθαίνει ὁ Θεος ἀπὸ τὴ βλασφιμία σου, γιὰ νὰ βλασφημήσης· ἀλλὰ αὐτὸς ποὺ βλασφήμησε, αὐτὸς δέχτηκε καὶ
τὴν πληγή. Στέναξε λοιπὸν καὶ θρήνησε· τὸ πάθος ποὺ ἔχης εἶναι ἄξιο γιὰ
δάκρυα. Καὶ τὸν πληγωμένο τίποτα δὲν μπορεῖ τόσο τέλεια νὰ τὸν θεραπεύση, ὅσο ἡ καλωσύνη. Ἡ
καλωσύνη εἶναι πιὸ δυνατὴ ἀπὸ κάθε βία. Προσέξετε λοιπὸν πὼς μιλᾶ αὐτὸς ποὺ ὑβρίστηκε
ἀπὸ μᾶς καὶ στὴν Παλαιὰ καὶ στὴν Καινὴ Διαθήκη. Στὴν πρώτη λέει· Τί σοῦ ἔκανα,
λαέ μου; Στὴν ἄλλη. Σαῦλε, Σαῦλε, γιατὶ μὲ καταδιώκεις; Κι ὁ Παῦλος ὁρίζει μὲ
καλωσύνη νὰ μεταχειρζώμαστε τοὺς ἀντιθέτους. Κι ὁ Χριστὸς, ὅταν ἦρθαν κοντά
του οἱ μαθηταί του καὶ ζητοῦσαν νὰ κατεβῆ φωτιὰ ἀπὸ τὸν οὐρανό, τοὺς μάλλωσε ἔντονα
καὶ τοὺς εἶπε· Δὲν ξέρετε ποιὸ πνεῦμα ἔχετε σεις. Ἀλλὰ καὶ σ’ αὐτὴν τὴν
περίσταση δὲν εἶπε· Ἀχρεῖοι κι ἀγύρτες, σεῖς καὶ φθονεροὶ κι ἐχθροὶ τῆς
σωτηρίας τῶν ἀνθρώπων. Ἀλλὰ γιατὶ κάμετε πονηρὲς σκέψεις μέσα σας; Πρέπει
λοιπὸν νὰ τονίζωμε τὸ πάθος μὲ μετριοπάθεια. Γιατὶ αὐτὸς ποὺ γίνεται
καλύτερος ἀπὸ φόβο ἀνθρώπων, γρήγορα θὰ γυρίση πάλι στὴν κακία. Γι’ αὐτὸ
διέταξε ν’ ἀφεθοῦν καὶ τὰ ζιζάνια, παραχωρῶντας μιὰ προθεσμία γιὰ μετάνοια.
Πολλοὶ ἀπ’ αὐτοὺς λοιπὸν μετάνοιωσαν κι ἔγιναν σπουδαῖοι ἀπὸ κακοὶ ποὺ ἦσαν, ὅπως ὁ Παῦλος, ὁ τελώνης, ὁ
ληστής. Αὐτοὶ ἦσαν ζιζάνια, ἔγιναν ὅμως σιτάρι μεστωμένο. Στοὺς σπόρους
φαίνεται τοῦτο δύσκολο· εἶναι ὅμως εὔκολο καὶ κατορθωτὸ σχετικὰ μὲ τὴ θέληση·
δὲν ἔχει αὐτὴ δεθῆ μὲ τοὺς φυσικοὺς νόμους, ἀλλὰ ἔχει τιμηθῆ μὲ ἐλευθερία. Ὅταν συναντήσης λοιπὸν ἐχθρὸ
τῆς ἀληθείας, θεράπευσέ τον, περιποιήσου τον, ξαναφέρε τον στὴν
ἀρετὴ δείχνοντάς του τέλεια ζωή, παρέχοντας λόγο ἀκατηγόρητο,
γίνου προστάτης καὶ κηδεμόνας του.
Χρησιμοποίησε κάθε τρόπο γιὰ διόρθωση , ὅπως κάνουν οἱ ἄριστοι
γιατροί. Οὔτε αὐτοὶ δὲν θεραπεύουν μ’
ἕνα τρόπο μόνο· ὅταν δοῦν ὅτι δὲν
ὑποχωρεῖ ἡ πληγὴ μὲ τὸ πρῶτο φάρμακο, προσθέτουν δεύτερο, κι ἔπειτα τρίτο.
Κάνουν ἐγχειρήσεις, χρησιμοποιοῦν ἐπιδέσμους.
Καὶ σὺ λοιπὸν ποὺ εἶσαι γιατρὸς τῶν
ψυχῶν, μεταχειρίσου κάθε θεραπευτικὸ
τρόπο κατὰ τοὺς νόμους τοῦ Χριστοῦ, γιὰ νὰ λάβης μισθὸ καὶ τῆς δικῆς σου σωτηρίας
καὶ τῆς ὠφέλειας τῶν ἄλλων. Πρᾶξε
τα ὅλα γιὰ τὴ δόξα τοῦ Θεοῦ
κι ἔτσι θὰ
δοξαστῆς καὶ σύ. Θὰ δοξάσω, λέει, ὅποιους μὲ δοξάσουν. Κι ὅποιοι θέλουν νὰ μὲ ἀφανίσουν θ’ ἀφανιστοῦν. Ἄς τὰ
πράττωμε λοιπὸν ὅλα γιὰ τὴ δόξα του,
γιὰ νὰ ἐπιτύχωμε αὐτὸ τὸ μακάριο τέλος . Αὐτὸ μακάρι ὅλοι μας νὰ τὸ ἐπιτύχουμε,
μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Δική του ἡ δόξα καὶ ἡ δύναμη στοὺς αἰῶνες. Ἀμήν.
|
Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
(σελ.178-184)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου