Ἡ α' ὠδὴ τῶν Κανόνων τῶν Χριστουγέννων, Ἦχος α'
Ψάλλει ὁ μακαριστός (†) γέροντας Δανιὴλ τῆς Ἀδελφότητος τῶν Δανιηλαίων
«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ ουρανὼν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, Ἄσατε τὼ Κυρίω πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
«Ρεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὔθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται».
«Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθεία σαρκωθεῖς, ὅτι δεδόξασται».
«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεῖς ἐκ Κόρης, τρῖβον βατήν, Πόλου τίθησιν ἡμῖν, ὃν κατ οὐσίαν, Ἰσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».
«Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον, Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ, Μιγέντα μορφή, τὴ βροτησία Θεόν, Εὖας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν».
«Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σὲ σπαργάνοις ἐλικτόν, ὃν γεγηθότες, Ἴδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.».
ORTODOX
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου