Κουμπιά

Κυλιόμενο Μήνυμα

Δευτέρα 25 Νοεμβρίου 2024

Οὐρανοδρόμος Κλῖμαξ. Ὁσίου Ἰωάννου Σιναΐτου. 3. Περὶ ξενιτείας

Ὁσίου Ἰωάννου τοῦ Σιναΐτου - Οὐρανοδρόμος Κλῖμαξ

Λόγος Τρίτος

Περὶ ξενιτείας

1. (664.) Ξενιτεία ἐστὶ κατάλειψις ἀνεπίστροφος πάντων τῶν ἐν τῇ πατρίδι, πρὸς τὸν τῆς εὐσεβείας σκοπὸν ἡμῖν ἀντιπραττόντων. Ξενιτεία ἐστὶν ἀπαῤῥησίαστον ἦθος, ἄγνωστος σοφία, ἀδημοσίευτος σύνεσις, ἀπόκρυφος βίος, ἀθεώρητος σκοπός, ἀφανὴς λογισμός, εὐτελείας ὄρεξις, στενοχωρίας ἐπιθυμία, πόθου θείου ὑπόθεσις, ἔρωτος πλῆθος, κενοδοξίας ἄρνησις, σιωπῆς βυθός.

2. Πέφυκέ πως καὶ οὗτος ὁ λογισμὸς ἐν προοιμίοις τοῖς ἐρασταῖς Κυρίου ἀεννάως, καὶ ἐπιτεταμένως διενοχλεῖν, ὡς ἐν θείῳ πυρί· λέγω δὲ ὁ τῶν ἰδίων [Α. οἰκείων] μακρισμός, σκοπῶ εὐτελείας, καὶ θλίψεως, προτρεπόμενος τοὺς ἐραστὰς τοῦ τοιούτου καλοῦ. Πλὴν καθ᾿ ὅσον μέγας καὶ ἀξιέπαινός ἐστι, κατὰ τοσοῦτον πολλὴν καὶ τὴν διάκρισιν κέκτηται.

3. Οὐ γὰρ πᾶσα ξενιτεία ἄκρως γενομένη [γινομένη] καλή· εἰ πᾶς προφήτης ἄτιμος ἐν τῇ ἰδίᾳ πατρίδι, ὥς φησιν ὁ Κύριος, σκοπήσωμεν μή πως γένηται ἡμῖν ξενιτεία κενοδοξίας ὑπόθεσις. Ξενιτεία γάρ ἐστιν ὁ πάντων χωρισμὸς, διὰ τὸ τὸν λογισμὸν ποιῆσαι Θεοῦ ἀχώριστον. Ξενιτεία ἐστὶν ἀνεμπλήστου πένθους ἐραστής, καὶ ἐργάτης.

4. Ξένος ἐστὶν ὁ πάσης ἰδίων καὶ ἀλλοτρίων σχέσεως φυγάς. Μὴ ἀνάμενε ἐπὶ τὴν μονίαν, ἢ ἐπὶ τὴν ξενιτείαν ἐπειγόμενος τὰς φιλοκόσμους ψυχάς· δι᾿ ὅτι ὁ κλέπτης ἀνυπονόητος. Πολλοὶ συσσῶσαι πειραθέντες ῥᾳθύμους καὶ ὀκνηροὺς, συναπώλοντο, τοῦ πυρὸς τῷ χρόνῳ ἀποσβεσθέντος. Δεξάμενος φλόγα τρέχε. Οὐ γὰρ γινώσκεις, τὸ, πότε σβέννυται, καὶ ἐν σκοτίᾳ σε καταλήψει. Ἄλλους μὲν σῶσαι οὐ πάντες ἀπαιτούμεθα. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· Ἆρα οὖν ἕκαστος ἡμῶν ἀδελφοὶ, περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Καὶ πάλιν· Ὁδιδάσκων, φησὶν, ἕτερον σεαυτὸν οὐ διδάσκεις. Ὥσπερ ἔλεγε· Περὶ ἄλλων μὲν οὐκ οἶδα, ἑαυτοὺς δὲ πάντες πάντως.

5. Ξενιτεύων ἀσφαλίζου τὸν γυρευτὴν, καὶ φιλήδονον δαίμονα. Ἡ γὰρ ξενιτεία ἀφορμὴν αὐτῷ δίδωσι.

6. Καλὴ ἡ ἀπροσπάθεια, ταύτης δὲ ξενιτεία μήτηρ·

7. ὁ ξενιτεύσας διὰ τὸν Κύριον, οὐκ ἔτι σχέσεις ἔσχηκεν, ἵνα μὴ φανῇ διὰ πάθη πλαζόμενος.

8. Ὁ κόσμου ξενιτεύων, μηκέτι κόσμου προσψαύσῃς· πεφύκασι γὰρ τὰ πάθη φιλεπίστροφα εἶναι.

9. (665.) Ἐξορίζεται ἀκουσίως ἡ Εὖα τοῦ παραδείσου, καὶ μοναχὸς ἑκουσίως τῆς ἑαυτοῦ πατρίδος. Ἡ μὲν γὰρ πάλιν του ξύλου τῆς παρακοῆς ἐπιθυμεῖν ἔμελλεν· ὁ δὲ κίνδυνον ἐκ τῶν κατὰ σάρκα συγγενῶν πάντως ὑφίστατο.

10. Ἀπόφευγε ὡς ἀπὸ μάστιγος, τοὺς τῶν πτωμάτων τόπους. Καρποῦ γὰρ μὴ παρόντος οὐ συνεχῶς ὀρεγόμεθα.

11. Μηδὲ οὗτος ὁ τρόπος, καὶ δόλος τῶν κλεπτῶν λανθανέτω σε· ὑποβάλλουσι γὰρ ἡμῖν τῶν κοσμικῶν μὴ χωρίζεσθαι, πολὺν τὸν μισθὸν ἡμᾶς λέγοντες κομίζεσθαι, εἴπερ ὁρῶντες τὸ θῆλυ ἑαυτῶν κρατήσωμεν, οἷστισιν οὐ πείθεσθαι δεῖ, μᾶλλον δὲ τοὐναντίον ποιεῖν.

12. Ὅταν τῶν οἰκείων ἡμῶν ἐπὶ χρόνον, ἢ χρόνους ἀναχωρήσαντες μικράν τινα εὐλάβειαν, ἢ κατάνυξιν, ἢ ἐγκράτειαν ἑαυτοῖς περιποιησώμεθα· τότε λοιπὸν οἱ λογισμοὶ τῆς ματαιότητος ἐπιστάντες πορεύεσθαι ἡμῖν πάλιν ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπιτρέπουσιν εἰς οἰκοδομὴν πολλῶν, φησὶν, καὶ τύπον, καὶ ὠφέλειαν τῶν τὰς πράξεις ἡμῶν τὰς ἀθεμίτους σκοπούντων. Εἰ δὲ καὶ λόγου, καὶ φίλης γνώσεως εὐποροῦντες τυγχάνομεν, τότε λοιπὸν ὡς σωτῆρας ψυχῶν, καὶ διδασκάλους ἡμᾶς ἐν αὐτῷ κόσμῳ ὑποβάλλουσιν, ἵνα τὰ ἐν τῷ λιμένι συναχθέντα καλῶς, ἐν τῷ πελάγει κακῶς σκορπίσωσι.

13. Μὴ τὴν γυναῖκα, ἀλλ᾿ αὐτὸν τὸν Λὼτ μιμεῖσθαι σπουδάσωμεν· ψυχὴ γὰρ στραφεῖσα ὅθεν ἐξῆλθεν, ὡς τὸ ἅλας μωρανθήσεται, καὶ ἀκίνητος λοιπὸν μένει.

14. Φεῦγε Αἴγυπτον ἀμεταστρεπτί. Αἱ γὰρ στραφεῖσαι καρδίαι ἐκεῖ τὴν γῆν τῆς ἀπαθείας Ἱερουσαλὴμ οὐκ ἐθεάσαντο.

15. Ἔστιν ἐν προοιμίοις διὰ τὸ νηπιῶδες ἀπολιπόντας τὰ οἰκεῖα, καὶ τελείως καθαρθέντας, πρὸς αὐτὰ συμφερόντως ἐπιστραφῆναι, ἴσως σκοπῷ τοῦ μετὰ τὸ σωθῆναι σῶσαί τινας. Καίπερ ἐκ Θεοῦ Μωσῆς ἐκεῖνος ὁ θεόπτης, πρὸς σωτηρίαν τοῦ ὁμοφύλου γένους ἀποσταλεὶς, πολλοὺς ἐν Αἰγύπτῳ τοὺς κινδύνους, ἤγουν ἐντῷ κόσμῳ τοὺς σκοτασμοὺς ἔσχηκε.

16. Καλὸν λυπῆσαι γονεῖς, καὶ μὴ Κύριον· ὁ μὲν γὰρ καὶ ἔπλασε, καὶ ἔσωσεν· οἱ δὲ πολλάκις οὓς ἠγάπησαν, ἀπόλεσαν, καὶ τῇ κολάσει παρέδωκαν·

17. ξένος ἐκεῖνός ἐστι· ὁ ὡς ἀλλόγλωσσος ἐν ἑτερογλώσσοις [ἔθνεσι]ἐν γνώσει καθήμενος.

18. Οὐ μισοῦντες ἡμεῖς τοὺς οἰκείους ἑαυτῶν, ἢ τοὺς τόπους ἀναχωροῦμεν, μὴ γένοιτο!ἀλλὰ τὴν ἐξ αὐτῶν ἡμῖν προσγινομένην βλάβην ἐκφεύγοντες.

19. Ὡς ἐν πᾶσι, καὶ ἐν τούτοις γίνεται ἡμῖν Χριστὸς τοῖς ἀγαθοῖς διδάσκαλος. Φαίνεται γὰρ καὶ αὐτὸς τοὺς γονεῖς κατὰ σάρκα πολλάκις καταλιπών· καὶ παρά τινων ἀκούων· Ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε· θᾶττον ὁ καλὸς ἡμῶν Κύριος, καὶ διδάσκαλος ἀπαθὲς μῖσος ὑπέδειξεν εἰπών· Μήτηρ μου, καὶ ἀδελφοί μού εἰσιν οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.

20. Ἔστω σου πατὴρ ὁ πρὸς τὸ φορτίον τῶνἁμαρτημάτων συγκοπιάσαι δυνάμενος, καὶ βουλόμενος, μήτηρ δὲ, ἡ κατάνυξις, ἡ ἀποπλῦναί σε τοῦ ῥύπου ἰσχύουσα· ἀδελφὸς δὲ, ὁ πρὸς τὸν δρόμον τὸν ἄνω συμπονῶν καὶ συναμιλλώμενος· κτῆσαι σύμβιον ἀναπόσπαστον μνήμην θανάτου· τέκνα δέ σου φιλητὰ ἔστωσαν στεναγμοὶ καρδίας. Δοῦλον κτῆσαι (668.) σὸν σῶμα. Φίλους δὲ τὰς ἁγίας δυνάμεις, αἵτινες ἐν καιρῷ ἐξόδου ὠφελῆσαί σε δύνανται, ἐὰν φίλοι σου γίνωνται· Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, πόθος Θεοῦ ἀπέσβεσεν πόθον γονέων.

21. Ὁ δὲ λέγων ἀμφότερα ἔχειν, πεπλάνηκεν ἑαυτὸν ἀκούων τοῦ λέγοντος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ τὰ ἑξῆς.

22. Οὐκ ἦλθον, φησὶν ὁ Κύριος, εἰρήνην βαλεῖν ἐπὶ τῆς γῆς (γονέων πρὸς υἱοὺς καὶ ἀδελφοὺς δουλεῦσαί μοι προαιρουμένους), ἀλλὰ μάχην καὶ μάχαιραν, διχάσαι φιλοθέους ἐκ φιλοκόσμων· ὑλικοὺς ἐξ ἀΰλων, φιλοδόξους ἐκ ταπεινοφρόνων. Εὐφραίνεται γὰρ Κύριος ἐπ᾿ ἀμφιβολίᾳ καὶ χωρισμῷ, διὰ τὴν πρὸς αὐτὸν ἀγάπην γινομένῳ.

23. Ὅρα ὅρα, μή πως ὑδάτων τὰ πάντα σοι πεπληρωμένα, φανῇ διὰ τὴν προσπάθειαν τῶν οἰκείων σοι ἀγαπητῶν, καὶ τῷ κατακλυσμῷ φιλονεικίας συναπέλθῃς. Μὴ οἰκτειρήσῃς γονέων ἢ φίλων δάκρυα· εἰ δὲ μὴ, αἰωνίως μέλλεις δακρύειν.

24. Ὁπόταν σε περικυκλώσωσιν ὥσπερ μέλισσαι, μᾶλλον δὲ σφῆκες, θρῆνον οἱ ἴδιοι ποιούμενοι ἐπὶ σοὶ, συντόμως πρὸς τὸν θάνατον, καὶ τὰς πράξεις τὸ τῆς ψυχῆς ὄμμα ἀμεταστρέπτως ἀτένισον, ἵνα πόνον πόνῳ δυνηθῇς ἀποπέμψασθαι.

25. Ὑπισχνοῦνται δολίως ἡμῖν οἱ ἡμῶν, καὶ οὐχ ἡμῶν, πάντα τὰ φίλα διαπράττεσθαι, σκοπὸς δὲ τούτοις τῷ ἀρίστῳ ἡμῶν ἐμποδίσαι δρόμῳ, εἶτ᾿ οὕτως λοιπὸν πρὸς τὸν οἰκεῖον σκοπὸν ἡμᾶς ἐπισπάσασθαι.

26. Ἡ τῶν τόπων ἡμῶν ἀναχώρησις ἔστω, εἰς τὰ ἀπαρακλητικώτερα, καὶ ἀκενοδοξότερα, καὶ ταπεινότερα μέρη· εἰ δὲ μὴ, μετὰ πάθους πετόμεθα.

27. Ἀπόκρυπτε εὐγένειαν, καὶ εὐδοξίαν μὴ ἀναπόμπευε, μή πως εὑρεθῇς ἕτερος μὲν ἐν τῷ σώματι, ἕτερος δὲ ἐν τοῖς πράγμασι διακείμενος.

28. Οὐδεὶς τοσοῦτον τῇ ξενιτείᾳ ἐκδέδωκεν ἑαυτόν, ὡς ὁ μέγας ἐκεῖνος ὁ ἀκηκοώς· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐξ οἴκου τοῦ πατρός σου· καίπερ ἐν ἀλλογλώσσῳ καὶ βαρβαρώδει γῇ προσκαλούμενος.

29. Ἔστιν ὅταν κατὰ τὸν μέγαν τοῦτον τινὰ ξενιτεύσαντα, ἐπὶ πλεῖον ὁ Κύριος ἐδόξασεν. Πλὴν εἰ καὶ δόξα θεόσδοτος καλὸν αὐτὴν διὰ θυρεοῦ ταπεινώσεως ἀποστρέφεσθαι.

30. Ὁπηνίκα οἱ δαίμονες ὡς ἐπὶ μεγάλῳ κατορθώματι τῇ ξενιτείᾳ ἐπαινοῦσιν ἡμᾶς, ἢ καὶ οἱ ἄνθρωποι, τότε ἡμεῖς τοῦ δι᾿ ἡμᾶς ἐκ τοῦ οὐρανοῦ, εἰς τὴν γῆν ξενιτεύσαντος ἀναλαμβάνωμεν ἔννοιαν, καὶ εὑρήσομεν ἑαυτοὺς εἰς αἰῶνα αἰῶνος ἀναπληροῦν μὴ ἰσχύοντας.

31. Χαλεπὴ ἡ πρός τινα τῶν οἰκείων, ἢ καὶ ξένων προσπάθεια, ἡ δυναμένη κατὰ μικρὸν ἐπὶ τὸν κόσμον ἡμᾶς ἐπισπάσασθαι, καὶ τὸ πῦρ ἡμῶν τῆς κατανύξεως τελείως ἀποψυχρῶσαι.

32. Ὡς ἀμήχανον ἑνὶ μὲν ὀφθαλμῷ εἰς τὸν οὐρανόν, ἑνὶ δὲ εἰς τὴν γῆν νεύειν, οὕτως ἀδύνατον τὸν μὴ τελείως πάντων τῶν οἰκείων καὶ ἀνοικείων τῷ λογισμῷ καὶ τῷ σώματι ξενιτεύσαντα μὴ κινδυνεῦσαι κατὰ ψυχήν.

33. Κόπῳ πολλῷ καὶ μόχθῳ κατορθοῦται ἐν ἡμῖν ἦθος χρηστὸν καὶ εὐκατάστατον, καὶ τῷ πολλῷ μόχθῳ κατορθούμενον δυνατὸν ἐν μιᾷ ῥοπῇ ἀπολέσθαι· Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι (669.) κακαὶ, καὶ κοσμικαὶ, καὶ ἄκοσμοι.

34. Ὁ τοῖς κατὰ τὸν κοσμὸν μετὰ τὴν ἀποταγὴν συναναστρεφόμενος, ἢ πλησίον τυγχάνων πάντως, ἢ ἐν τοῖς αὐτῶν περιπεσεῖται βρόχοις, ἢ τὴν καρδίαν ἐν τῇ περὶ τούτων ἐννοίᾳ μολυνεῖ, ἢ μὴ μολυνόμενος τοὺς μολυνομένους κατακρίνων, καὶ αὐτὸς σὺν αὐτοῖς μολυνθήσεται.

Περὶ ἐνυπνίων ἀκολουθούντων εἰσαγωγικοῖς.

35. . Ὅτι μὲν τῆς ἡμετέρας γνώσεως ὁ νοῦς ἀτελὴς ὅλος, καὶ πάσης ἀγνοίας ἀνάπλεως, καὶ κρύπτειν ἀδύνατον. Λάρυγξ μὲν γὰρ βρώματα διακρίνει· ἀκοὴ δὲ νοήματα διαγινώσκει· ἀσθένειαν μὲν γὰρ ὀμμάτων ἐδήλωσεν ἥλιος· ἀγνωσίαν δὲ ψυχῆς ἐδήλωσε ῥήματα. Πλὴν ὁ τῆς ἀγάπης νόμος καὶ πρὸς τὰ ὑπὲρ δύναμιν ἐκβιαστής. Οὐκ οὖν οἶμαι· οὐδὲ γὰρ ὁρίζομαι· ἀκόλουθον μετὰ τοὺς τῆς ξενιτείας λόγους· μᾶλλον δὲ ἐν αὐτοῖς, μικρὰ περὶ τῶν ὀνείρων ἐντάξαι, ὅσον μηδὲ τούτου τοῦ δόλου τῶν δολίων ἀμυήτους ὑπάρχειν ἡμᾶς. Ἐνύπνιόν ἐστι νοὸς κίνησις ἐν ἀκινησίᾳ σώματος.

36. Φαντασία ἐστὶν ἀπάτη ὀφθαλμῶν ἐν κοιμωμένῃ διανοίᾳ·

37. φαντασία ἐστὶν ἔκστασις νοὸς ἐγρηγορότος σώματος· φαντασία ἐστὶν ἀνυπόστατος θεωρία.

38. Ἡ αἰτία δι᾿ ἣν μετὰ τὴν προλαβοῦσαν τάξιν περὶ ὀνείρων λέγειν ἠβουλήθημεν, πρόδηλος· ὅταν καταλείψαντες διὰ τὸν Κύριον τοὺς ἑαυτῶν οἴκους, καὶ οἰκείους, ξενιτείᾳ διὰ ἀγάπην Θεοῦ ἑαυτοὺς πωλήσωμεν, τότε λοιπὸν οἱ δαίμονες δι᾿ ἐνυπνίων θορυβεῖν δοκιμάσουσιν ἡμᾶς, τοὺς οἰκείους ἑαυτῶν ἡμῖν ὑποδεικνύντες· ἢ κοπτομένους, ἢ θνήσκοντας, ἢ ὑπὲρ ἡμῶν κατεχομένους, καὶ σινομένους. Ὁ τοίνυν ὀνείροις πιστεύων ὅμοιός ἐστι τῷ τὴν σκιὰν ἑαυτοῦ κατατρέχοντι, καὶ ταύτην κατέχειν δοκιμάζοντι.

39. Δαίμονες κενοδοξίας καθ᾿ ὕπνους προφῆται, τὰ μέλλοντα ὡς πανοῦργοι τεκμαιρόμενοι, καὶ ταῦτα ἡμῖν προευαγγελιζόμενοι· τῶν ὁραμάτων πεπληρωμένων ἡμεῖς ἐθαμβήθημεν, καὶ ὡς πλησίον τοῦ προγνωστικοῦ λοιπὸν 672.) ὑπάρχοντες χαρίσματος, τὸν λογισμὸν ἀνυψώσωμεν.

40. Ἐν τοῖς πειθομένοις τῷ δαίμονι πολλάκις προφήτης ἐγένετο· ἐν τοῖς δὲ ἐξουθενοῦσιν αὐτόν, ἀεὶ ἐψεύσατο. Πνεῦμα ὃ τὰ ἐντὸς τοῦ ἀέρος τούτου ἑώρακεν, καὶ νοήσας αὐτὸν θνήσκοντα, δι᾿ ἐνυπνίου ἐν τοῖς κουφοτέροις προεφήτευσεν·

41. οὐδὲν τῶν μελλόντων ἐκ προγνώσεως οἴδασιν· ἐπεὶ οἱ φαρμακοὶ ἡμῖν καὶ τὸν θάνατον προλέγειν ἐδύναντο.

42. Εἰς ἄγγελον φωτὸς καὶ μαρτύρων εἶδος πολλάκις μετασχηματίζονται, καὶ ἡμᾶς προσερχομένους αὐτοῖς καθ᾿ ὕπνους ὑπέδειξαν διυπνισθέντας δὲ χαρᾷ, καὶ οἰήσει κατεβάπτισαν.

43. Τοῦτο δή σοι ἔσται τὸ σημεῖον πλάνης· κολάσεις καὶ κρίσεις, καὶ χωρισμοὺς ὑποδεικνύουσιν ἄγγελοι· διυπνισθέντας ἐντρόμους, καὶ σκυθρωποὺς ἀπεργάζονται.

44. Ὁπόταν ἐν τοῖς ὕπνοις τοῖς δαίμοσι πείθεσθαι ἀρξώμεθα, τότε λοιπὸν καὶ ἐγρηγορότας ἐμπαίζουσιν. Ὁ ἐνυπνίοις πεισθεὶς εἰς ἅπαν ἀδόκιμος. Ὁ δὲ πᾶσιν ἀπιστῶν, φιλόσοφος οὗτος·

45. πᾶσί σοι τοῖς κόλασιν, καὶ κρίσιν εὐαγγελιζομένοις πίστευε μόνοις· εἰ δὲ ἀπόγνωσίς σοι διενοχλεῖ, καὶ ταῦτα ἐκ δαιμόνων.

Ὁ τρίτος Τριάδος ἰσάριθμος δρόμος· ὁ ἐπιβεβηκὼς μὴ περιβλέψῃ δεξιὰ, ἢ ἀριστερά.

ΞΕΝΙΤΕΙΑ εἶναι ἡ ὁριστικὴ ἐγκατάλειψις ὅλων ἐκείνων ποὺ ὑπάρχουν στὴν πατρίδα μας καὶ ποὺ μᾶς ἐμποδίζουν νὰ ἐπιτύχωμε τὸν εὐσεβῆ σκοπὸ τῆς ζωῆς μας. Ἡ ξενιτεία εἶναι ἀπαρρησίαστος συμπεριφορά, κρυμμένη σοφία, σύνεσις ποὺ δὲν φανερώνεται, ζωὴ μυστική, σκοπὸς ποὺ δὲν βλέπεται, λογισμὸς ἀφανής, ὄρεξις τῆς εὐτελείας, ἐπιθυμία τῆς στενοχωρίας, αἰτία τοῦ θείου πόθου, πλῆθος τοῦ θείου ἔρωτος, ἄρνησις τῆς κενοδοξίας, βυθὸς τῆς σιωπῆς.

2. Στὴν ἀρχὴ συνήθως ἐνοχλεῖ συνεχῶς καὶ ἔντονα αὐτὸς ὁ λογισμὸς τοὺς ἐραστὰς τοῦ Κυρίου, ὡσὰν νὰ τοὺς φλογίζη θεϊκὴ φωτιά. Δηλαδὴ ὁ λογισμός, ὁ ὁποῖος παρακινεῖ τοὺς ἐραστὰς ἑνὸς τόσο μεγάλου ἀγαθοῦ νὰ ἀπομακρυνθοῦν ἀπὸ τοὺς οἰκείους των, γιὰ νὰ ζήσουν μὲ εὐτέλεια καὶ θλίψι. Αὐτὸς ὅμως ὁ λογισμὸς ὅσο σπουδαῖος καὶ ἀξιέπαινος εἶναι, ἄλλο τόσο χρειάζεται καὶ πολλὴ διάκρισι. Διότι δὲν εἶναι καλὴ κάθε ἀπότομος καὶ ἀπόλυτος ξενιτεία.

3. Ἐπειδὴ «πᾶς προφήτης ἄτιμος ἐν τῇ πατρίδι αὐτοῦ», ὅπως εἶπε ὁ Κύριος (Ματθ. ιγ´ 57), ἂς ἐξετάσωμε μήπως ἡ ξενιτεία γίνη σ᾿ ἐμᾶς αἰτία κενοδοξίας (1). Ξ ε ν ι τ ε ί α εἶναι ὁ χωρισμὸς ἀπὸ ὅλα γιὰ νὰ μείνη ὁ νοῦς ἀχώριστος ἀπὸ τὸν Θεόν. Ξ ε ν ι τ ε ύ ω ν εἶναι ὁ ἐραστὴς καὶ ἐργάτης τοῦ ἀδιακόπου πένθους. Ξ έ ν ο ς εἶναι αὐτὸς ποὺ φεύγει κάθε σχέσι εἴτε μὲ τοὺς ἰδικούς του εἴτε μὲ τοὺς ξένους.

4. Σὺ ποὺ βιάζεσαι νὰ ξενιτεύσης ἢ νὰ πᾶς στὴν ἔρημο, μὴ περιμένης νὰ ἔλθουν μαζί σου ψυχὲς ποὺ ἀγαποῦν ἀκόμη τὸν κόσμο. Πρόσεχε, διότι ὁ κλέπτης δὲν γίνεται ἀντιληπτός. Πολλοὶ ποὺ ἀποπειράθηκαν νὰ πάρουν μαζί τους ἀνθρώπους ρᾳθύμους καὶ ὀκνηροὺς γιὰ νὰ τοὺς σώσουν, ἐχάθηκαν μαζὶ μὲ αὐτούς, διότι σὺν τῷ χρόνῳ ἔσβησε ἐξ αἰτίας τους τὸ πῦρ (τῆς ψυχῆς τους). Ἀπὸ τὴν στιγμὴ ποὺ ἐδέχθηκες μέσα σου τὴν φλόγα, τρέχε. Διότι δὲν γνωρίζεις πότε θὰ σβήσῃ καὶ θὰ σὲ ἀφήσῃ στὸ σκοτάδι.

5. Δὲν ἀπαιτεῖται ἀπὸ ὅλους μας νὰ σώσωμε τοὺς ἄλλους. Διότι λέγει ὁ θεῖος Ἀπόστολος: «Ἄρα οὖν ἕκαστος ἡμῶν, ἀδελφοί, περὶ ἑαυτοῦ δώσει λόγον τῷ Θεῷ» (Ρωμ. ιδ´ 12). Καὶ πάλι λέγει: «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις;» (Ρωμ. β´ 21). Ἐνῷ ὁπωσδήποτε ὅλοι ἔχομε χρέος νὰ σώσωμε τὸν ἑαυτό μας.

6. Ὅταν ξενιτεύης, ἀσφαλίζου ἀπὸ τὸν γυρολόγο καὶ φιλήδονο δαίμονα. Διότι ἡ ξενιτεία τοῦ δίνει ἀφορμὲς νὰ σὲ πολεμήση.

7. Εἶναι καλὴ ἡ ἀπροσπάθεια. Μητέρα της δὲ εἶναι ἡ ξενιτεία.

8. Ἐκεῖνος ποὺ ἐξενίτευσε γιὰ τὸν Κύριον, δὲν διατηρεῖ πλέον δεσμοὺς καὶ σχέσεις μὲ τίποτε, γιὰ νὰ μὴ φανῇ ὅτι περιπλανᾶται καὶ ξενιτεύει γιὰ τὴν ἱκανοποίηση τῶν παθῶν του. Ἐκεῖνος ποὺ ἔφυγε ἀπὸ τὸν κόσμο καὶ ἐξενίτευσε, ἂς μὴν ἐγγίση πλέον στὸν κόσμο, διότι συνήθως τὰ πάθη εἶναι «φιλεπίστροφα», (ἀγαποῦν δηλαδὴ νὰ ἐπιστρέφουν πίσω σ᾿ αὐτὸν ποὺ τὰ εἶχε).

9. Ἡ Εὔα ἐξωρίσθηκε ἀκούσια ἀπὸ τὸν παράδεισο, ἐνῷ ὁ μοναχὸς ἐξορίζεται ἐκούσια ἀπὸ τὴν πατρίδα του. Καὶ ἡ μὲν Εὔα, ἐὰν ἔμενε στὸν παράδεισο, θὰ ἐπιθυμοῦσε καὶ πάλι τὸ ξύλο τῆς παρακοῆς. Ὁ δὲ μοναχὸς θὰ διέτρεχε ὁπωσδήποτε κάθε ἡμέρα κίνδυνο ἀπὸ τοὺς κατὰ σάρκα συγγενεῖς του.

10. Ἀπόφευγε σὰν μάστιγα τοὺς τόπους τῶν πτώσεων. Διότι ὅταν δὲν ὑπάρχη ἐμπρός μας ἕνα ὀπωρικό, δὲν ἐρεθίζεται καὶ τόσο ἡ ὄρεξίς μας.

11. Οὔτε αὐτὸς ὁ τρόπος καὶ δόλος τῶν κλεπτῶν, (τῶν δαιμόνων δηλαδή), ἂς σοῦ διαφεύγη: Μᾶς συμβουλεύουν νὰ μὴν χωριζώμαστε ἀπὸ τοὺς κοσμικούς, διότι, λέγουν, θὰ εἶναι πολὺς ὁ μισθός μας, ἐὰν βλέποντας τὶς γυναῖκες κυριαρχοῦμε στὸν ἑαυτό μας. Δὲν πρέπει ἀσφαλῶς νὰ τοὺς πιστεύωμε, ἀλλὰ μᾶλλον νὰ κάνωμε τὸ ἀντίθετο.

12. Ὅταν ἔχωμε ἀπομακρυνθεῖ ἀπὸ τοὺς ἰδικούς μας ὀλίγο ἢ πολὺ καιρό, καὶ ἔχωμε ἀποκτήσει κάποια εὐλάβεια ἢ κατάνυξι ἢ ἐγκράτεια, τότε ἔρχονται οἱ «λογισμοὶ τῆς ματαιότητος» καὶ μᾶς παροτρύνουν νὰ ἐπιστρέψωμεν στὴν πατρίδα μας, γιὰ νὰ οἰκοδομήσωμε, ὅπως λέγουν, πολλὲς ψυχές, νὰ γίνωμε ὑπόδειγμα (μετανοίας) καὶ νὰ ὠφελήσωμε ὅσους ἐγνώριζαν τὶς ἀνομίες τῆς προηγουμένης ζωῆς μας. Ἂν τύχη δὲ νὰ ἔχωμε καὶ κάποια δύναμι λόγου ἢ ὀλίγη μόρφωσι, τότε οἱ δαίμονές μας παρακινοῦν νὰ ἐπιστρέψωμε στὸν κόσμο σὰν σωτῆρες τῶν ψυχῶν καὶ διδάσκαλοι, ὥστε αὐτὰ ποὺ μὲ τόση ἐπιμέλεια συναθροίσαμε μέσα στὸ λιμάνι, νὰ τὰ διασκορπίσωμε κακῶς ἔξω στὸ πέλαγος.

13. Ἂς προσπαθήσωμε νὰ μιμηθοῦμε ὄχι τὴν γυναίκα του, ἀλλὰ τὸν ἴδιο τὸν Λώτ. Διότι ἡ ψυχὴ ποὺ θὰ ἐπιστρέψῃ ἐκεῖ ἀπ᾿ ὅπου βγῆκε, θὰ γίνη σὰν τὸ χαλασμένο ἁλάτι καὶ θὰ μένη πλέον στήλη νεκρὰ καὶ ἀκίνητη.

14. Φεῦγε ἀπὸ τὴν Αἴγυπτο «ἀμεταστρεπτί», (χωρὶς καμμία σκέψι ἐπιστροφῆς). Διότι οἱ καρδιὲς ποὺ ἐνοστάλγησαν τὴν Αἴγυπτο, τὴν Ἱερουσαλὴμ – τὴν γῆ δηλαδὴ τῆς ἀπαθείας – δὲν τὴν ἀντίκρυσαν.

15. Μερικοὶ ποὺ στὴν ἀρχὴ (τῆς ἐπιστροφῆς τους) λόγω τῆς πνευματικῆς τους ἀνωριμότητος ἐγκατέλειψαν τὸν τόπο τους καὶ ἐν συνεχείᾳ (ἀνδρώθηκαν πνευματικά) καὶ ἐκαθαρίσθηκαν τελείως ἀπὸ τὰ πάθη τους, μπορεῖ νὰ ἐπιστρέψουν πάλι στὸν τόπο τους, μὲ τὸν σκοπὸ ἴσως νὰ σώσουν καὶ ἄλλους ἀφοῦ ἐσώθηκαν οἱ ἴδιοι, πράγμα ὠφέλιμο γιὰ τὶς ψυχές. (Ἂς γνωρίζουν ὅμως ὅτι) ὁ Μωϋσῆς ἐκεῖνος ὁ θεόπτης ἂν καὶ ἀπεστάλη ἀπὸ τὸν ἴδιο τὸν Θεὸν γιὰ νὰ σώσῃ τὸ γένος τῶν ὁμοφύλων του, ἀντιμετώπισε πολλοὺς κινδύνους, ὅταν ἐπέστρεψε ἀπὸ τὴν ἔρημο στὴν Αἴγυπτο, δηλαδὴ ἀντιμετώπισε πολλοὺς σκοτασμούς, ὅταν ἐπέστρεψε στὸν κόσμο.

16. Εἶναι προτιμότερο νὰ λυπήσῃ κανεὶς τοὺς γονεῖς του παρὰ τὸν Κύριον. Διότι αὐτὸς καὶ μᾶς ἔπλασε καὶ μᾶς ἔσωσε. Ἐνῷ οἱ γονεῖς πολλὲς φορὲς κατέστρεψαν αὐτοὺς ποὺ ἀγάπησαν καὶ τοὺς ἔστειλαν στὴν κόλασι.

17. Ξένος πραγματικὰ εἶναι ἐκεῖνος ποὺ σὰν νὰ εὑρίσκεται ἀνάμεσα σὲ ξενόγλωσσους ἀνθρώπους ἡσυχάζει καὶ σιωπᾶ ἔχοντας πλήρη συναίσθησι τοῦ τί κάνει.

18. Δὲν φεύγομε μακρυὰ ἀπὸ τοὺς συγγενεῖς μας ἢ τοὺς τόπους μας, ἐπειδὴ τοὺς μισοῦμε. Μὴ γένοιτο! Ἀλλὰ γιὰ νὰ ἀποφύγωμε τὴν βλάβη ποὺ μᾶς προκαλοῦν.

19. Ὅπως σὲ ὅλα τὰ ἄλλα ἔτσι καὶ σ᾿ αὐτὸ ἔχομε διδάσκαλο τὸν Κύριον. Διότι καὶ ὁ ἴδιος πολλὲς φορὲς ἐγκατέλειψε τοὺς κατὰ σάρκα οἰκείους του. Καὶ ὅταν ἄκουσε ἀπὸ μερικοὺς τὴν εἰδοποίησι: «Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε», ἀμέσως ὁ καλός μας Διδάσκαλος μᾶς ὑπέδειξε τὸ «ἀπαθὲς μίσος», ἀπαντώντας: «Μήτηρ μου καὶ ἀδελφοί μου εἰσίν, οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς» (Ματθ. ιβ´ 47-50).

20. Ἂς εἶναι γιὰ σένα πατέρας ἐκεῖνος ποὺ καὶ θέλει καὶ μπορεῖ νὰ κοπιάση μαζί σου, γιὰ νὰ κάνη ἐλαφρότερο τὸ φορτίο τῶν ἁμαρτημάτων σου. Μητέρα, ἡ κατάνυξις, ἡ ὁποία ἔχει τὴν δύναμι νὰ σὲ ἀποπλύνη ἀπὸ τὸν ρύπο τῆς ἁμαρτίας. Ἀδελφός, ἐκεῖνος ποὺ κουράζεται καὶ συναγωνίζεται μαζί σου στὸν δρόμο ποὺ ἀνεβάζει στὸν οὐρανό. Σύζυγο ἀχώριστο ἀπόκτησε τὴν μνήμη τοῦ θανάτου. Τέκνα σου φίλτατα ἂς εἶναι οἱ στεναγμοὶ τῆς καρδίας. Ὡς δοῦλο ἔχε τὸ σῶμα σου. Ὡς φίλους τὶς ἅγιες ἀγγελικὲς δυνάμεις, οἱ ὁποῖες μποροῦν νὰ σὲ βοηθήσουν τὴν ὥρα τοῦ θανάτου σου, ἐφ᾿ ὅσον γίνουν φίλοι σου. «Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον» (Ψαλμ. κγ´ 6).

21. Ὁ πόθος τοῦ Θεοῦ σβήνει τὸν πόθο τῶν γονέων. Αὐτὸς ποὺ ἰσχυρίζεται ὅτι διατηρεῖ καὶ τοὺς δυὸ πόθους, ἀπατᾶ τὸν ἑαυτό του, ἐφ᾿ ὅσον ἀκούει τὸν Κύριον νὰ λέγη: «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν» κ. λπ. (Ματθ. στ´ 24).

22. Ὁ Κύριος εἶπε: «Δὲν ἦλθα νὰ βάλω εἰρήνη στὴν γῆ οὔτε ἀγάπη γονέων πρὸς τὰ τέκνα ἢ (ἀδελφῶν πρός) τοὺς ἀδελφούς, σὲ ὅσους ἀπεφάσισαν νὰ μὲ ὑπηρετήσουν. Ἀντιθέτως ἦλθα νὰ φέρω μάχη καὶ μάχαιρα, νὰ διχάσω τοὺς φίλους τοῦ Θεοῦ ἀπὸ τοὺς φίλους τοῦ κόσμου, τοὺς ὑλικοὺς ἀπὸ τοὺς πνευματικούς, τοὺς φιλοδόξους ἀπὸ τοὺς ταπεινόφρονας» (Ματθ. ι´ 34). Ὁ δὲ Κύριος εὐφραίνεται γι᾿ αὐτὴν τὴ διαμάχη καὶ τὸν χωρισμό, ποὺ γίνεται γιὰ τὴν ἀγάπη του.

23. Πρόσεχε, πρόσεχε, ἐσὺ ποὺ ἔχεις πολλὴ ἀγάπη καὶ «προσπάθεια» στοὺς ἰδικούς σου, μήπως καὶ σοῦ φανοῦν ὅλα ὅσα ἐγκατέλειψες βυθισμένα στὰ νερὰ (τῶν δακρύων καὶ τοῦ πόνου). Καὶ ἔτσι ἐπιστρέψης πίσω καὶ παρασυρθῆς καὶ σὺ καὶ βυθισθῆς στὰ νερὰ καὶ στὸν κατακλυσμὸ τῆς φιλοκοσμίας. Μὴ συγκινηθῆς ἀπὸ τὰ δάκρυα τῶν γονέων ἢ τῶν φίλων σου, διότι διαφορετικὰ πρόκειται νὰ δακρύζης αἰωνίως.

24. Ὅταν σὲ περικυκλώσουν σὰν μέλισσες, ἢ μᾶλλον σὰν σφῆκες, οἱ συγγενεῖς σου, θρηνοῦντες γιὰ σένα, προσήλωσε τότε ἀμέσως τὸ βλέμμα τῆς ψυχῆς σου στὸν θάνατο καὶ στὶς ἁμαρτωλὲς πράξεις σου, ὥστε μὲ τὸν ἕνα πόνο νὰ κατορθώσης νὰ ἀποδιώξης τὸν ἄλλον.

25. Ὑπόσχονται σ᾿ ἐμᾶς μὲ πονηρία οἱ ἰδικοί μας (κατὰ τὴν σάρκα), ἀλλὰ ὄχι ἰδικοί μας (κατὰ τὸ πνεῦμα), ὅτι θὰ κάνουν ὅ,τι μᾶς ἀρέσει, (ἐὰν μείνωμε κοντά τους). Ὁ πραγματικός τους ὅμως σκοπὸς εἶναι νὰ μᾶς ἐμποδίσουν ἀπὸ τὸν ἐκλεκτὸ δρόμο ποὺ διαλέξαμε καὶ ἐν συνεχείᾳ νὰ μᾶς παρασύρουν στὸν ἰδικό τους σκοπό.

26. Ὅταν ἀναχωρήσωμε ἀπὸ τοὺς τόπους μας, ἂς διαλέξωμε μέρη ὅπου θὰ ὑπάρχη ὀλιγωτέρα παρηγορία, ὀλιγώτερες ἀφορμὲς γιὰ κενοδοξία καὶ περισσότερες γιὰ ταπείνωσι. Ἀλλιώτικα φεύγομε καὶ πετοῦμε μαζὶ μὲ τὰ πάθη μας.

27. Ἀπόφευγε νὰ ἐκθειάζης καὶ νὰ φανερώνης τὴν εὐγενική σου καταγωγὴ καὶ τὴν κοσμική σου δόξα, γιὰ νὰ μὴ φανῆς ἄλλος στὰ λόγια καὶ ἄλλος στὰ πράγματα.

28. Κανεὶς δὲν παρέδωσε τόσο πολὺ τὸν ἑαυτόν του στὴν ξενιτεία, ὅσον ὁ μέγας ἐκεῖνος, (δηλαδὴ ὁ Ἀβραάμ), ὁ ὁποῖος ἄκουσε τὰ λόγια: «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου» (Γεν. ιβ´ 1), παρ᾿ ὅλο ποὺ ἐκαλεῖτο νὰ μεταβῆ σὲ χώρα ἀλλόγλωσσο καὶ βαρβαρική.

29. Μερικὲς φορὲς ὁ Κύριος δοξάζει ὑπερβολικὰ κάποιον ποὺ ἐξενιτεύθηκε ὅπως ὁ μέγας (Ἀβραάμ). Ὅμως εἶναι καλὸ ἡ δόξα αὐτή, παρ᾿ ὅλο ποὺ δίδεται ἐκ Θεοῦ, νὰ ἀποκρούεται μὲ τὴν ἀσπίδα τῆς ταπεινώσεως.

30. Ὅταν οἱ δαίμονες ἢ καὶ οἱ ἄνθρωποι μᾶς ἐπαινοῦν σὰν γιὰ μεγάλο κατόρθωμα γιὰ τὴν ξενιτεία μας, τότε ἐμεῖς ἂς συλλογισθοῦμε Ἐκεῖνον ποὺ ἐξενίτευσε γιὰ μᾶς καὶ ἦλθε ἀπὸ τὸν οὐρανὸ στὴν γῆ, καὶ μὲ τὴν σκέψι αὐτὴ θὰ διαπιστώσωμε ὅτι ἐμεῖς εἰς τὸν αἰώνα τοῦ αἰῶνος δὲν θὰ κατορθώσωμε νὰ ξεχρεώσωμε μία τέτοια ξενιτεία.

31. Εἶναι ἐπικίνδυνη, ἡ «προσπάθεια» πρὸς κάποιον ἰδικό μας ἢ καὶ ξένο. Αὐτὴ μπορεῖ σιγὰ-σιγὰ νὰ μᾶς τραβήξη πρὸς τὸν κόσμο καὶ νὰ σβήση τελείως τὴν φλόγα τῆς κατανύξεως.

32. Ὅπως εἶναι ἀκατόρθωτο νὰ κοιτάζη κανεὶς μὲ τὸ ἕνα μάτι τὸν οὐρανὸ καὶ μὲ τὸ ἄλλο τὴν γῆ, ἔτσι εἶναι ἀδύνατον νὰ μὴ κινδυνεύσῃ ἡ ψυχὴ ἐκείνου, ποὺ δὲν ἐξενίτευσε τελείως ἀπὸ ὅλους -ἰδικούς του καὶ ξένους- ὄχι μόνο μὲ τὸ σῶμα, ἀλλὰ καὶ μὲ τὸν λογισμό.

33. Μὲ πολὺ κόπο καὶ μόχθο θὰ ἀποκτήσωμε καλὸ ἦθος καὶ καλὴ ἐσωτερικὴ κατάστασι. Εἶναι ὅμως δυνατὸν ἐκεῖνο ποὺ μὲ πολὺ κόπο κατωρθώσαμε, νὰ τὰ χάσωμε μέσα σὲ μία στιγμή. Διότι «φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί» (Α´ Κορ. ιε´ 33), κοσμικὲς καὶ συγχρόνως ἄκοσμες.

34. Αὐτὸς ποὺ μετὰ τὴν ἀπάρνησι τοῦ κόσμου συναναστρέφεται μὲ κοσμικοὺς ἢ παραμένει κοντά τους, ὁπωσδήποτε ἢ θὰ πέση στὰ δίχτυά τους ἢ θὰ μολύνη τὴν καρδιά του μὲ κοσμικὲς σκέψεις. Ἀλλὰ καὶ ἂν ἀκόμη δὲν μολυνθῇ ἔτσι, θὰ μολυνθῇ κατακρίνοντας ἐκείνους ποὺ μολύνονται.

Περὶ τῶν ὀνείρων τῶν ἀρχαρίων

ΤΟ ΟΤΙ ὁ νοῦς ποὺ διαθέτω εἶναι ὁλωσδιόλου ἀτελὴς καὶ γεμάτος ἀπὸ ἄγνοια, δὲν εἶναι δυνατὸν νὰ τὸ κρύψω. Ὁ λάρυγγας διακρίνει τὰ φαγητά, καὶ ἡ ἀκοὴ τὴν ἔννοια τῶν λόγων. Τὴν ἀδυναμία τῶν ὀφθαλμῶν τὴν φανερώνει τὸ δυνατὸ φῶς τοῦ ἡλίου καὶ τὴν ἀμάθεια τῆς ψυχῆς μου τὴν ἀποκαλύπτουν τὰ λόγια μου. Ὁ νόμος ὅμως τῆς ἀγάπης ἀναγκάζει νὰ ἐπιχειρῆ κανεὶς πράγματα ποὺ ὑπερβαίνουν τὴν δύναμί του.

Νομίζω λοιπὸν -δὲν δογματίζω- ὅτι ὕστερα ἀπ᾿ ὅσα ἐλέχθησαν περὶ ξενιτείας, ἢ μᾶλλον μαζὶ μὲ αὐτά, πρέπει νὰ ἐπακολουθήσουν καὶ νὰ λεχθοῦν ὀλίγα περὶ τῶν ὀνείρων. Τόσα, ὅσα χρειάζονται, ὥστε οὔτε σ᾿ αὐτὸν τὸν δόλο τῶν δολίων δαιμόνων νὰ εἴμαστε ἀμύητοι.

36. Ὄνειρο εἶναι μία κίνησις τοῦ νοῦ, ἐνῷ τὸ σῶμα εὑρίσκεται ἀκίνητο.

37. Φαντασία εἶναι μία ἐξαπάτησις τῶν ὀφθαλμῶν, ὅταν τὸ μυαλὸ κοιμᾶται. Φαντασία εἶναι μία παρασάλευσις τοῦ νοῦ, ἐνῷ τὸ σῶμα εἶναι ξύπνιο. Φαντασία εἶναι ἕνα θέαμα ποὺ δὲν ὑπάρχει στὴν πραγματικότητα.

38. Εἶναι φανερὴ ἡ αἰτία ποὺ θελήσαμε, μετὰ τοὺς προηγούμενους λόγους, νὰ ὁμιλήσωμε γιὰ τὰ ὄνειρα. Ἀφοῦ ἐγκαταλείψωμε γιὰ τὸν Κύριον τὰ σπίτια μας καὶ τοὺς οἰκείους μας καὶ μὲ τὴν ξενιτεία γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ πωλήσωμε τὸν ἑαυτό μας, τότε οἱ δαίμονες ἐπιχειροῦν νὰ μᾶς ταράζουν μὲ ὄνειρα. Παρουσιάζουν δὲ σ᾿ αὐτὰ τοὺς ἰδικούς μας ὅτι θρηνοῦν, πεθαίνουν, καταστεναχωροῦνται καὶ βασανίζονται ἐξ αἰτίας μας. Ἐκεῖνος λοιπὸν ποὺ πιστεύει στὰ ὄνειρα ὁμοιάζει μ᾿ αὐτὸν ποὺ κυνηγᾶ τὴν σκιά του καὶ προσπαθεῖ νὰ τὴν πιάση (Σοφ. Σειρὰχ λδ´ 2).

39. Οἱ δαίμονες τῆς κενοδοξίας ἐμφανίζονται στὸν ὕπνο μας σὰν προφῆτες. Συμπεραίνουν σὰν πανοῦργοι ποὺ εἶναι, μερικὰ ἀπὸ τὰ μέλλοντα νὰ συμβοῦν καὶ μᾶς τὰ προαναγγέλλουν. Καὶ ὅταν αὐτὰ πραγματοποιηθοῦν, ἐμεῖς μένομε ἔκθαμβοι, καὶ ὑπερηφανεύεται ὁ λογισμός μας μὲ τὴν ἰδέα ὅτι πλησιάσαμε στὸ προορατικὸ χάρισμα.

40. Σὲ ὅσους τὸν πιστεύουν, ὁ δαίμων αὐτὸς φάνηκε πολλὲς φορὲς ἀληθινὸς προφήτης. Σὲ ὅσους ὅμως τὸν περιφρονοῦν πάντοτε ἀποδείχθηκε ψεύτης. Διότι, σὰν πνευματικὴ ὕπαρξις ποὺ εἶναι, βλέπει ὅσα συμβαίνουν μέσα στὴν ἀτμόσφαιρα, καὶ μόλις ἀντιληφθῇ ὅτι κάποιος πεθαίνει, τρέχει ἀμέσως σ᾿ ἐκείνους ποὺ εἶναι ἐλαφρόμυαλοι καὶ τοὺς τὸ προλέγει μὲ τὰ ὄνειρα.

41. Τίποτε μελλοντικὸ δὲν γνωρίζουν οἱ δαίμονες ἀπὸ προγνωστικὴ δύναμι. Διότι τότε θὰ μποροῦσαν καὶ οἱ μάγοι νὰ μᾶς προλέγουν τὸν θάνατό μας.

42. Στὸν ὕπνο μας πολλὲς φορὲς οἱ δαίμονες «μετασχηματίζονται εἰς ἀγγέλους φωτός» (Β´ Κορ. ια´ 14) καὶ σὲ μορφὲς ἁγίων Μαρτύρων, τοὺς ὁποίους παρουσιάζουν νὰ ἔρχωνται πρὸς τὸ μέρος μας. Ἔτσι ἀφοῦ ξυπνήσωμε μᾶς βυθίζουν σὲ ὑπερηφάνεια καὶ χαρά.

43. Τὸ σημεῖο ἀπὸ τὸ ὁποῖο θὰ διακρίνης τὴν πλάνη εἶναι τοῦτο: Οἱ ἄγγελοι μᾶς δείχνουν τὴν κόλασι, τὴν Κρίσι καὶ τὸν χωρισμό, καὶ ἔτσι μᾶς κάνουν νὰ ξυπνοῦμε ἔντρομοι καὶ περίλυποι.

44. Ἐὰν ἀρχίσωμε νὰ πιστεύωμε στοὺς δαίμονες κοιμώμενοι, ὕστερα θὰ ἐμπαιζώμεθα ἀπὸ αὐτοὺς καὶ ξύπνιοι. Ἐκεῖνος ποὺ πιστεύει στὰ ὄνειρα εἶναι ἐντελῶς ἄσοφος καὶ ἄπειρος, ἐνῷ αὐτὸς ποὺ δὲν πιστεύει τίποτε εἶναι πραγματικὰ συνετὸς καὶ σοφός.

45. Πίστευε μόνο σ᾿ ἐκεῖνα ποὺ σοῦ ἀναγγέλλουν γιὰ τὴν κόλασι καὶ τὴν Κρίσι. Ἐὰν ὅμως δημιουργῆται μέσα σου ἀπόγνωσις, τότε καὶ αὐτὰ τὰ ὄνειρα προέρχονται ἀπὸ τοὺς δαίμονες.

Βαθμὶς τρίτη! Δρόμος ποὺ ὁδηγεῖ στὴν ἰσάριθμη Ἁγία Τριάδα. Ἐκεῖνος ποὺ ἀνέβηκε ἂς μὴ κοιτάξη δεξιὰ ἢ ἀριστερά.

----------

1. Ἐνῷ δηλαδὴ στὴν πατρίδα μας δὲν ἀπελαμβάναμε κάποιας ἰδιαιτέρας προσοχῆς καὶ ἐκτιμήσεως, ὡς συνήθεις καὶ γνώριμοι καὶ ἀσήμαντοι ἄνθρωποι, στὴν ξένη χώρα παρουσιαζόμεθα ὡς σπουδαῖοι καὶ ἀξιόλογοι.



Πηγή Νεκτάριος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου