![]() |
| Ἱερό Βήμα Σκήτης Ἁγίου Ἀνδρέα, Ἁγιον Ὅρος |
στὴ μνήμη τοῦ Ἁγίου Ἀνδρέα τοῦ Πρωτοκλήτου
Πηγή ηχητικοῦ ἀρχείου skiti-agiou-andrea
![]() |
| Ἱερό Βήμα Σκήτης Ἁγίου Ἀνδρέα, Ἁγιον Ὅρος |
Α' . Ὁρῶν τὴν λαμπρὰν ταύτην ἀγέλην τοῦ Πνεύματος καὶ εἰς τὸ γαληνὸν
ἀληθῶς καὶ ἀκύμαντον πέλαγος, ἀποστολικὴν ὑπερβεβλημένην σαγήνην, τῆς
δεσποτικῆς φωνῆς ὑπομιμνήσκομαι βοώσης• «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω
ὑμᾶς ἁλιεῖς ἀνθρώπων»(2).
Ὢ φωνῆς ἐνεργοῦς! Ὢ ρημάτων διὰ πραγμάτων γνωριζομένων! Ὢ τῆς ἀληθοῦς
ὑποσχέσεως καθ' ἡμέραν αὐξανομένης! Τίνος γὰρ ἡ πολυάνθρωπος αὕτη θήρα;
Τὶς ὁ τὴν περιφανῆ ταύτην ἀθροίσας πανήγυριν, ἢ δῆλον, ὡς ὁ περιφανὴς
τῶν ἀποστόλων Ἀνδρέας; ὁ ἁπλώσας τῆς γλώττης καὶ τῆς μνήμης τὰ θήρατρα•
ἵνα, τὴν ἱεράν ταύτην ἐμπλήσας ὁλκάδα(3) τοῖς οἴαξι(4) τῆς ἀποστολῆς, πρὸς οὐρανὸν ἰθύνη(5) τὸ σκάφος. Καὶ ποῖα τὰ τῆς ἄγρας πρωτεῖα;