Κυριακή
τῶν Μυροφόρων (Μάρκ.
ιε΄ 43-ιστ΄8)
Ὁμιλία ιη΄ τῇ Κυριακῇ τῶν Μυροφόρων
Ἡ τοῦ Κυρίου ἀνάστασις τῆς ἀνθρωπίνης
φύσεώς ἐστιν ἀνανέωσις, καὶ τοῦ πρώτου διὰ τὴν ἁμαρτίαν θανάτῳ καταποθέντος Ἀδάμ,
καὶ διὰ θανάτου πρὸς γῆςν ὅθεν ἐπλάσθη παλινδρομήσαντος, ἀναζώωσις καὶ ἀνάπλασις,
καὶ πρὸς ζωὴν ἀθάνατον ἐπανέλευσις. Ὥσπερ οὖν ἐκεῖνον τὴν ἀρχὴν πλαττόμενον
καὶ ζωούμενον εἶδεν οὐδεὶς ἀνθρώπων, οὕπω γὰρ ἐν ἐκείνῃ τῇ ὥρᾳ τῶν ἀνθρώπων
τις, ἦν, μετὰ δὲ τὸ λαβεῖν πνοὴν ζωῆς δι’ ἐμφυσήματος θείου, πρώτη τῶν ἄλλων
εἶδε γυνή· πρώτη γὰρ Εὔα μετ’ ἐκεῖνον ἦν ἐν ἄνθρώποις· οὕτω καὶ τὸν δεύτερον Ἀδάμ, ὅς ἐστιν ὁ
Κύριος ἀνιστάμενον ἐκ νεκρῶν εἶδεν οὐδεὶς ἄνθρώπων· παρῆν γὰρ οὐδεὶς τῶν οἰκείων,
οἵτε τὸ μνῆμα φυλάσσοντες στρατιῶται τῷ φόβῳ σεισθέντες ὡσεὶ νεκροὶ
γεγόνασι· μετὰ δὲ τὸ ἀναστῆναι πρώτη τῶν
ἄλλων εἶδε γυνή, καθάπερ ἠκούσαμεν εὐαγγελιζομένου του Μάρκου σήμερον· «Ἀναστὰς γάρ, φησίν, ὁ Ἰησοῦς πρωΐ πρώτη
Σαββάτου, ἐφάνη πρῶτον Μαρία, τῇ Μαγδαληνῇ».
Δοκεῖ μὲν οὖν σαφῶς εἰπεῖν ὁ εὐαγγελιστὴς καὶ τὴν ὥραν καθ’ ἥν ἀνέστη ὁ
Κύριος, ὅτι πρωΐ, καὶ ὅτι πρῶτον ὤφθη Μαρίᾳ τῇ Μαγδαληνῇ, καὶ ὅτι κατ’ αὐτὴν
τὴν ὥρα ὤφθη τῆς ἀναστάσεως· οὐχ οὕτω
δὲ φησιν, ὡς δῆλον ἔσται μικρὸν ἐπιστήσασι· μικρὸν γὰρ ἀνωτέρω καὶ οὗτος τοῖς
ἄλλοις εὐαγγελισταῖς ὁμολόγως ἐλθεῖν φησι τὴν Μαρίαν ταύτην μετὰ καὶ τῶν ἄλλων
Μυροφόρων ἐπὶ τὸ τάφον καὶ πρότερον, καὶ κενὸν αὐτὸν
ἰδεὶν καὶ ἀπελθεῖν· ὥστε πολλῷ
πρότερον τῆς πρωΐας, καθ’ ἥν αὐτὸν εἶδεν, ἀνέστη ὁ Κύριος. Ἐπισημαινόμενος δὲ καὶ τὸν καιρὸν ἐκεῖνον,
οὐχ ἁπλῶς εἶπε, πρωΐ καθάπερ ἐνταῦθα, ἀλλά, λίαν πρωΐ· οὐκοῦν καὶ ἀνατολὴν ἡλίου
ἐκεῖ τὴν ἐπὶ τοῦ ὁριίζοντός φησι προτρέχουσαν ἀμυδρὰν φαῦσιν, ἥν καὶ ὁ Ἰωάννης
δηλῶν, ἐλθεῖν φησι τὴν Μαγδαληνὴν Μαρίαν πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ
μνημεῖον καὶ ἰδεῖν τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
Οὐκ ἦλθε δὲ τότε πρὸς τὸ μνῆμα μόνον· αὕτη,
κατὰ τὸν Ἰωάννην, ἀλλὰ καὶ ἀπῆλθε τοῦ μνήματος, μήπω τὸν Κύριον ἰδοῦσα· τρέχει γὰρ καὶ ἔρχεται πρὸς τὸν Πέτρον καὶ Ἰωάννην,
καὶ ἀπαγγέλλει οὐχ ὅτι ἀνέστη ὁ Κύριος, ἀλλ’ ὅτι ἤρθη ἀπὸ τοῦ τάφου, ὥστε τὴν
ἀνάστασιν οὔπω ἤδει· λείπεται δὴ τῇ
Μαρίᾳ οὐχ ἁπλῶς πρώτῃ τὸν Κύριον ἐπιφανῆναι, ἀλλὰ μετὰ τὴν ἀκραιφνῆ τῆς ἡμέρας
ὥραν. Ἔτσι δῆτα συνεσκιασμένος παρὰ τῶν εὐαγγελιστῶν ἀπαγγελόμενον, ὅπερ ἀνακαλύψω
πρὸς τὴν ὑμετέραν ἀγάπην. Τὸ γὰρ τῆς τοῦ Κυρίου ἀναστάσεως εὐαγγέλιον πρώτη
πάντων ἀνθρώπων, καθάπερ καὶ προσῆκον ὑπῆρχε καὶ δίκαιον, ἡ Θεοτόκος παρὰ τοῦ
Κυρίου ἐδέξατο, καὶ αὕτη τοῦτον ἀναστάντα πρὸ πάντων εἶδε, καὶ τῆς αὐτοῦ
θείας ὁμιλίας ἀπήλαυσε, καὶ οὐκ εἶδεν ὀφθαλμοῖς μόνον αὐτόν, καὶ αὐτήκοος αὐτοῦ
γέγονεν, ἀλλὰ καὶ χερσὶν ἥψατο πρώτη καὶ μόνη τῶν ἀχράντων ἐκείνου ποδῶν, κἄν
οἱ εὐαγγειλισταὶ ταῦτα πάντα φανερῶς οὐ λέγωσι, μὴ θέλοντες τὴν μητέραν
προφέρειν εἰς μαρτυρίαν, ἵνα μὴ τοὺς ἀπίστους ὑποψίας ἀφορμὴν δῶσιν. Ἐπὶ δὲ νῦν
ἡμῖν χάριτι τοῦ ἀναστάντος πρὸς πιστοὺς ὁ λόγος, καὶ ἡ τῆς ἑορτῆς ὑπόθεσις τὰ τῶν Μυροφόρων ἐπείγει διευκρινεῖν,
λόγον δίδοντος τοῦ εἰπόντος· Οὐδὲν κρυπτὸν ὅ οὐ φανερὸν γενήσεται, καὶ τοῦτο
φανερωθήσεται.
Μυροφόροι τοίνυν εἰστίν αἱ συνακολουθοῦσαι
μετὰ τῆς τοῦ Κυρίου Μητρός, καὶ τῷ καιρῷ τοῦ σωτηρίου πάθους συμπαραμείνασαι,
καὶ τὸ τοῦ Κυρίου σῶμα μυρίσαι σπουδάσασαι.
Τοῦ γὰρ Ἰωσὴφ καὶ τοῦ Νικοδήμου αἰτησάτων καὶ λαβόντων παρὰ τοῦ
Πιλάτου τὸ δεσποτικὸν σῶμα, καὶ καθελόντων ἀπὸ τοῦ σταυροῦ, καὶ περισχόντων
σινδόσι σὺν ἀρώμασι κολλωδεστάτοις, καὶ λαξευτῷ μνημείῳ ἐνθένων, καὶ λίθον ἐπιθέντων
μέγαν ἐπὶ τῇ θύρᾳ τοῦ μνημείου, θεωροῦσαι κατὰ τὸν εὐαγγελιστὴν Μάρκον παρῆσαν,
Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου. Διὰ τοῦ εἰπεῖν, Καὶ ἡ ἄλλη Μαρία, τὴν Θεομήτορα
πάντως ὑποφαίνων. Καὶ Ἰακώβου γὰρ καὶ Ἰωσῆ
αὕτη ἐκαλεῖτο μήτηρ, ὡς ἔξ Ἰωσήφ τοῦ Μνήστορος ἐκείνων ὄντων. Οὐ μόναι δὲ αὗται θεωροῦσα, παρῆσαν, ἐνταφιαζομένου
τοῦ Κυρίου, ἀλλὰ καὶ ἕτεραι γυναῖκες, ὡς ὁ Λουκᾶς ἱστόρησε γράφων· «Κατακολουθήσασαι δὲ γυναῖκες αἵτινες ἦσαν
συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα
αὐτοῦ· ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς».
Ὑποστρέψασαι δέ, φησίν, ἠγόρασεν ἀρώματα καὶ μύρα· οὕπω γὰρ ἔγνωσαν ἀκριβῶς, ὅτι αὐτός ἐστιν ἀληθῶς
ἡ ὀσμὴ τῆς ζωῆς, τοῖς αὐτῷ προσιοῦσι πιστῶς, ὥσπερ ὀσμῆ θανάτου τοῖς ἀπειθοῦσιν
εἰς τέλος· καὶ ὀσμὴ ἰματίων αὐτοῦ,
τουτέστιν αὐτοῦ τοῦ σώματος ὑπὲρ πάντα τὰ ἀρώματα· καὶ μύρον ἐκκενωθὲν ὄνομα αὐτῷ, δι’ οὐ καὶ
τὴν οἰκουμένην θείας εὐωδίας ἐνέπλησεν, ἀλλ’ ἑτοιμάζουσι μύρα τε καὶ ἀρώματα,
τοῦτο μὲν εἰς τιμὴν τοῦ κειμένου, τοῦτο δὲ καὶ παραμυθίαν πρὸς δυσωδίαν μυδῶντος
τοῦ σώματος, διὰ τῆς ἀλοιφῆς τούτων τοῖς βουλομένοις προσεδρεύειν ἐπινοοῦσαι.
Ἑτοιμάσασαι τοίνυν τὰ μύρα καὶ τὰ ἀρώματα,
τὸ μὲν Σάββατον ἡσύχασα κατὰ τὴν ἐντολὴν· οὔπω γὰρ ἀληθινὰ Σάββατα συνῆκαν, οὐδ’
ἐκεῖνο τὸ ὑπερευλογημένον Σάββατον ἐπέγνωσαν, τὸ μετάγον ἡμῶν τὴν φύσιν ἀπὸ τῶν
τοῦ ἅδου κευθμώνων ἐπὶ τὸ παμφαὲς καὶ θεῖον καὶ οὐράνιον ὕψος· «Τῇ δὲ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ὡς ὁ
Λουκᾶς φησιν, ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἅ ἡτοίμασαν ἀρώματα». Ὁ δὲ Ματθαῖος,
«Ὁδὲ Σαββάτων, φησί, τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων»· καὶ δύο εἶναι τὰς
προσελθοῦσαν. Ὁ δὲ Ἰωάννης· «πρωΐας
σκοτίας ἔτι οὔσης»· καὶ μίαν εἶναι τὴν Μαγδαληνὴν Μαρία προσελθοῦσαν. Ὁ δὲ
Μάρκος· «Λίαν πρωΐ τῆς μιᾶς Σαββάτων»·
καὶ τρεῖς εἶναι τὰς προσελθούσας.
Μίαν μὲν οὖν Σαββάτων οἱ εὐαγγελισταὶ πάντες τὴν Κυριακὴν φασιν· ὀψὲ δὲ Σαββάτων, καὶ ὄρθρον βαθύν, καὶ πρωΐ
λίαν, καὶ πρωΐ σκοτίας ἔτι οὔσης, τὸν περὶ τὸν ὄρθρον σύμμικτον φωτός τε καὶ
σκότους χρόνον· οὗτος δὲ ἔστιν ἀφοῦ τὸ
τοῦ ὁρίζοντος ἑῷον αὐγάζεσθαι ἄρξεται, τὴν ἡμέραν προκαταγγέλλων. Ἴδοι δ’ ἄν
τις ἐξ ἀπόπτου πρὸς τοῦτο βλέπων, ἀρχόμενον μεταχρώννυσθαι φωτὶ περίπου τὴν ἐνάτην
τῆς νυκτὸς ὥραν, ὡς εἶναι τὰς ὑπολοίπους μέχρις ἡμέρας ἀκραιφνοῦς ὥρας τρεῖς.
Δοκοῦσι δὲ πῶς οἱ εὐαγγελισταὶ διαφωνεῖν ἐπῖ τε του καιροῦ τούτου, καὶ τοῦ τῶν
γυναικῶν ἀριθμοῦ· επειδήπερ, ὡς ἔφην,
αἱ Μυροφόροι πολλαὶ τε ἦσαν, καὶ οὐχ ἅπαξ· ἀλλὰ καὶ δὶς καὶ τρὶς ἦλθον ἐπὶ τὸν
τάφον, σὺν ἀλλήλαις μέν, οὐχὶ ταῖς αὐταῖς δέ, καὶ κατὰ τὸν ὄρθρον μὲν πᾶσαι,
οὐ τὸν αὐτὸν χρόνον ἐπ’ ἀκριβείας· ἠ δὲ
Μαγδαληνὴ καὶ μονωθεῖσα τῶν ἄλλων πάλιν ἦλθε καὶ παρέμεινεν ἐπὶ πλέον. Ἕκαστος
οὖν τῶν εὐαγγελιστῶν, μίαν ἔστιν ὧν προσέλευσιν εἰπών, τὰς ἄλλας παρῆκεν· ὡς δὲ ἐγὼ συμβάλλω τε καὶ συναγω παρὰ τὼν εὐαγγελιστῶν
ἀπάντων, καθὰ καὶ τοῦτο προεῖπον, πρώτη πάντων ἡ Θεοτόκος ἦλθεν ἐπὶ τὸν τοῦ Υἱοῦ
καὶ Θεοῦ τάφον, τὴν Μαγδαληνὴν Μαρίαν ἐπειγομένη. Καὶ τοῦτο μάλιστα διδάσκομαι παρὰ τοῦ εὐαγγελιστοῦ
Ματθαίου· «Ἦλθε γάρ, φησίν, ἡ Μαγδαληνὴ
Μαρία καὶ ἡ ἄλλη Μαρία, ἥτις ἦν πάντων ἡ Θεομήτρωρ, θεωρῆσαι τὸν τάφον· καὶ ἰδοὺ σεισμός ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ,
προελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα
αὐτοῦ λευκὸν ὡσεὶ χιών, ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένετο
ὡς νεκροί».
Πᾶσαι οὖν αἱ ἄλλαι γυναῖκες μετὰ τὸν σεισμὸν
ἦλθον καὶ τῶν φυλάκων τὴν φυγήν, καὶ τὸν τάφον ἀνεῳγμένον· εὗρον, καὶ τὸν λίθον ἀπεκεκυλισμένον· ἡ δὲ
Παρθενομήτωρ παρῆν τοῦ σεισμοῦ γινομένου, καὶ ἀποκεκλυσμένου τοῦ λίθου, καὶ
τοῦ τάφου ἀνοιγομένου, καὶ τῶν τηρούντων παρόντων, εἰ καὶ κατασεσεισμένων τῷ
φόβῳ· διὸ καὶ μετὰ τὸν σεισμὸν ἀνασφήλαντες
πρὸς φυγὴν εὐθὺς ἔβλεψαν· ἡ δὲ
Θεομήτωρ ἐδεεστέρον ἐνετρύφα τῇ θέᾳ. Ἐμοὶ δὲ δοκεῖ καὶ δι’ αὐτὴν πρώτην τὸν
ζωηφόρον ἐκεῖνον ἀνοιγῆναι τάφον· δι’
αὐτὴν γὰρ πρώτην καὶ δι’ αὐτῆς πάντα ἡμῖν ἀνέῳκται, ὅσα ἐπὶ τοῦ οὐρανοῦ ἄνω,
καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ δι’ αὐτὴν τὸν ἄγγελον οὕτως ἀστράπτειν, ὡς καὶ
τῆς ὥρας ἔτι σκότει κατεχομένης, ὑπὸ δαψιλεῖ ταύτην τῷ τοῦ ἀγγέλου φωτί, μὴ τὸν
τάφον ἰδεῖν κενὸν μόνον, ἀλλὰ καὶ τὰ ἐντάφια κατὰ κόσμον τε κείμενα, καὶ
πολυειδῶς μαρτυροῦντα τῷ ἐνταφιασθέντι τὴν ἔγερσιν. Ἦν δὲ ἄρα καὶ ὁ εὐαγγελιστὴς
ἄγγελος αὐτὸς ἐκεῖνος ὁ Γαβριήλ· ὡς γὰρ εἶδε ταύτην οὗτος ἐπειγομένη ἐπὶ τὸν
τάφον, ὁ τὴν ἀρχὴν πρὸς αὐτὴν εἰπών, Μή φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, σπεύδει καὶ νῦν
καὶ καταβαίνει τὸ αὐτὸ πάλιν τῇ Ἀειπαρθένῳ προσφθέγξασθαι, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν
τοῦ ἐξ αὐτῆς γεννηθέντος ἀσπόρως εὐαγγελίσασθαι, καὶ τὸν λίθον ἆραι, καὶ ὑποδεῖξαι
κενόν τόν τε τάφον καὶ τὰ ἐντάφια, καὶ οὕτω πιστώσασθαι ταύτῃ τὸ Εὐαγγέλιον.
«Ἀποκριθεὶς γὰρ, φησίν, ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς, Ἰησοῦν
ζητεῖτε τὸν ἐσταυρωμένον; Ἠγέρθη· ἴδε ὁ
τόπος ὅπου ἔκειτο ὁ Κύριος· «εἰ γὰρ καὶ τοὺς φύλακας, φησίν, ὁρᾶτε
κατασεισθέντας τῷ φόβῳ, ἀλλ’ ὑμεῖς μὴ φοβεῖσθε· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένωνο
ζητεῖτε· ἠγέρθη, οὐκ ἔστιν ὧδε. Οὗτος
γὰρ οὐ μόνον ἅδου καὶ θανάτου τάφου
κλείθροις καὶ μοχλοῖς καὶ σφραγῖσίν ἐστιν ἀκάθεκτος, ἀλλὰ καὶ τῶν ἀθανάτων ἡμῶν
καὶ οὐρανίων ἀγγέλων ὑπάρχει Κύριος, καὶ μόνος οὗτός ἐστιν ὁ τοῦ παντὸς
Κύριος· «Ἴδετε γάρ, φησί, τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος· καὶ ταχὺ πορευθεῖσαι
εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν». «Ἐξελθοῦσαι, δέ,
φησί, μετὰ φόβου καὶ χαρᾶς μεγάλης».
Ἐμοὶ δοκεῖ πάλιν τὸ μὲν φόβον ἔτι τὴν
Μαγδαληνὴν Μαρίαν ἔχειν, καὶ τὰς μέχρι τότε συνελθούσας τῶν ἄλλων γυναικῶν· οὐ γὰρ συνῆκαν τῶν εἰρημένων παρὰ τοῦ ἀγγέλου τὴν δύναμιν,
οὐδὲ τοῦ φωτὸς ἀντιλαβέσθε τελέως ἴσχυσαν, ὡς ἰδεῖν καὶ καταμαθεῖν ἀκριβῶς· τὴν δὲ Θεομήτορα τὴν μεγάλην κτήσασθαι
χαράν, παρὰ τοῦ ἀγγέλου συνεῖσαν, καὶ τοῦ φωτὸς γενομένην ὅλην, ὡς
κεκαθαρμένην ἄκρως, καὶ κεχαριτωμένην θείως, καὶ διὰ πάντων βεβαίως τὸ ἀληθὲς
καὶ γνωρίσασαν, καὶ τῷ ἀρχαγγέλῳ πιστεύσασαν, ἐπεὶ καὶ πιστὸς οὗτος ἐκ πολλοῦ
ταύτῃ διὰ τῶν ἔργων ἐφάνη. Πῶς δὲ καὶ
παρὰ τῶν γενομένων αὐτῆς παρούσης, οὐκ ἄν συνῆκεν ἡ θεόσοφος Παρθένος τὸ
τελεσθέν, σεισμὸν ἰδοῦσα, καὶ τοῦτον
μέγαν, ἄγγελον κατερχόμενον οὐρανόθεν, καὶ τοῦτον ἀστραπηφόρον, τὴν τε τῶν
τηρούντων νέκρωσιν, καὶ τοῦ λίθου τὴν μετάθεσιν, καὶ τοῦ τάφου τὴν κένωσιν,
καὶ τῶν ἐνταφίων τὸ μέγα θαῦμα, ἀδιαλύτων ἅμα, καὶ σμύρνῃ καὶ ἀλόῃ
συνεχομένων, καὶ κενῶν ὁρωμένων τοῦ σώματος, καὶ πρὸς τούτοις τὴν πρὸς αὐτὴν
παρὰ τοῦ ἀγγέλου χαρμόσυνον θέαν καὶ ἀγγελίαν; Ἀλλ’ ἐξελθοῦσα μετὰ τὸν εὐαγελισμὸν
τοῦτον, ἡ μὲν Μαγδαληνὴ Μαρία, ὡς ἄν εἰ μηδὲ ἤκουσε τοῦ ἀγγέλου, μήδ’ ἐκείνου
δήπου δι’ αὐτὴν φθεγξαμένου, τὴν τοῦ τάφου κένωσιν ἐξακριβοῦται μόνην, τῶν ἐνταφίων
μηδένα λόγον ποιησαμένη· καὶ τρέχει πρὸς
Σίμωνα Πέτρον καὶ τὸν ἄλλον μαθητή, ὡς ὁ Ἰωάννης φησίν. Ἡ δὲ θεομήτωρ
Παρθένος ἑτέραις γυναιξὶ συναφθεῖσα ὅθεν ἦλθεν, ἐπανήρχετο πάλιν· καὶ ἰδοὺ,
καθάπερ ὁ Ματθαῖος φησιν· «Ὁ Ἰησοῦς ὑπήντησεν
αὐταῖς λέγων, Χαίρετε».
Ὁρᾶτε ὅτι καὶ πρὸ τῆς Μαγδαληνῆς Μαρίας ἡ
Θεομήρωρ εἶδε τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκὶ καὶ παθόντα καὶ ταφέντα καὶ
ἀναστάντα; «Αἱ δὲ προσελθοῦσαι, φησίν, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ
προσεκύνησαν αὐτῷ». Καθάπερ δὲ τὸ εὐαγγέλιον τῆς ἀναστάσεως μετὰ τῆς Μαγδαληνῆς
Μαρίας ἡ Θεοτόκος παρὰ τοῦ ἀγγέλου ἀκούσασα μόνη συνῆκε τῶν εἰρημένων τὴν δύναμιν, οὕτω καὶ μετὰ τῶν
ἄλλων γυναικῶν, ὑπαντήσασα τῷ Υἱῶ καὶ Θεῶ, πρώτῃ τῶν ἄλλων ἁπασῶν καὶ εἶδε καὶ
ἐπέγνω τὸν ἀναστάντα, καὶ προσπεσοῦσα τῶν αὐτοῦ ἥψατο ποδῶν, καὶ ἀπόστολος αὐτοῦ
πρὸς τοὺς ἀποστόλους ἐγένετο. Ὅτι δὲ ἡ Μαγδαληνὴ Μαρία οὐ συνῇν τῇ τοῦ Θεοῦ
Μητρί, ἡνίκα παρὰ τοῦ τάφου ἐπαινούσῃ ὑπήντησε καὶ ἐπεφάνη καὶ προσελάλησεν αὐτῆ
ὁ Κύριος, διδασκόμεθα παρὰ τοῦ Ἰωάννου·
«Τρέχει γάρ, φησίν, αὕτη πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον
μαθητήν, ὅν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, «Ἦραν τὸν Κύριον ἐκ τοῦ
μνημείου, καὶ οὐκ οἴδαμεν ποὺ ἔθηκαν αὐτόν». Πῶς γὰρ ἄν εἴπερ εἶδε, καὶ χερσὶν
ἤψατο, καὶ συντυγχάνοντος ἤκουσε, τοιαῦτα ἔλεγεν, ὅτι Ἦραν καὶ μετέθηκαν, ὅπου
δὲ, οὐκ οἴδαμεν; Ἀλλὰ μετὰ τὸν Πέτρον καὶ Ἰωάννου δρόμον ἐπὶ τὸν τάφον, καὶ τὴν
ἐκεῖ θέαν τῶν ὀθονίων καὶ τὴν ἐπάνοδον, Μαρία εἰστήκει, φησί, πρὸς τὸ μνημεῖον
κλαίουσα ἔξω.
Ὁρᾶτε ὡς μὴ μόνο οὔπω εἶδεν, ἀλλ’οὐδὲ δι’ ἀκοῆς
ἐπληροφορήθη; Καὶ τῶν ἐπιφαινομένων δὲ ταύτην ἐρωτησάντων ἀγγέλων, Γύναι, τί
κλαίεις; ἐκείνη πάλιν ὡς περὶ νεκροῦ ἀποκρίνεται· ὡς δὲ στραφεῖσα τὸν Ἰησοῦ εἶδεν,
οὐδὲ πάλιν συνῆκεν, ἀλλ’ ἐρωτωμένη καὶ παρ’ αὐτοῦ, τί κλαίει, τὰ παραπλήσια
φθέγγεται, ἕως οὗ ἐξ ὀνόματος ἐκεῖνος αὐτὴν καλέσας, ἐαυτὸν παρέστηκεν ὄντα.
Τότε δὴ προσπεσοῦσα καὶ αὐτὴ, καὶ ζητοῦσα τὸν ἀσπασμὸν τοῖς ἐκείνου ποσὶ
προσενεγκεῖν, ἤκουσε παρ’ αὐτοῦ, Μή μου ἅπτου· παρ’ οὗ μανθάνομεν, ὡς ἡνίκα πρότερων ὥθη τῇ
τε Μητρὶ καὶ ταῖς συνούσαις αὐτῇ γυναιξίν, αὐτῇ μόνῃ καὶ τῶν ποδῶν ἅψασθαι
παρέσχεν, εἰ καὶ ὁ Ματθαῖος κοινοποιεῖται καὶ ταῖς ἄλλαις γυναιξί τούτο, μὴ
θέλον δι’ ἥν τὴν ἀρχὴν ἔφημεν αἰτίαν, φανερῶς τὴν Μητέρα προάγειν ἐπὶ τῶν
τοιούτων. Ἐπεὶ δὲ μετὰ τὸ πρώτην ἐλθεῖν ἐπὶ τὸν τάφον τὴν ἀειπάρθενον Μαρίνα,
καὶ πρώτην τὸ εὐαγγέλιον τῆς ἀναστάσεως δέξασθαι πολλαὶ συνῆλθον, καὶ τὸν
λίθον εἶδον ἀποκεκλυσμένον κἀκεῖναι, καὶ τῶν ἀγγέλων ἤκουσαν, ἐπανιοῦσαι μετὰ
τὴν τοιαύτην ἀκοήν καὶ θέαν ἐμερίσθησαν. Καὶ αἱ μὲν, καθάπερ ὁ Μάρκος φησί, ἔφυγον ἀπὸ
τοῦ μνημείου, καὶ εἶχεν αὐτὸς φόβος ἔκστασις, καὶ οὐδενὶ εἶπον, ἐφοβοῦντο
γάρ· αἱ δὲ τῇ τοῦ Κυρίου εἴποντο
Μητρί, αἵ καὶ τῆς τοῦ Δεσπότου θέσις καὶ ὁμιλίας ἐπέτυχον. Ἡ δὲ Μαγδαληνὴ πρὸς
Πέτρον καὶ Ἰωάννην ἀπήει, μεθ’ ὧν καὶ πρὸς τὸν τάφον πάλιν ἔρχεται μόνη· κἀκείνων ἀναχωρησάντων, αὐτὴ παραμείνασα τῆς
Δεσποτικῆς ἀξιοῦται καὶ αὕτη θέας, καὶ πρὸς τοὺς ἀποστόλους ἔρχεται πάλιν, ἀπαγγέλλουσα
πᾶσιν, ὡς Ἰωάννης φησίν, «Ὅ,τι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῆ».
Ταύτην
οὖν τὴν θέαν πρωΐ φησι, καὶ ὁ Μάρκος γενέσθαι, τουτέστι κατὰ τὴν ἀκραιφνῆ
τῆς ἡμέρας ἀρχήν, τοῦ ὄρθρου παρελθόντος παντός, ἀλλ’οὐχὶ τὴν τοῦ Κυρίου ἀνάστασιν,
οὐδὲ τὴν πρώτην αὐτοῦ ἐπιφάνειαν τότε γενέσθαι ἰσχυριζόμενος. Ἔχομε δὴ τὰ τῶν
Μυροφόρων ἠκριβωμένα, καὶ τὴν ἄνωθεν ζητουμένην ἐπὶ ταύταις τῶν τεσσάρων εὐαγγελιστῶν
συμφωνίαν. Οἱ δὲ μαθηταὶ κατ’ αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως παρὰ τε τῶν
Μυροφόρων ἀκούσαντες καὶ τοῦ Πέτρου, καὶ παρὰ Λουκᾶ καὶ Κλεόπα, ὅτι ὁΚύριος ζῇ
καὶ ἐθεάθη ὑπ’ αὐτῶν, ἠπίστησαν· διὸ καὶ ὀνειδίζονται παρ’ αὐτοῦ, ὕστερον
συνοῦσιν ἐπιφανέντος αὐτοῖς. Μετὰ δὲ τὸ
διὰ πολλῶν καὶ πολλάκις ἑαυτὸν παραστῆσαι ζῶντα, οὐκ ἐπίστευσαν πάντες, ἀλλὰ
καὶ ἐκήρυξαν πανταχοῦ· «Εἰς πᾶσαν γὰρ
τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν»,
«Τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τὼν ἐπακολουθούντων
σημείων»· τὰ γὰρ σημεῖα μέχρι τοῦ
κηρυχθῆναι τὸν λόγον εἰς πᾶσαν τὴν γῆν ἀναγκαιότητα ἥν. Ἀλλὰ δεῖ μὲν σημείων
καὶ τεραστίων πρὸς παράστασιν καὶ βεβαίωσιν τῆς τοῦ κηρύγματος ἀλήθειας, δεῖ δὲ
σημεῖον, ἀλλ’ οὐ τεραστίων πρὸς παράστασιν τῶν ὑποδεξαμένων τὸν λόγον, εἰ
βεβαίως ἐπίστευσαν· τίνων τούτων; Τῶν ἀπὸ
τῶν ἔργων· «Δεῖξον γάρ μοι, φησί, τὴν πίστιν σου ἐκ τῶν ἔργων σου»· καὶ, «Τίς πιστός; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς,
τὰ ἔργα αὐτοῦ». «Τίς γὰρ πιστεύσει
διάνοιαν ἔχειν ὄντως θείαν καὶ μεγάλην καὶ ὑψηλὴν, καὶ ὡς εἰπεῖν, οὐρνάνιον,
οἷα περ ἐστιν ἡ εὐσέβεια, τὸν φαύλων ἀντεχόμενον ἔργων, καὶ τῆ γῇ καὶ τοῖς
γηΐνοις προσηλωμένον;
Οὐδὲν οὖν ὄφελος, ἀδελφοί, ἐὰν πίστιν λέγῃ
τις ἔχειν θείαν, ἔργα δὲ μὴ ἔχῃ τῇ πίστει κατάλληλα. Τί τὰς μωρὰς παρθένους αἱ
λαμπάδες ὤνησαν οὐκ ἐχούσης ἔλαιον, δηλονότι τὰ τῆς ἀγάπης καὶ τὰ τῆς
συμπαθείας ἔργα; Τί τὸν ἐν τῇ ἀσβέστῳ φλογὶ διὰ τὸν πρὸς τὸν Λάζαρον ἀσυμπαθὲς
τηγανιζόμενον ἐκεῖνον πλούσιον, τὸ πάτερα ἐπικαλεῖσθαι Ἀβραάμ; Τί τὸν μὴ κεκτημένον διὰ τῶν ἀγαθῶν ἔργων ἔνδυμα,
τῷ θείῳ γάμῳ καὶ τῇ παστάδι τῆς ἀφθαρσίας
ἐκείνης κατάλληλον, ἡ πρὸς τὴν κλῆσιν δῆθεν εὐπείθεια; Καὶ γὰρ
προσεκλήθη τε καὶ προσῆλθε πιστεύσας πάντως, καὶ τοῖς ἁγίοις ἐκείνοις
δαιτυμόσι συνανεκλίθη, ἀλλ’ ἐξελεγχθεὶς καὶ καταισχυνθείς, ὡς τὴν ἀπὸ τῶν ἠθῶν
καὶ τῶν πράξεων φαυλότητα περικείμενος, δεθεὶς χεῖράς τε καὶ πόδας ἀνηλεῶς, εἰς
τὴν γέενεαν ρίπτεται τοῦ πυρός, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἧς μηδένα γένοιτο τῶν ἀπὸ τοῦ Χριστοῦ καλουμένων
πεῖραν λαβεῖν, ἀλλὰ καὶ τῇ πίστει βίον ἐπιδειξάμενος προσήκοντα, καὶ εἰσελθεῖν
εἰς τὸν νυμφῶνα τῆς εὐφροσύνης τῆς ἀκηράτου, καὶ συνδιαιωνίζειν τοῖς ἁγίοις, ἔνθα
πάντων εὐφραινομένων ἡ κατοικία. Ἀμήν.
|
Ἡ
ἀνάσταση τοῦ Κυρίου εἶναι ἡ ἀνανέωση τοῦ ἀνθρώπου. Εἶναι τὸ ξαναζωντάνεμα καὶ
τὸ ξαναπλάσιμο τοῦ πρώτου Ἀδάμ, ποὺ ἡ ἁμαρτία τὸν ὡδήγησε στὸ θάνατο κι ὁ
θάνατος πάλι τὸν ἔκαμε νὰ παλινδρομήση στὴ γῆ ἀπ’ ὅπου πλάστηκε. Εἶναι ἡ ἐπιστροφὴ στὴν ἀθάνατη ζωή. Ἐκεῖνον
κανένας ἄνθρωπος δὲν τὸν εἶδε, ὅταν τὸν ἔπλαθε ὁ Θεὸς καὶ τὸν ζωοποιοῦσε –τὴν
ὥρα ἐκείνη κανένας ἄνρθωπος δὲν ὑπῆρχε ἀκόμα.
Κι ὅταν μὲ τὸ φύσημα τοῦ Θεοῦ ἔλαβε πνοὴ ζωῆς, πρώτη ἀπ’ τοὺς ἄλλους τὸν
εἶδε ἡ γυναίκα· ὕστερ’ ἀπ’ αὐτόν, ὁ πρῶτος
ἄνθρωπος ἦταν ἡ Εὔα. Ἔτσι καὶ τὸ δεύτερο Ἀδάμ, δηλ. τὸν Κύριο, κανένας ἄνθρωπος
δὲν τὸν εἶδε ν’ ἀναστήνεται ἀπὸ τοὺς νεκρούς.
Γιατὶ μήτε κανένας δικός του ἦταν κοντὰ κι οἱ φρουροὶ στρατιῶτες
συγκλονισμένοι ἀπὸ τὸ φόβο ἔγιναν σὰ νεκροί.
Καὶ μετὰ τὴν ἀνάσταση γυναῖκα πρώτη ἀπ’ τοὺς ἄλλους τὸν εἶδε, ὅπως ἀκούσαμε
τὸ Μᾶρκο νὰ εὐαγγελίζεται σήμερα. «Μετὰ τὴν ἀνάστασή του ὁ Ἰησοῦς τὸ πρωὶ τῆς
Κυριακῆς παρουσιάστηκε πρῶτα στὴ Μαρία Μαγδαληνή». Πιστεύουν ὅτι ὁ εὐαγγελιστὴς δήλωσε καθαρὰ
καὶ τὴν ὥρα τῆς ἀναστάσεως τοῦ Κυρίου·
ὅτι ἦταν πρωΐ, καὶ φάνηκε πρῶτα στὴ Μαρία Μαγδαληνὴ κι ὅτι φάνηκε τὴν ἴδια
ὥρα τῆς ἀναστάσεως. Δὲν εἶπε ὅμως ἔτσι, ὅπως θὰ φανῆ, ἄν προσέξωμε
κάπως. Λίγο πιὸ πάνω κι αὐτὸς σὲ
συμφωνία καὶ μὲ τοὺς ἄλλους εὐαγγελιστὰς λέει ὅτι ἡ Μαρία αὐτὴ ἦρθε μαζὶ μὲ τὶς
ἄλλες Μυροφόρες στὸν τάφο κι ὅτι τὸν εἶδαν ἄδειο ἔφυγαν. Ὥστε ὁ Κύριος ἀναστήθηκε,
πολὺ πρὶν ἀπὸ τὸ πρωΐ, ὁπότε αὐτὴ τὸν εἶδε. Ἀλλὰ θέλοντας νὰ προσδιορίση καὶ ἐκείνη
τὴν ὥρα δὲν λέει ἁπλῶς πρωί,ὅπως ἐδῶ, ἀλλὰ πολὺ πρωί. Γι’ αὐτό καὶ ἀνατολὴ τοῦ
ἡλίου ἐκεῖ ἐννοεῖ τὸ λιγοστὸ φέγγος ποὺ προτρέχει στὸν ὀρίζοντα ἀπὸ τὴν ἀνατολή.
Αὑτὸ θέλει νὰ φανερώση κι ὁ Ἱωάννης καὶ λέγει ὅτι ἡ Μαρία Μαγδαληνὴ ἦρθε πρωί
στὸ μνημεῖο, ἐνῶ κρατοῦσε ἀκόμη τὸ σκοτάδι, κι εἶδε τὴ πέτρα τραβηγμένη ἀπὸ αὐτό.
Καὶ δὲ
ἦρθε μονάχα αὐτὴ στὸ μνῆμα, κατὰ τὸν Ἰωάννη, ἀλλὰ κι ἔφυγε ἀπ’ τὸ μνῆμα χωρὶς
νὰ δῆ ἀκόμα τὸν Κύριο. Γιατὶ ἔτρεξε κι ἐπῆγε στὸν Πέτρο καὶ τὸν Ἰωάννη καὶ δὲν
τοὺς ἀναγγέλει ὅτι ἀναστήθηκε ὁ Κύριος ἀλλὰ ὅτι τὸν πῆραν ἀπὸ τὸν τάφο· ἄρα δὲν
ἤξερε ἀκόμα τὴν ἀνάσταση. Διεκδίκηση λοιπὸν τῆς Μαρίας ἀπομένει ὄχι μόνο ὅτι ὁ
Χριστὸς φάνηκε σ’ αὐτὴν πρώτη ἀλλὰ ὅτι φάνηκε μετὰ τὴν πραγματικὴ ὥρα τῆς ἡμέρας.
Εἶναι βέβαια σκεπασμένο μὲ κάποια σκιὰ ἀπὸ τοὺς εὐαγγελιστὰς αὐτὸ ποὺ θὰ
ξεσκεπάσω μπροστὰ στὴν ἀγάπη σας. Τὸ Εὐαγγέλιο τῆς ἀναστάσεως τοῦ Χριστοῦ
πρώτη ἀπ’ ὅλους τοὺς ἀνθρώπους τὸ δέχτηκε ἀπὸ τὴν Κύριο ἡ Παναγία. Κι ἔτσι ἦταν τὸ σωστὸ καὶ τὸ
δίκαιο. Αὐτὴ πρώτη τὸν εἶδε μετὰ τὴν ἀνάστασή του, κι εἶχε τὴ χαρὰ ν’ ἀκούση
τὸ μίλημά του. Καὶ δὲν τὸν εἶδε μόνο μὲ
τὰ μάτια της καὶ τὸν ἄκουσε μὲ τ’ αὐτιὰ της ἀλλὰ καὶ μὲ τὰ χέρια της
πρώτη καὶ μόνη ἄγγιξε τὰ ἄχραντα πόδια
του, ἀκόμα κι ἄν οἱ εὐαγγελισταὶ δὲν ὁμιλοῦν γιὰ ὅλ’ αὐτὰ φανερά. Δὲ θέλουν νὰ προβάλλουν τὴ μαρτυρία τῆς
μητέρας, γιὰ νὰ μὴ δώσουν στοὺς ἄπιστους ἀφορμὴ ὑποψίας. Ἀφοῦ ὅμως τώρα ὁ
δικός μου λόγος μὲ τὴ χάρη τοῦ ἀναστάντος ἁπευθύνεται σὲ πιστοὺς , ἡ εὐκαιρία
τῆς ἑορτῆς μᾶς παρακινεῖ νὰ διευκρινήσωμε τὰ σχετικὰ μὲ τὶς Μυροφόρες· τὴ δικαιολογία τὴ δίνει αὐτὸς ποὺ εἶπε «Δὲν
ὑπάρχει κρυφὸ ποὺ δὲ θὰ γίνη φανερό».
Κι αὐτὸ λοιπὸν θὰ φανερωθῆ.
Μυροφόρες
εἶναι ὅσες ἀκολούθησαν μαζὶ μὲ τὴν μητέρα τοῦ Κυρίου καὶ ἔμειναν μαζί της τὶς
ὥρες τοῦ σωτηρίου πάθους καὶ μὲ πόθο τὸ σῶμα τοῦ Κυρίου ἀρωμάτισαν. Κι ὅταν ὁ Ἰωσὴφ κι ὁ Νικόδημος ζήτησαν κι ἔλαβαν
ἀπὸ τὸν Πιλάτο τὸ σῶμα τοῦ Κυρίου καὶ ἀφοῦ τὸ κατέβασαν ἀπὸ τὸ σταυρὸ καὶ
τυλιγμένο σὲ σεντόνι μὲ δυνατὰ ἀράματα τὸ ἀπόθεσαν σὲ λαξευτὸ μνημεῖο κι ἔκλεισαν
μὲ μεγάλη πέτρα τὴ θύρα τοῦ μνημείου ἦσαν κοντὰ καὶ κοίταζαν, κατὰ τὸν Εὐαγγελιστὴ
Μᾶρκο, ἡ Μαρία Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθισμένες ἀπέναντι στὸ τάφο. Μὲ τὴν ἔκφραση καὶ ἡ ἄλλη Μαρία ὑπονοεῖ ὁπωσδήποτε
τὴ μητέρα τοῦ Χριστοῦ. Γιατὶ αὐτὴ τὴν ἔλεγαν
καὶ μητέρα τοῦ Ἰακώβου καὶ τοῦ Ἰωσῆ, ποὺ ἦσαν παιδιὰ τοῦ Ἰωσὴφ τοῦ
Μνήστορος. Δὲν ἦσαν αὐτὲς μόνο, ποὺ
κοίταζαν τὸν ἐνταφιασμὸ τοῦ Χριστοῦ μὰ κι ἄλλες γυναῖκες, καθὼς διηγήθηκε κι ὁ
Λουκᾶς. Κι ἀφοῦ τὸν συνόδεψαν γυναῖκες ποὺ εἶχαν ἔλθει γιὰ χάρη του ἀπὸ τὴ
Γαλιλαία εἶδαν τὸ μνῆμα καὶ ὅτι εἶχε ἀποτεθῆ ἐκεῖ τὸ σῶμα του κι αὐτὲς ἦσαν ἡ
Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Ἰωάννα καὶ ἡ Μαρία τοῦ Ἰακώβου καὶ οἱ ἄλλες ποὺ ἦσαν
μαζί». Καὶ γράφει ὅτι πῆγαν κι ἀγόρασαν
ἀρώματα καὶ μύρα. Γιατὶ δὲν ἤξεραν ἀκόμα
ἀκριβῶς ὅτι αὐτὸς εἶναι ἀληθινὰ τὸ ἄρωμα τῆς ζωῆς γι’ αὐτοὺς ποὺ τὸν
πλησίαζαν μὲ πίστη, ὅπως εἶναι καὶ ἡ ὀσμὴ τοῦ θανάτου γιὰ ἐκείνους ποὺ μένουν
ἄπιστοι ὡς τὸ τέλος. Καὶ τῶν ρούχων
του ἡ ὀσμὴ, ἡ ὀσμὴ τοῦ ἴδιου τοῦ σώματός του, εἶναι ἀνώτερη ἀπ’ ὅλα τὰ ἀρώματα.
Καὶ τὄνομά του εἶναι σὰν χυμένο μύρο, ποὺ πλημμύρισε τὴν οἰκουμένη μὲ τὴ θεία
του εὐωδία. Δὲν ἤξεραν κι ἑτοιμάζουν μυρωδικὰ καὶ ἀρώματα πρὸς τιμὴ τοῦ νεκροῦ
κι ἐπινοοῦν γιὰ ὅσους ἤθελαν νὰ μείνουν κοντὰ ἀντιφάρμακο τῆς κακοσμίας ἀπὸ τὸ
ἀποσυνθεμένο σῶμα ἀλείβοντάς το μ’ αὐτά.
Ἕτοίμασαν
λοιπὸν τὰ μύρα καὶ τ’ ἀρώματα καὶ τὸ Σάββατο ἡσύχαζαν σύμφωνα μὲ τὴν ἐντολὴ
ποὺ εἶχαν. Γιατὶ δὲν εἶχαν ζήσει ἀληθινὰ Σάββατα, οὔτε ἕνιωσαν ἐκεῖνο τὸ ὑπερευλογημένο
Σάββατο, ποὺ μᾶς μεταφέρει ἀπὸ τὴν περιοχὴ τοῦ Ἅδη σ’ ὅλο τὸ λαμπρὸ καὶ θεῖο ὕφος
τοῦ οὐρανοῦ. Τὴν πρώτη ἡμέρα τῆς ἑβδομάδας,
ὅπως λέει ὁ Λουκᾶς, ἐνῶ ἦταν νύχτα ἀκόμα ἦρθαν στὸ μνῆμα μὲ τὰ ἀρώματα ποὺ εἶχαν
ἑτοιμάσει Κι ὁ Ματθαῖος λέει· «ἀργὰ τὸ Σάββατο πρὸς τὰ ξημερώματα τῆς Κυριακῆς»
κι ὅτι ἦσαν δύο αὐτὲς ποὺ ἦρθαν. Κι ὁ Ἰωάννης
συμπληρώνει· «πρωί, ἐνῶ ἦταν σκοτεινὰ ἀκόμη».
Καὶ ὅτι αὐτὴ ποὺ ἦρθε ἦταν μόνο ἡ Μαρία ἡ Μαγδαληνή. Πρώτη τῆς ἑβδομάδος
ὅλοι οἱ εὐαγγελισταὶ ἐννοοῦν τὴν Κυριακή. Μὲ τὶς ἐκφράσεις ἀργὰ τὸ Σάββατο,
καὶ βαθειὰ αὐγή, καὶ πολὺ πρωί καὶ πρωί, ἐνῶ ἦταν ἀκόμη σκοτεινά, ἐννοῦν τὴν
αὐγινὴ ὥρα ποὺ τὸ σκοτάδι παλεύει μὲ τὸ φῶς, κι αὐτὴ εἶναι ἡ ὥρα ποὺ ἀρχίζει
νὰ φωτίζεται τὸ ἀνατολικὸ μέρος τοῦ ὁρίζοντα προμηνῶντας τὴν ἡμέρα. Παρατηρῶντας ἀπὸ μακριὰ βλέπει κανένας τὸ φῶς
ν’ ἀλλάζη τὰ χρώματα στὴν ἀνατολὴ τὴν ἐνάτη περίπου ὥρα τῆς νύχτας καὶ μένουν
ὡς τὴν τέλειαν ἡμέρα τρεῖς ὧρες ἀκόμα. Μοιάζει νὰ διαφωνοῦν κάπως οἱ εὐαγγελισταὶ
καὶ στὴν ὥρα αὐτὴ καὶ τὸν ἀριθμὸ τῶν γυναικῶν. Αὐτὸ ὀφείλεται στὸ ὅτι, ὅπως εἶπαν, οἱ
Μυροφόρες καὶ πολλὲς ἦσαν καὶ δὲν ἦρθαν μιὰ φορὰ στὸν τάφο ἀλλὰ δύο καὶ τρεῖς
φορές, ὄχι πάντα οἱ ἴδιες· καὶ τὴν αὐγὴ
ὅλες, μὰ ὄχι τὴν ἴδια στιμγὴ ἀκριβῶς. Ἡ Μαγδαληνὴ ἦρθε καὶ μόνη της χωρὶς τὶς
ἄλλες, κι ἔμεινε περισσότερο. Καθένας
λοιπὸν ἀπὸ τοὺς Εὐαγγελιστὰς ἕνα ἐρχομὸ μερικῶν ἀπ’ αὐτὲς ἀναφέρει καὶ ἀφήνει
τὶς ἄλλες. Κι ὅπως ἐγὼ συμπεραίνω συγκρίνοντας ὅλους τοὺς εὐαγγελιστὰς- τὸ
προεῖπα κι αὐτό- πρώτη ἀπ’ ὅλες ἦρθε στὸν τάφο τοῦ Γιοῦ καὶ Θεοῦ της ἡ
Θεοτόκος, μαζὶ μὲ τὴν Μαρία Μαγδαληνή.
Αὑτὸ κυρίως μᾶς τὸ πληροφορεῖ ὁ εὐαγγελιστὴς Ματθαῖος. «Ἦρθε, λέει, ἡ
Μαρία Μαγδαληνή καὶ ἡ ἄλλη Μαρία –ποὺ ἦταν πάντως ἡ Παναγία- νὰ κοιτάξουν τὸν
τάφο. Καὶ τὸτε ἔγινε ἰσχυρὸς σεισμός. Ἕνας ἄγγελος Κυρίου κατέβηκε ἀπὸ τὸν οὐρανὸ
κι ἦρθε καὶ κύλισε τὴν πέτρα ἀπὸ τὴ θύρα τοῦ μνημείου καὶ κάθισε πάνω σ’ αὐτή. Τὸ προσωπό του ἦταν σὰν ἀστραπὴ καὶ τὸ ροῦχο
του σὰν χιόνι λευκό. Ταράχτηκαν οἱ
φύλακες ἀπὸ τὸ φόβο ποὺ τοὺς προξένησε κι ἔγιναν σὰ νεκροί.
Ὅλες
οἱ ἄλλες γυναῖκες ἦρθαν μετὰ τὸ σεισμὸ καὶ τὴ φυγὴ τῶν φρουρῶν καὶ βρῆκαν τὸν
τάφο ἀνοιχτό καὶ κυλισμένη τὴν πέτρα. Ἡ Παρθένος ὅμως ἦταν ἐκεῖ, ὅταν ἔγινε ὁ
σεισμὸς κι εἶχε κυλίσει ἡ πέτρα κι ὁ τάφος ἄνοιξε κι οἱ φύλακες ἦσαν ἐκεῖ, ἄν
καὶ καταταραγμένοι ἀπὸ τὸ φόβο. Γι’ αὐτὸ
κι ὅταν συνῆλθαν ἀπὸ τὸ σεισμὸ εὐθὺς σκέφτηκαν τὴ φυγή, ἡ μητέρα τοῦ Θεοῦ ὅμως
χωρὶς φόβο χαιρόταν μ’ αὐτὸ ποὺ ἔβλεπε. Ἐγὼ νομίζω πὼς καὶ γι’ αὐτὴν πρώτη ἄνοιξε
ἐκεῖνος ὁ ζωηφόρος τάφος. Γι’ αὐτὴν πρῶτα καὶ χάρη σ’ αὐτὴν καὶ γιὰ μᾶς ὅλους
ἄνοιξαν τὰ πάντα, ὅσα εἶναι πάνω στὸν οὐρανὸ καὶ ὅσα στὴ γῆ κάτω, καὶ γιὰ
χάρη της ἀστράφτει ἔτσι ὁ ἄγγελος, ὥστε μόλο ποὺ ἦταν ἀκόμα σκοτάδι, μὲ τὸ
λαμπρὸ ἀγγελικὸ φῶς εἶδε ὄχι μόνο ἀνοικτὸ τὸν τάφο ἀλλὰ καὶ τὰ ἐντάφια μὲ
σειρὰ καὶ τάξη νὰ μαρτυροῦν μὲ πολλοὺς τρόπους τὴν ἀνάσταση τοῦ ἐνταφιασμένου.
Ἦταν ἔπειτα καὶ ὁ ἴδιος ἐκεῖνος ἄγγελος τοῦ Εὐαγγελισμοῦ ὁ Γαβριήλ· τὴν εἶδε νὰ προχωρῆ βιαστικὰ πρὸς τὸν τάφο,
αὐτὸς ποὺ στὴν ἀρχὴ τῆς εἶχε πεῖ: «Μὴ φοβᾶσαι Μαρία· ὁ Θεὸς σοῦ δίνει τὴ χάρη
του». Κι ἀμέσως κατεβαίνει καὶ τώρα τὴν
ἴδια πάλι προτροπὴ ν’ ἀπευθύνη στὴν ἀειπάρθενο. Ἦρθε νὰ εὐαγγελιστῆ τὴν ἀνάσταση
ἐκείνου ποὺ μὲ ἄσπορη σύλληψη ἐγέννησε καὶ τὴν πέτρα νὰ σηκώση καὶ νὰ δείξη ἄδειο
τὸν τάφο καὶ τὰ ἐντάφια καὶ νὰ
βεβαιώση σ’ αὐτὴ τὸ χαρούμενο μήνυμα.
Γράφει «Ἀποκρίθηκε ὁ ἄγγλος κι εἶπε στὶς γυναῖκες· Μὴ φοβᾶστε· ζητᾶτε τὸ Χριστὸ ποὺ σταύρωσαν;
Ἀναστήθηκε. Νὰ , ὁ τόπος ὅπου κοιτόταν ὁ Κύριος. Κι ἄν βλέπετε τοὺς φύλακες
καταταραγμένους ἀπὸ τὸ φόβο σεῖς μὴ φοβᾶστε. Ξέρω πὼς ζητᾶτε τὸ Χριστο ποὺ
σταύρωσαν. Ἀναστήθηκε, δὲν εἶναι ἐδῶ». Γιατὶ αὐτὸς δὲν εἶναι μόνο ἀκράτητος ἀπ’
τὰ κλειδιὰ καὶ τοὺς μοχλοὺς καὶ τὶς σφραγίδες τοῦ θανάτου καὶ τοῦ τάφου ἀλλὰ
εἶναι καὶ Κύριος δικός μας, τῶν ἀγγέλων τοῦ οὐρανοῦ κι αὐτὸς εἶναι τοῦ κόσμου
ὅλου ὁ μόνος Κύριος. «Δῆτε τὸν τόπο ὅπου κοιτόταν ὁ Κύριος. Πηγαίνετε γρήγορα
καὶ πέστε στοὺς μαθητὰς του ὅτι ἀναστήθηκε ἀπὸ τοὺς νεκροὺς». Καὶ βγῆκαν. Λέγει, μὲ φόβο καὶ χαρὰ μαζὶ
μεγάλη.
Καὶ
σ’ αὐτὸ τὸ σημεῖο ἔχω τὴ γνώμη ὅτι
φοβισμένη ἦταν ἡ Μαγδαληνὴ Μαρία καὶ οἱ ἄλλες γυναῖκες ποὺ εἶχαν ἔρθει ὡς
τότε. Γιατὶ δὲν κατάλαβαν τὸ νόημα τῶν λόγων τοῦ ἀγγέλου οὔτε μπόρεσαν νὰ
βαστάξουν ὡς τὸ τέλος τὴ δύναμη τοῦ φωτὸς, ὥστε νὰ δοῦν καὶ νὰ ἀντιληφθοῦν μὲ
ἀκρίβεια. Ἡ μητέρα τοῦ Θεοῦ ὅμως νομίζω ἔκαμε κτῆμα της τὴ μεγάλη χαρά, ἐπειδὴ
κατανόησε τοὺς λόγους τοῦ ἀγγέλου καὶ ἔλαμψε ὁλόκληρη ἀπὸ τὸ φῶς σὰν ὁλοκάθαρη
ποὺ ἦταν καὶ γεμάτη ἀπὸ τὴ θεία χάρη. Μὲ ὅλα αὐτὰ ἀκόμα τὰ σημεῖα καὶ τὴν ἀλήθεια
ἔκαμε σταθερὸ κτῆμα της καὶ στὸν ἀρχάγγελο πίστεψε, ἀφοῦ μάλιστα αὐτὸς ἀπὸ
παλιὰ εἶχε ἀποδεχτῆ γι’ αὐτὴ μέσα στὰ πράγματα ἄξιος ἐμπιστοσύνης. Ἀλλὰ καὶ πῶς
νὰ μὴ καταλάβη ἡ Παρθένος μὲ τὴ θεϊκὴ σοφία, ὅ,τι εἶχε συντελεστῆ, ἀφοῦ
παρακολούθησε τὰ γεγονότα ἀπὸ κοντά· εἶδε
τὸ σεισμὸ τὸ μεγάλο, τὸν ἄγγελο νὰ κατεβαίνη ἀπὸ τὸν οὐρανὸ ἀστραποβολῶντας.
Εἶδε τὴν νέκρωση τῶν φρουρῶν, τὸ μεατόπισμα τῆς πέτρας, τὸ ἄδειασμα τοῦ
τάφου, τὸ μέγα θαῦμα τῶν ἐνταφίων, ποὺ ἦσαν ἀσκόρπιστα, συγκρατημένα ἀπὸ τὴ
σμύρνα καὶ τὴν ἀλόη, χωρὶς ὅμως νὰ περιβάλλουν τὸ σῶμα. Κι ἐκτὸς ἀπ’ ὅλα αὐτὰ εἶδε τὸ χαρμόσυνο
θέαμα τοῦ ἀγγέλου, κι ἄκουσε τὸ χαρούμενο μήνυμα. Ἀλλὰ βγαίνοντας ἀπὸ τὸν εὐαγγελισμὸν,αὐτό,
ἡ Μαγδαληνὴ Μαρία σὰ νὰ μὴν ἄκουσε κἄν τὸν ἄγγελο -ἐξ ἄλλου σ’ ἐκείνη δὲν εἶχε μιλήσει- διαπιστώνει μονάχα
τὸ ἄδειασμα τοῦ τάφου καὶ γιὰ τὰ ἐντάφια δὲν κάνει κανένα λόγο καὶ τρέχει εὐθὺς
στὸν Πέτρο καὶ τὸν ἄλλον μαθητή, ὅπως λέει ὁ Ἰωάννης. Ἡ μητέρα πάλι τοῦ Θεοῦ,
ὅταν συνάντησε ἄλλες γυναῖκες ξαναγύρισε πίσω καὶ νὰ, ὅπως λέει ὁ Ματθαῖος, ὁ
Ἰησοῦς τὶς συνάντησε καὶ τοὺς εἶπε «Χαίρετε».
Βλέπετε
ὅτι καὶ πρὶν ἀπὸ τὴ Μαγδαληνὴ Μαρία ἡ Παναγία εἶδε αὐτὸν ποὺ γιὰ τὴ σωτηρία
μας ἔπαθε καὶ ἐνταφιάστηκε κι ἀναστήθηκε. «Σ’ αὐτὲς πλησίασαν», γράφει, ἔπιασαν
τὰ πόδια του καὶ τὸν προσκύνησαν. Κι ὅπως ἡ Παναγία κατάλαβε μόνη τὴ δύναμη τῶν
ἀγγελικῶν λόγων, ἄν κι ἄκουσε τὸ εὐαγγέλιο τῆς ἀναστάσεως μαζὶ μὲ τὴν Μαρία
Μαγδαληνή, ἔτσι καὶ μαζὶ μὲ τὶς ἄλλες γυναῖκες, ὅταν συναντοῦσε τὸ γιό της καὶ
Θεό, πρώτη ἀπ’ ὅλες τὶς ἄλλες καὶ εἶδε καὶ γνώρισε τὸν ἀναστημένο.
Προσπέφτοντας τοῦ ἔπιασε τὰ πόδια κι ἔγινε ἀπόστολος του πρὸς τοὺς ἀποστόλους
του. Ὅτι ἡ Μαρία Μαγδαληνὴ δὲν ἦταν μαζὶ μὲ τὴ Μητέρα τοῦ Θεοῦ, ὅταν
ξαναγυρίζοντας ἀπὸ τὸν τάφο τὴν συνάντησε ὁ Κύριος, τὸ μαθαίνομε ἀπὸ τὸν Ἰωάννη.
«Τρέχει πρὸς τὸν Σίμωνα Πέτρο καὶ τὸν ἄλλο μαθητὴ», γράφει, ποὺ ἀγαποῦσε ὁ Ἰησοῦς
καὶ τοὺς λέει· Πῆραν τὸν Κύριο ἀπὸ τὸ
μνημεῖο καὶ δὲν ξέρομε ποὺ τὸν ἔβαλαν, Πῶς, ἄν τὸν εἶδε καὶ τὸν ἄγγιξε μὲ τὰ
χέρια της καὶ τὸν ἄκουσε νὰ μιλᾶ, θὰ μποροῦσε νὰ λέη τέτοια λόγια, ὅτι τὸν πῆραν
καὶ τὸν πῆγαν ἀλλοῦ καὶ δὲν ξέρομε σὲ ποιὸ μέρος; Ἀλλὰ μετὰ τὸ τρέξιμο τοῦ
Πέτρου καὶ τοῦ Ἰωάννη στὸν τάφο, ὅταν εἶδαν τὰ ἐντάφια καὶ γύρισαν, ἡ Μαρία,
λέει, στεκόταν κοντὰ στὸ μνημεῖο καὶ ἔκλαιγε.
Βλέπετε
ὅτι ὄχι μόνο δὲν εἶχε δεῖ ἀκόμα ἀλλὰ οὔτε εἶχε ἀκούσει. Κι ὅταν τὴ ρώτησαν ἄγγελοι ποὺ
παρουσιάστηκαν «Γιατὶ κλαῖς, γυναῖκα;»
ἐκείνη πάλι ἀποκρίνεται σὰ νὰ ἦταν νεκρός. Κι ὅταν γυρίζοντας εἶδε τὸν
Ἰησοῦ καὶ πάλι δὲν κατάλαβε καὶ στοῦ ἴδιου τὴν ἐρώτηση «γιατὶ κλαίει», παραπλήσια ἀπαντᾶ. Ὥσπου τὴν κάλεσε μὲ τὄνομά
της, καὶ τῆς ἔδειξε πὼς ἦταν ὁ ἴδιος. Τότε ἀφοῦ ἔπεσε κι αὐτὴ μπροστὰ του
θέλοντας ν’ ἀσπαστῆ τὰ πόδια του, τὸν ἄκουσε νὰ τῆς λέη «μὴ μ’ ἀγγίζης». Ἀπὸ
τοῦτο καταλαβαίνομε ὅτι κατὰ τὴν προηγούμενη ἐμφάνισή του στὴν Μητέρα του καὶ
στὶς γυναῖκες, ποὺ τὴ συντρόφευαν αὐτὴν
μονάχα ἄφησε νὰ τοῦ ἀγγίξη τὰ πόδια, ἄν καὶ ὁ Ματθαῖος τὸ θέλει κοινὴ
παραχώρηση σ’ ὅλες Δὲν ἤθελε, γιὰ τὸ
λόγο ποὺ εἴπαμε στὴν ἀρχή, νὰ προβάλη ἔντονα τὴ Μητέρα στὸ ζήτημα αὐτο. Κι ἀφοῦ
πρώτη ἦρθε στὸν τάφο ἡ ἀειπάρθενος Μαρία καὶ πρώτη δέχτηκε τὸ εὐαγγέλιο τῆς ἀναστάσεως,
μαζεύτηκαν πολλὲς καὶ εἶδαν καὶ κεῖνες τραβηγμένη τὴν πέτρα καὶ ἄκουσαν τὸν ἄγγελο.
Στὴν ἐπιστροφὴ χωρίστηκαν. Καὶ ἄλλες
καθὼς λέει ὁ Μᾶρκος ἔφυγαν ἀπὸ τὸ μνημεῖο ἔμφοβες καὶ ἐκσταστικὲς χωρὶς νὰ ποῦν
τίποτα σὲ κανένα, ἐπειδὴ φοβοῦνταν. Ἄλλες ἀκολούθησαν τὴ Μητέρα τοῦ Κυρίου κι
αὐτὲς ἐπέτυχαν νὰ δοῦν καὶ ν’ ἀκούσουν τὸν Κύριο. Ἡ Μαγδαληνὴ ἔφυγε στὸν
Πέτρο καὶ τὸν Ἰωάννη καὶ μαζὶ τους ἔρχεται
πίσω στὸν τάφο. Κι ἐνῶ ἐκεῖνοι ἔφυγαν αὐτὴ ἔμεινε νὰ ἀξιώνεται κι αὐτὴ νὰ δῆ
τὸν Κύριο καὶ νὰ τὴ στείλει κι αὐτὴν στοὺς ἀποστόλους καὶ ξαναέρχεται σ’ αὐτοὺς
φωνάζοντας σ’ ὅλους, ὅπως λέει ὁ Ἰωάννης, «ὅτι εἶχε δεῖ τὸν Κύριο καὶ τῆς εἶχε
πεῖ αὐτά».
Καὶ ὁ
Μᾶρκος λέει ὅτι αὐτὴ ἡ ἐμφάνιση ἔγινε τὸ πρωΐ, τὴν ἀδιαφιλονίκητη ἀρχὴ, τῆς ἡμέρας,
ὅταν εἶχε περάσει ἡ αὐγή. Δὲν ἰσχυρίζεται ὅμως ὅτι τότε ἔγινε ἡ ἀνάσταση τοῦ
Κυρίου οὔτε ἡ πρώτη ἐμφάνισή του. Ἔχομε λοιπὸν σχετικὰ μὲ τὶς Μυροφόρες σὲ μιὰ
ἀρκιβῆ ἔκθεση καὶ τὴ σχετικὴ συμωνία τῶν τεσσάρων Εὐαγγελιστῶν σὰν ἀνώτερη ἐπιβεβαίωση.
Οἱ μαθηταὶ ὅμως τὴν ἴδια ἡμέρα τῆς ἀναστάσεως ποὺ ἄκουσαν κι ἀπὸ τὶς
Μυροφόρες καὶ ἀπὸ τὸν Πέτρο, κι ἀκόμα ἀπὸ τὸν Λουκᾶ καὶ τὸν Κλεόπα ὅτι ὁ
Κύριος ζῆ κι ὅτι τὸν εἶδαν, ἔδειξαν ἀπιστία.
Γι’ αὐτὸ καὶ τοὺς κατηγορεῖ, ὅταν παρουσιάστηκε σ’ ὅλους μαζὶ
συγκεντρωμένους. Κι ἀφοῦ πιὰ μὲ τὰ μάτια πολλῶν καὶ πολλὲς φορὲς ἔδειξε ὅτι ἦταν ζωντανός, ὄχι μονάχα πίστεψαν ὅλοι
ἀλλὰ καὶ τὰ κήρυξαν παντοῦ. Ἡ φωνὴ τοῦς ξεχύθηκε σ’ ὅλη τὴ γῆ καὶ τὰ λόγια
τους σκορπίστηκαν στὰ πέρατα τῆς οἰκουμένης». Καὶ μὲ τὴ συνέργεια τοῦ Κυρίου
καὶ τὴν ἐπιβεβαίωση τοῦ λόγου ποὺ ἔκαμε μὲ τὰ σημεῖα ποὺ ἐπακολούθησαν. Γιατὶ
τὰ σημεῖα ὥσπου νὰ κηρυχθῆ ἡ διδασκαλία σὲ ὅλη τὴ γῆ ἦσαν ἀπαραίτητα. Καὶ
χρειάζονται σημεῖα ὑπερβολικὰ γιὰ νὰ παρασταθῆ καὶ νὰ βεβαιωθῆ ἡ ἀλήθεια του
κηρύγματος. Δὲν χρειάζονται ὅμως σημεῖα
ὑπερβολικὰ γι’ αὐτοὺς ποὺ δέχτηκαν τὸ λόγο, ἄν πίστεψαν σταθερά. Ποιοὶ εἶναι αὐτοί; Ἐκεῖνοι ποὺ τοὺς μαρτυροῦν
τὰ ἔργα τους «Δεῖξε μου, λέει τὴν πίστη σου ἀπὸ τὰ ἔργα σου» καὶ «ποιὸς εἶναι
πιστός;» Ἄς τὸ δείξη μὲ τὰ ἔργα τῆς καλῆς ζωῆς του. Γιατί ποιὸς θὰ πιστέψη ὅτι ἔχει ἀντίληψη ἀληθινὰ
ὑψηλὴ καὶ μεγάλη, οὐράνια, γιὰ νὰ πῶ ἔτσι, ὅπως εἶναι ἀκριβῶς ἡ εὐσέβεια; Αὐτὸς
ποὺ πράττει φαῦλα ἔργα εἶναι προσηλωμένος στὴ γῆ καὶ τὰ γήϊνα;
Κανένα ὄφελος
ἀδέλφια, ἄν λέγη κανένας ὅτι ἔχει θεϊκὴ πίστη, δὲν ἔχη ὅμως ἔργα ἀνάλογα μὲ τὴ
πίστη. Τί ὠφέλησαν τὶς ἀνόητες κόρες οἱ
λαμπάδες, ἀφοῦ δὲν εἶχαν λάδι, δηλαδὴ τὰ ἔργα τῆς ἀγάπης καὶ τῆς συμπόνιας;
Τί ὠφέλησε τὸν πλούσιο ἐκεῖνο, ποὺ ψηνόταν στὴν ἄσβεστη φλόγα ἀπὸ τὴν ἀδιαφορία
του πρὸς τὸν Λάζαρο, ἡ ἐπίκληση τοῦ πατέρα Ἀβραάμ; Τί ὠφελεῖ αὐτὸν ποὺ δὲν ἔχει
τὸ ροῦχο τῶν καλῶν ἔργων, τὸ κατάλληλο γιὰ τὸ θεῖο γάμο καὶ τὸν ἄφθαρτο ἐκεῖνο
νυφικὸ θάλαμο, ἡ ἀποδοχὴ τάχα τῆς πρόσκλησης; Ἔλαβε πρόσκληση βέβαια καὶ ἦρθε,
ἀφοῦ πίστεψε ὁπωσδήποτε καὶ κάθιστε ἀνάμεσα στοὺς ἁγίους ἐκείνους συμποσιαστάς. Δέχτηκε ὅμως τὸν ἔλεγχο καὶ ντροπιάστηκε, ἐπειδὴ
ἦταν ντυμένος τὴ φαυλότητα τῆς συμπεριφορᾶς καὶ τῶν πράξεων κι ἀφοῦ τοῦ ἔδεσαν
σκληρὰ τὰ χέρια καὶ τὰ πόδια τὸν ρίχνουν στὴ γέενα, ἐκεῖ ποὺ ἀντηχεῖ τὸ κλάμα
καὶ τὸ τρίξιμο τῶν δοντιῶν. Αὐτὴ κανένας ποὺ ἔχει τοῦ Χριστοῦ τὸ ὄνομα νὰ μὴν
τὴ δοκιμάση. Μόνο ὅλοι νὰ δείξουν βίο ἀνάλογο μὲ τὴν πίστη καὶ νὰ μποῦν στὸ
νυφικὸ θάλαμο τῆς ἀκηλίδωτης χαρᾶς καὶ νὰ ζήσουν στὸν αἰῶνα μαζὶ μὲ τοὺς ἁγίους,
ὅπου εἶναι τὸ κατοικητήριο ὅλων, ποὺ νιώθουν τὴν ἀληθινὴ εὐφροσύνη. Ἀμήν.
|
Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.27-36
Διαβάστε περισσότερα πατώντας Κυριακή τῶν Μυροφόρων
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου