Σύναξη Τιμίου Προδρόμου (Πράξ. 19, 1-8)
Ἁγίου Ἰωάννου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου
«Ἐγένετο δὲ ἐν τῷ τὸν Άπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα Ἅγιον ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν.
Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ.