Κουμπιά

Κυλιόμενο Μήνυμα

Σάββατο 22 Νοεμβρίου 2014

Oμιλία Μεγάλου Βασιλείου εις το ρητόν του κατά Λουκάν Ευαγγελίου « καθελώ μου τας αποθήκας και μείζονας οικοδομήσω» και περί πλεονεξίας.

Κυριακή τοῦ Λουκά  Θ΄ (ΚΣΤ΄) Λουκ. ιβ΄ 16-21


Oμιλία Μεγάλου Βασιλείου εις το ρητόν του κατά Λουκάν Ευαγγελίου :

« καθελώ μου τας αποθήκας και μείζονας οικοδομήσω» και περί πλεονεξίας.




1.Διπλοῦν τὸ εἶδος τῶν πειρασμῶν. Ἤ γὰρ αἱ θλίψεις βασανίζουσι τὰς καρδίας, ὥσπερ χρυσὸν ἐν καταμένῳ, διὰ τῆς ὑπομονῆς τὸ δοκίμιον αὐτῶν ἀπελέγχουσαι· ἤ καὶ πολλάκις αὐταὶ αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίου γίνονται τοῖ πολλοῖς. Ὁμοίως γὰρ ἐστι χαλεπὸν ἔν τε δυσκολίαις πραγμάτων ἀταπείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περιφανείαις μὴ ἐπαρθῆναι πρὸς ὕβριν.   Παράδειγμα δὲ τοῦτο μὲν προτέρου εἴδους τῶν πειρασμῶν ὁ Ἰώβ, ὁ ἀκαταγώνιστος ἀθλητής· ὅς, πᾶσαν τοῦ διαβόλου τὴν βίαν, ὥσπερ χειρμάρρου φοράν, ἀσείστῳ καρδίᾳ καὶ λογισμοῖς ἀτρέπτοις ὑποδεξάμενος, τοσούτῳ μείζων τῶν πειρασμῶν ἀνεφάνη, ὅσῳ μεγάλα αὐτῷ καὶ δυσέκλυτα ἐδόκει παρὰ τοῦ ἐχθροῦ προβεβλῆσθαι τὰ παλαίσματα.   Τῶν δὲ κατὰ τὴν εἠμερίαν τοῦ βίου πειρασμῶν ὑποδείγματα ἄλλα τε τινά, καὶ οὗτος ὁ νῦν ἡμῖν ἀναγνωσθεὶς πλούσιος ὅς τὸν μὲν εἶχε πλοῦτον, τὸν δὲ ἤλπιζε· τοῦ φιλανθρώπου Θεοῦ ἐξ ἀρχῆς αὐτὸν ἐπὶ τῇ ἀγνωμοσύνῃ τῶν τρόπων μὴ κατακρίναντος, ἀλλ’ ἀεὶ τῷ προϋπάρχοντι πλούτῳ πλοῦτον ἕτερον προστιθέντος, εἴ πως αὐτῷ κόρον ἐμποιήσας ποτέ,  πρὸς τὸ κοινωνικὸν καὶ ἤμερον τὴν ψυχὴν αὐτοῦ ἐκκαλέσαιτο·   Ἀνθρώπου, γάρ φησι, πλουσίου ηὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο καθ’ ἑαυτὸν·  Τί ποιήσῳ; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζοντας οἰκοδομήσω.  Διὰ τί οὖν ηὐφόρησεν ἡ χώρα ἀνθρώπου μηδὲν ἀγαθὸνν ἐκ τῆς εὐφορίας ποιήσειν μέλλοντος; Ἵνα μᾶλλον ἡ τοῦ Θεοῦ μακροθυμίᾳ φανῇ, καὶ μέχρι τῶν τοιούτων ἐκτεινομένης αὐτοῦ τῆς χρηστότητος· Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἡ δὲ τοιαύτη τοῦ Θεοῦ ἀγαθότης μείζονα συνάγει τοῖς πονηρευομένοις τὴν κόλασιν. Ἤνεγκε τοὺς ὄμβρους ἐπὶ τὴν ὑπὸ τῶν πλεονεκτικῶν χειρῶν γεωργουμένην γῆν· ἔδωκεν τὸν ἥλιον ἐκθάλπειν τὰ σπέρματα, καὶ πολυπλασιάζειν τοὺς καρποὺς διὰ τῆς εὐφορίας. Καὶ τὰ μὲν παρὰ τοῦ Θεοῦ τοιαῦτα, γῆς ἐπιτηδειότης, ἀέρων εὔκρατοι καταστάσεις σπερμάτων ἀφθονίαι, βοῶν συνεργίαι, τὰ ἄλλα, οἷς γεωργία πέφυκεν εὐθηνεῖσθαι· τὰ δὲ παρὰ τοῦ ἀνθρώπου οἷα; Τὸ πικρὸν τοῦ ἤθους, ἡ μισανθρωπία, τὸ δυσμετάδοτον.  Ταῦτα τῷ εὐεργέτῃ ἀντεπεδείκνυτο.  Οὐκ ἐμνήσθη τῆς κοινῆς φύσεως· οὐχ ἠγήσατο χρῆναι τὸ περιττεῦον τοῖς ἐνδέεσι καταμερίσαι·  οὐκ ἔσχε τινὰ λόγον τῆς ἐντολῆς·   Μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ· καί, Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσὰν σε· καί, Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου.   Καὶ πάντες προφῆται, καὶ πάντες διδάσκαλοι ἐμβοῶντες, οὐκ εἰσηκούοντο· ἀλλ’ αἱ μὲν ἀποθῆκαι διερρήγνυντο τῷ πλήθει τῶν ἀποκειμένων στενοχωρούμεναι, ἡ δὲ φειδωλὸς καρδία οὐκ ἐνεπίμπλατο. 
Ἀεὶ γὰρ τὰ νεά τοῖς παλαιοῖς προστιθείς, καὶ ταῖς κατ’ ἔτος προσθήκαις τὴν εὐπορίαν προσαύξων, εἰς τὴν ἀδιέξοδον ταύτην ἀμηχανίαν ἐνέπεσε, ὑποχωρεῖν μὲ τοῖς παλαιοῖς διὰ τὴν πλεονεξίαν μὴ συγχωρῶν, ὑποδέχεθαι δὲ τὰ νέα διὰ τὸ πλῆθος μὴ ἐξαρκῶν.  Διὰ τοῦτο ἀνήνυτα μὲν αὐτῷ  τὰ βουλεύματα, ἄποροι δὲ αἱ φροντίδες. Τί ποιήσῳ; Τίς οὐκ ἄν ἐλεήσειε τὸν οὕτω πολιορκούμενον; 
Δεί­­λαι­ος τῆς εὐφορίας, ἐλεεινὸς τῶν παρόντων ἀγαθῶν, ἐλεεινότερος τῶν προσδοκωμένων.  Μὴ γὰρ προσόδους αὐτῷ φέρει ἡ γῆ, στεναγμοὺς, αὐτῷ φύει· μὴ γὰρ καρπῶν αὐτῷ εὐφορίαν συνάγει; Φροντίδας καὶ λύπας καὶ ἀμηχα­νίαν δεινήν. Ὅμοια τοῖς πενο­μέ­νοις ὀδύρεται. Ἤ οὐχὶ ταύ­την ἀφήσει τὴν φωνὴν καὶ ὁ διὰ πτωχείαν στενοχωρούμε­νος; Τί ποιήσῳ; Πόθεν τρο­φαί; πόθεν ἐνδύματα;  Ταῦ­τα καὶ ὁ πλούσιος φθέγ­γεται. Ὀδυνᾶται τὴν καρδίαν ὑπο τῆς μερίμνης διεσθιόμε­νος. Ὅ γὰρ τοὺς ἄλλους εὐφραί­νει, τοῦτο τήκει τὸν πλεονέκτην. Οὐ γὰρ χαίρει πάντων αὐτῷ πεπληρω­μένων τῶν ἔνδον, ἀλλὰ νύσσει τὴν ψυχὴν αὐτοῦ περιρρέων ὁ πλοῦτος, καὶ τῶν ταμείων ὑπε­ρχεόμενος, μή που, καὶ πρὸς τοὺς ἔξωθεν παρακύψας, ἀγαθοῦ τινος ἀφορμὴ τοῖς ἐνδεέσι γένηται.
2. Καὶ μοι δοκεῖ τὸ πάθος αὐτοῦ τῆς ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι·  οἵ διαρραγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἤ τῶν λειψάνων ματαδοῦναι τοῖς ἐνδεέσι.  Σύνες, ἄνθρωπε, τοῦ δεδωκότος.  Μνήσθητι σεαυτοῦ, τίς εἷ, τί οἰκονομεῖς, παρὰ τίνος ἔλαβες, διὰ τὶ τῶν πολλῶν προεκρίθης. Ἀγαθοῦ Θεοῦ γέγονας ὑπηρέτης, οἰκονόμος τῶν ὁμοδούλων·  μὴ πάντα οἴου τῇ γαστρί τῇ  σῇ παρεσκευάσθαι. Ὡς περὶ ἀλλοτρίων βουλεύων, τῶν ἐν χερσί·  μικρὸν εὐφραίνει σε χρόνον, εἷτα διαρρυέντα οἰχήσεται, τὸν δὲ ἐπ’ αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας.  Σὺ δὲ πάντα ὁμοῦ θύραις καὶ μοχλοῖς ἐναποκλείσας ἔχεις·  καὶ καταδήσας σφαγῖσιν, ἐπαγρυπνεῖς ταῖς μερίμναις, καὶ βουλεύῃ κατὰ σαυτόν, ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος.  Τί ποιήσω; Ἕτοιμον ἦν εἰπεῖν, ὅτι Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων ἀνοίξω τὰς ἀποθήκας, καὶ πάντας καλέσω τοὺς ἐνδεεῖς.  Μιμήσομαι τὸν Ἰωσὴφ τῷ τῆς φιλα­νθρω­πίας κηρύγματι· φθέγξο­μαι φωνὴν μεγαλόψυχον·  Ὅσοι ὑστερεῖσθε ἄρτων, ἔλθετε πρὸς με· τῆς παρὰ Θεοῦ δεδομένης, χάριτος τὸ ἀρκοῦν ἕκαστος, οἶον ἐκ κοινῶν πηγῶν συμμε­θέξοντες. Ἀλλ’ οὐ ποιοῦντος σύ·  πόθεν; Ὅς  γε βασκαίνεις μὲς τοῖς ἀνθρώποις τῆς ἀπολαύσεως, πονη­ρὸν δὲ βου­λευ­τήριον ἐν τῇ ψυχῇ συγκρο­τήσας, φροντί­ζεις, οὐχ ὅπως διαδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν ἀλλ’ ὅπως, πάντα ὑποδεξάμενος, πάντας τῆς ἀπ’ αὐτῶν ὠφελείας ἀπο­στερήσῃς.  Παρέστησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβά­νετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντά­ζετο.  Συνεχω­ρήθη πάντα βουλεύσασθαι, καὶ φανερὰν ἑαυ­τοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν τῆς προαιρέσεως δέξηται τὴν ἀπόφασιν.  
3.Ὅ μὴ πάθῃς σύ.  Διὰ τοῦτο γὰρ γέγραπται, ἵνα φύγωμεν τὴν ὁμοίωσιν.  Μίμησαι τὴν γῆν, ἄνθρωπε· καρποφόρησον ὡς ἐκείνη, μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν οὖν τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ’ εἰς τὴν σὴν ὑπηρεσίαν, ἐξέθρεψε· σὺ δὲ ὅν ἄν ἐπιδείξῃ τῆς εὐποιΐας καρπόν, σευατῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν μετὰ προσθήκης ἐπανελθόν. Ὥσπερ γὰρ ὁ σίτος, εἰς τὴν γῆν πεσών, κέρδος τῷ προκειμένῳ γίνεται· οὕτως ὁ ἄρτος, εἰς τὸν πεινῶντα καταβληθείς, πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν. Ἔστω οὖν σοι τὸ πέρας τῆς γεωργίας ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς·  Σπείρατε γὰρ φησίν, ἑαυτοῖς εἰς δικαιοσύνην. Τί οὖν ἀδημονεῖς; τί κόπτεις σεαυτόν, πηλῷ καὶ πλίνθοις τὸν πλοῦτον ἀναποκλεῖσαι φιλονεικῶν; Κρεῖσσον ὄνομα καλὸν ὑπὲρ πλοῦτον πολύν. Εἰ δὲ θαυμάζεις τὰ χρήματα διὰ τὴν ἀπ’ αὐτῶν τιμή, σκόπει πόσῳ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἤ μυρίους ἔχεις στατῆρας ἐν βαλαντίῳ.  Τὰ μέν γε χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος, τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔτοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος, ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες, σὲ, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς θεάτροις, παγκρατιασταῖς. καὶ μίμοις, καὶ θηριομάχοις τισὶν ἀνθρώποις, οὕς κἄν βδελύξαιτό τις προσιδεῖν, ὑπὲρ τῆς ἐν λόγῳ τιμῆς, καὶ τῶν παρὰ τοῦ δήμου θορύβων  κρότων τὸν πλοῦτον προεμένους; Καὶ σὺ μικροπρεπὴς εἷ περὶ τὰς δαπάνας τηλικαύτης μέλλων ἐπιβήσεσθαι δόξης; Θεὸς ἔσται ὁ ἀποδεχόμενος· ἄγγελοι εὐφημοῦντες· οἱ ἀπὸ κτίσεως ἄνθρωποι μακαρίζοντες· δόξα αἰωνίος, στέφανος δικαιοσύνης βασιλεία τῶν οὐρανῶν, ἆθλά σοι ἔσται τῆς τῶν φθαρτῶν τούτων οἰκονομίας· ὧν οὐδενὸς φροντίζῆς, τῇ περὶ τὰ παρόντα σπουδῆ τῶν ἐλπιζομένων ὑπερορῶν.  Δεῦρο δὴ οὖν ποικίλως διάθου τὸν πλοῦτον, φιλότιμος καὶ λαμπρὸς περὶ τὰς δαπάνας τῶν δεομένων γενόμενος.  Λεγέσθω καὶ περὶ σοῦ· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος.   Μὴ λιμὸν ἐκδέχου διὰ χρυσόν, μὴ κοινὴν ἔνδειαν δι’ εὐπορίαν ἰδίαν.  Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. 
Μὴ ἐπινάξης τραύματα κεκακωμένων ταῖς μάστιξι. 
Σὺ δὲ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφὸν οὐ προσβλέπεις, καὶ τοῦ μὲν νομίσματος ἐπιγνώσκεις τὸ χάραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς.
4.Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήσει· ὅσος δὲ σοι ἀκολουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμός, οὐ λογίζῃ. 
Πῶς σοι ὑπ’ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; 
Ἐκεῖνος, περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστίν, οὔτε γενήσεται πώποτε· σκεύη δὲ καὶ ἐσθής, τοιαῦτα, οἷα ἄν γένηται πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τι οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ἄγει τὸ ὀφθαλμόν, ὥστε αὐτοὺς ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὑρέσθαι τοῦ θανάτου παραμυθίαν.  
Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ, καὶ διαθέσεως πατρικῆς. 
Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπείς, τελευταῖον ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας καὶ ἀπαραιτήτου χρείας ἐκβιασθείς.  
 Καὶ οἵα βουλεύεται ὁ πατήρ;Τϊνα πρῶτο ἀπεμπολήσω; Τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; Ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλὰ τὸν νεώτατον; Ἀλλ’ ἐλεῶ αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν συμφορῶν.  Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα.  Φεῦ τῆς ἀμηχανίας; Τίς γένωμαι; Τίνι τούτων προσκρούσω; Ποίαν θηρίου ψυχὴν ἀναλάβω; Πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν ἕνα προῶμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπομένους προσδίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; Πῶς ἐπὶ τὴν τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἐπεμπολήσων ἔρχεται·  σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ’ ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν.  Καὶ ὁ μὲν τὰ σπλάχνα, προτείνεται τιμὴν τῶν τροφῶν, σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χείρ ἐκ τοιούτων συμφορῶν ὑποδεχο­μένη τιμήματα, ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος, καὶ ὅπως ἄν πολὺ λαβὼν ἔλαττον δῴης φιλονεικεῖς, πανταχόθεν βαρύνων τὴν συμφορὰν τῷ ἀθλίῳ. Οὐ δάκρυόν σοι ἐλεεινόν, οὐ στεναγμὸς καρδίαν μαλάσσει· ἀλλ’ἄκαμπτος εἶ καὶ ἀμείλικτος.  Πάντα χρυσὸν βλέπεις, χ ρυσὸν φαντάζῃ. τοῦτό σοι καὶ καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον. Ὥσπερ γὰρ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται· οὕτω σοι ἡ ψυχή, τῇ φυλοχρηματίᾳ κατασχεθεῖσα, πάντα χρυσόν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἄν ἴδοις τὸν χρυσὸν ἤ τὸν ἥλιον. Εὔχῃ τὰ πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι, καὶ ἐπινοεῖς μέντοι καθ’ ὅσον οἷόν τε.
5.Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖς;  Ὁ σῖτος χρυσός σοι γίνεται, ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται, τὰ ἔριά σοι ἀποχρυσοῦται, πᾶσα ἐμπορία, πᾶσα ἐπίνοια χρυσόν σοι προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ πολυπλασιαζόμενος ἐν δανείσματι·  καὶ κόρος οὐ ἔστι, καὶ τέλος, τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται.  Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐκδίδομεν τῶν περισπουδάστων ὑπερεμπίπλασθαι, ὥστε τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴνν ἐμποιῆσαι·  ὁ δὲ πλεονέκτης οὐχ οὕτως·  ἀλλ’ ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται.  Πλοῦτος, ἐὰν ρέῃ, μὴ προστίθεσθε καρδίαν.  Σὺ δὲ κατέχεις τὸν παραρρέοντα, καὶ περιφράσσεις τὰς διεξόξους. Εἶτα κατεχόμενος καὶ ἐλλιμνάζων, οἷα ποιεῖ σοι; Ρήγνυσι τὰ κωλύματα, ἀμέλει, καὶ νῦν βιαίως ἐναποληφθεὶς καὶ πλημμυρῶν, καθαιρεῖ τοῦ πλουσίου τὰς ἀποθήκας, ἐδαφίζει αὐτοῦ τὰ ταμεῖα, ὥσπερ παλέμιός τις ἐπεισελθών.  Ἀλλὰ μείζονας οἰκοδομήσει;  Ἄδηλον εἰ μὴ καθηρημένος παραδώει τῷ μετ’ αὐτόν. Ὀξύτερον γὰρ ἄν αὐτὸς, ἀπέλθει ἀνασπασθείς, ἤ ἐκεῖνα κατὰ τὴν πλεονεκτικὴν ἐπίνοιαν ἐγερθείη. 
Ἀλλ ’ὁ μὲν ἔχει τὼν κακῶν βουλευμάτων τὸ τέλος ἀκόλουθον· ὑμεῖς δὲ, ἄν ἐμοὶ πείθησθε, πάσας θύρας ταμείων ἀναπετάσαντες, ἀφθόνους παρέξετε τὰς διεξόδους τῷ πλούτῳ·  ὥσπερ ποταμῷ μεγάλῳ πολύκαρπον γῆν δι’ ὀχετῶν μυρίων ἐπερχομένῳ, οὕτως αὐτοί, τῷ πλούτῳ διδόντες διὰ ποικίλων ὁδῶν εἰς τὰς τῶν πενήτων οἰκίας κατεσχίζεσθαι.   
Τὰ φρέατα ἐξαντλούμενα εὐροώτερα γίνεται, ἐναφιέμενα δέ, κατασήπεται· καὶ πλούτον τὸ μὲν στάσιμον ἄχρηστον, τὸ δὲ κινούμενον καὶ μεταβαῖνον κοινωφλές τε καὶ ἔγκαρπον. Ὤ πόσος μὲν ὁ παρὰ τῶν εὐεργετουμένων ἔπαινος, οὖ σὺ μὴ καταφρονήσῃς·   πηλίκος δὲ ὁ παρὰ τοῦ δικαίου κριτοῦ μισθός, σὺ μὴ ἀπιστήσης.  Πανταχοῦ σοι τὸ ὑπόδειγμα τοῦ κατηγορουμένου πλουσίου προσαπαντάτω· ὅς, τὰ μὲν ἤδη παρόντα φυλάσσων, περὶ δὲ τῶν ἐλπιζομένων ἀγωνιῶν, καὶ ἄδηλον ἔχων εἰ βιώσεται τὴν αὔριον, τὸ αὔριον, σήμερον προημάρτανεν.
 Οὔπω ἦλθεν ὁ ἱκέτης, καὶ προλαβὼν ἐδείκνυε τὴν ἀγριότητα·  οὐ συνήγαγε τοὺς καρπούς, καὶ τῆς πλεονεξίας ἤδη εἶχε τὸ κρῖμα. Ἡ μὲν γῆ ἐξεδιοῦτο τοῖς ἐκφορίοις αὐτῆς· βαθὺ μὲν ἐν ταὶς ἀρούραις προδεικνῦσαι τὸν λήϊον·  πολὺν δὲ τὸν βότρυν ὑπὲρ κλημάτων ἐμφαίνουσα·  βρύουσαν δὲ τῷ καρπῷ τὴν ἐλαίαν παρεχομένῃ καὶ πᾶσαν ἐπαγελλομένη τὴν ἐξ ἀκροδρύων τρυφήν· ὁ δὲ ἀδέξιος ἦν καὶ ἄκαρπος, οὔπω ἔχων, καὶ ἤδη βασκαίνων τοῖς ἐσομένοις. Καίτοι πόσοι κίνδυνοι πρὸ τῆς συγκομιδῆς τῶν καρπῶν:  Καὶ γὰρ καὶ χάλαζα κατέκλασε, καὶ καύσων ἥρπασεν ἐκ μέσων τῶν χειρῶν, καὶ ὕδωρ, παρὰ καιρὸν ἐν νεφῶν ἐπιρρυέν, ἠχρείωσε τοὺς καρπούς. 
Οὐ προσεύχῃ οὖν τῷ Κυρίῳ τελειωθῆναι τῆν χάριν; Ἀλλὰ προλαμβάνων, σεαυτὸν ἀνάξιον ποιεῖς τῆς ὑποδοχῆς τῶν δειχθέντων.
6.Καὶ σὺ μὲν ἐν τῷ κρυπτῷ λαλεῖς σεαυτῷ τὰ δὲ ρήματά σου ἐν οὐρανῷ δοκιμάζεται. Διὰ τοὺτό σοι ἐκεῖθεν αἱ ἀποκρίσεις ἔρχονται·Τίνα δὲ ἐστι καὶ ἅ λέγει; Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ ἀποκείμενα· φάγε, πίε, εὐφραίνου· καθ’ ἡμέραν. Ὤ τῆς ἀλογίας! Εἴ δὲ χοιρείαν εἶχες ψυχὴν, τί ἄν ἄλλο ἤ τοῦτο αὐτῇ  εὐηγγελίσῳ; Οὕτω κτηνώδης εἷ οὕτως ἀσύνετος τῶν τῆς ψυχῆς ἀγαθῶν, τοῖς τῆς σαρκὸς αὐτὴν βρώμασι δεξιούμενος· καὶ ὅσα ὁ ἀφεδρὼν ὑποδέ­χεται, ταῦτα τῇ ψυχῇ παρα­πέμπεις; Εἰ μὲν ἀρετὴν ἔχει εἰ πλήρης ἐστὶν ἔργων ἀγαθῶν, εἰ Θεῷ προσῳκείωται, ἔχει πολλὰ ἀγαθά, καὶ εὐφραινέ­σθω τὴν καλὴν τῆς ψυχῆς εὐφροσύνην. Ἐπεὶ δὲ τὰ ἐπίγεια  φρονεῖς, καὶ θεὸν ἔχεις τὴν κοιλίαν, καὶ ὅλος σάρκινος εἷ, δεδουλωμένος τοῖς πάθεσιν, ἄκουε τῆς σοὶ πρεπούσης προσηγορίας ἤν οὐδεὶς ἀνθρώπων ἔθετό σοι, ἀλλ’ αὐτὸς ὁ Κύριος·  Ἄφρων, ταύτῃ τῇ νυκτί τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἅ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ’ ὀλίγον μέλλων ἀνάρπαστος ἄγεσθαι, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω.  Καλὼς σὺ γε ποιῶν, φαίην ἄν ἔγωγε  πρὸς αὐτόν. Ἄξια γὰρ καθαιρέσεως τὰ ταμεῖα τῆς ἀδικίας.  Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσίν, ἅ κακῶς ᾠκοδομησας. Λῦε τὰ σιτοδοχεῖα, ὅθεν πάντως οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών. Ἀφάνισον πάντα οἶκον πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους, περίελε τοί­χους, δεῖξον ἡλίῳ τὸν εὐρωτι­ῶντα σῖτον, ἐξάγαγε ἐκ φυλα­κῆς τὸν δέσμιον πλοῦ­τον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμμωνᾶ καταγώγια.  Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονος οἰκοδομήσω. Ἐὰν δὲ καὶ ταύτας ἐμπλήσῃς, τί ποτε ἆρα διανοηθήση; Ἤ που πάλιν καθαιρέσεις, καὶ πάλιν οἰκοδομήσεις;  Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν, οἰκοδομεῖν μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν; Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς, τὰς οἰκίας τῶν πενήτων.  Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ.  Τὰ ἐκεῖ ἀποτιθέ­μενα οὐ σῆτες καταβόσκονται, οὐ σηπεδὼν ἐπινέμε­ται, οὐ λησταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις ὅταν τὰς δευτέρας ἀποθήκας πληρώσω. Μερικοὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς ἔπηξας. Σκόπει μὴ σε προλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων.  Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητός ἐστιν, ἀλλὰ πονηρίας ἀπόδειξις. Ἐπαγ­γέλλῃ γάρ, οὐχ ἵνα δῷης μετὰ ταῦτα, ἀλλ’ ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τι τὸ κωλύον πρὸς τὴν μετάδ­οσιν; Οὐ πάρεστιν ὁ ἐνδεής;  οὐχὶ πλήρεις αἰ ἀποθῆκαι; ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ ἐντολὴ τηλαυ­ρής; Ὁ πεινῶν τήκεται· ὁ γυμνητεύτων πήγνυται· ὁ ἀπαιτούμενας ἄγχεται· καὶ σὺ τὴν ἐλεημοσύ­νην εἰς τὴν αὔριον ἀναβάλλῃ; Ἄκου Σολομῶντος· Μὴ εἴπης· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.  Οἵων παραγγε­λμάτων ὑπερρορᾷς, τῇ φιλα­ργυρίᾳ τὰ ᾡτα προαπο­βύσας: Πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐργέτῃ, καὶ φαιδρὸν εἶναι, καὶ λαμπρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσι: Νῦν δὲ κατηφὴς εἷ καὶ δυσέντευκτος, ἐκκλίνων τὰς ἀπαντήσεις, μὴ πού τι καὶ μικρὸν ἀναγκασθῆς τῶν χειρῶν ἐκβαλεῖν. Μίαν οἶδας φωνήν·  Οὐκ ἔχω·  οὐδὲ δώσω·  πένης γὰρ εἰμι.  Πένης εἷ τῷ ὄντι, καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης φιλα­νθρωπίας, πένης πίστεως  εἰς Θεόν, πένης ἐλπίδος αἰωνίου.  Συμμεριστὰς ποίησον τῶν σίτων τοὺς ἀδελφούς· τὸ αὔρι­ον σηπόμενον σήμερον μετά­δος τῷ δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲ τῶν φθειρομένων μεταδιδόναι τοῖς ἐνδεέσιν.
7.Τίνα, φησίν, ἀδικῶ συνέχων τὰ ἑμαυτοῦ; Ποῖα, εἰπὲ μοι, σαυτοῦ; Πόθεν λαβὼν εἰς τὸν βίον εἰσηνέγκας; Ὥσπερ ἄν εἴ τις, ἐὰν θεάτρῳ θέαν καταλαβών, εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας, ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι: Τὰ γὰρ κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κοιμιζόμενος, τὸ περιττὸν τῷ δεομένῳ, οὐδεὶς μὲν ἄν ἦν πλούσιος, οὐδεὶς δὲ ἐνδεὴς. Οὐχί γυμνὸς ἐξέπεσες τῆς γαστρὸς; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέψεις; Τὰ δὲ παρόντα σο πόθεν; Εἰ μὲν ἀπὸ ταὐτομάτον λέγεις, ἄθεος εἷ, μὴ γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι’ ὅν ἔλαβες; Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τὶ σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἤ πάντως, ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδείξῃ κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δέ, πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβών, οὐδένα οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς γέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου.  Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἅ πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σεαυτοῦ ποιούμενος. Ἤ ὁ μὲν ἐνδεδυμένων ἀπογυμνῶν λωποδύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὅν σὺ κατέχεις·  τοῦ γυμνηνεύοντος τὸ ἱμάτιον, ὅ σὺ φυλάσσεις ἐν ἀποθήκαις·  τοῦ ἀνυποδήτου τὸ ὑπόδημα, ὅ παρὰ σοὶ κατασήπεται·  τοῦ χρήζοντος τὸ ἀργύριον, ὅ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις παρέχεις ἐδύνασο.
8.Καλοὶ μὲν φησίν, οἱ λόγοι, ἀλλὰ καλλίων ὁ χρυσός. Ὥσπερ οἱ τοῖς ἀκολάστοις περὶ σωφροσύνης διαλεγόμενοι.  Καὶ γὰρ ἐκεῖνοι, διαβαλλομένης τῆς ἑταίρας, ἀπὸ τῆς ὑπομνήσεως πρὸς τὰς ἐπιθυμίας ἐκκαίονται.   
Πῶς σοι ὑπ’ ὄψιν τὰ πάθη τοῦ πένητος ἀγάγω, ἵνα γνῷς ἀπὸ ποταπῶν στεναγμῶν σεαυτῷ θησαυρίζεις; 
Ὤ πόσον ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ρῆμα ἐκεῖνο·  Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.  Ἐπείνασα γάρ, καὶ ἐδωκατέ μοι φαγεῖν, ἐδίψασα, καὶ ἐποτίσατέ με·  γυμνὸς ἤμην, καὶ περιεβάλετέ με.   
Ποταπὴ δὲ φρίκη, καὶ ἱδρὼς, καὶ σκότος περιχυθήσεται· ἀκούοντι τῆς καταδίκης·  Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.  Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν·  ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ οὐ περιεβαλετέ με.  Οὐδὲ γὰρ ἐκεῖ ὁ ἅρπαξ ἐγκαλεῖται, ἀλλ’ ὁ ἀκοινώνητος κατακρίνεται. Ἐγὼ μὲν εἶπον, ἅ συμφέρειν ἐνόμιζον, σοὶ δὲ πεισθέντι μὲν πρόδηλα τὰ ἐν ἐπαγγελίαις ἀποκείμενα ἀγαθά·  παρακούσαντι δὲ γεγραμμένη ἐστὶν ἡ ἀπειλή, ἦς εὐχομαί σε τὴν πεῖραν διαφυγεῖν, βελτίονα γνώμην μεταβάλοντα, ἵνα λύτρον σοι γένηται ὁ ἴδιος πλοῦτος, καὶ ἐφ’ ἕτοιμα βαδίσῃς τὰ οὐράνια ἀγαθὰ χάριτι τοῦ πάντας ἡμᾶς καλέσαντος εἰς τὴν ἑαυτοῦ βασιλειαν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.  
1.Τὰ εἴδη τῶν πειρασμῶν εἶναι δύο. Εἴτε οἱ θλίψεις περνοῦν ἀπὸ βάσανο τὶς ψυχὲς, σὰν τὸ χρυσὸ στὸ χωνευτήρι, δοκιμάζοντας τὴν ἀξία τους μὲ τὴν ὑπομονή.  Εἴτε πολλὲς φορὲς οἱ ἴδιες οἱ καλοτυχίες τῆς ζωῆς γίνονται πειρασμοὶ στοὺς πολλούς.  Γιατὶ εἶναι ὅμοια δύσκολο μέσα στὶς ἀντιξοότητες νὰ κρατήση κανένας ὄρθια τὴν ψυχή του, ὅπως καὶ μέσα στὴν εὐτυχία νὰ μὴ φτάση στὴν ἔπαρση καὶ τὴν ὕβρη.  Παράδειγμα τοῦ πρώτου εἴδους τῶν πειρασμῶν εἶναι ὁ μεγάλος Ἰώβ, ὁ ἀξεπέραστος ἀθηλητής. Ἀφοῦ ἐκράτησε ὅλη τή δύναμη τοῦ διαβόλου, σὰν τὴν ὁρμὴ τοῦ χειρμάρρου, μ’ ἀκλόνητη καρδιὰ καὶ φρόνημα ἀμετάτρεπτο, τόσο ἰσχυρότερος ἀπὸ τοὺς πειρασμοὺς παρουσιάστηκε, ὅσο μεγάλα τοῦ φαινόταν καὶ ἀνυπέρβλητα πὼς τοῦ εἶχαν προβληθῆ παλαίσματα ἀπὸ τὸν ἐχθρό. Παράδειγματα πάλι καλοτυχιῶν, ποὺ ἔγιναν πειρασμοὶ, εἶναι κι ἄλλα μερικὰ κι ὁ πλούσιος τοῦ σημερινοῦ ἀναγνώσματος.  Αὐτὸς πολλὰ πλούτη εἶχε  κι ἄλλα περίμενε.  Κι ὁ φιλάνθρω­πος Θεὸς δὲν τὸν καταδίκασε ἀπὸ τὴν ἀρχὴ γιὰ τὸν ἀχάριστο τρόπο του ἀλλὰ πρόσθετε πλούτη καινούργια στὰ πλούτη ποὺ εἶχε, μήπως δημιουργῶντας κόρο στὴν ἐπιθυμία του κινήση τὴν ψυχὴ του πρὸς τὴν κοινωνικότητα καὶ τὴν ἡμεράδα. Γιατί λέει· Κάποιου ἀνθρώπου τὰ χωράφια κάρπισαν κι ἀναρρωτοῦσε τὸν ἑαυτὸ του, τί νὰ κάνω; Θὰ κατεδαφίσω τὶς ἀποθῆκες μου καὶ θὰ χτίσω μεγαλύτερες.  Γιατὶ λοιπὸν κάρπισαν τὰ χωράφια ἑνὸς ἀνθρώπου ποὺ δὲν ἦταν ἀπὸ τὸ κάρπισμα νὰ κάμη κανένα καλό; Γιὰ νὰ φανῆ καλύτερα ἡ μακροθυμία τοῦ Θεοῦ καὶ ἡ καλωσύνη του, ποὺ φτάνει σ’ αὐτὸ τὸ σημεῖο.  Ρίχνει τὴ βροχὴ του σὲ δίκαιους καὶ ἄδικους καὶ βγάζει τὸν ἥλιο του γιὰ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθούς.  Ἡ τέτοια ὅμως ἀγαθότητα τοῦ Θεοῦ μαζεύει μεγαλύτερη τιμωρία γιὰ τοὺς πονηρούς. Ἔφερε τὶς βροχὲς πάνω στὴ γῆ ποὺ καλλιεργοῦσαν τ’ ἀχόρταγα χέρια·  ἔδωσε τὸν ἥλιο νὰ θερμάνη τοὺς σπόρους καὶ νὰ πολλαπλασιάση τοὺς καρποὺς μὲ τὴν εὐφορία.  Τέτοια τὰ δῶρα τοῦ Θεοῦ·  καταλληλότητα τῆς γῆς,  εὐνοϊκὲς καιρικὲς συνθῆκες, ἀφθονία τοῦ σπόρου, ἐργασία τῶν ζώων, ὅλα τὰ ἄλλα ποὺ χρειάζεται ἡ γεωργία γιὰ νὰ ἐπιτύχη.  Καὶ ποιά εἶναι ἡ συνεισφορὰ τοῦ ἀνθρώπου; Ὁ σκληρὸς τρόπος, ἡ μισανθρω­πία, ἡ δυσκολία στὴ μετάδοση.  Αὐτὰ ἦταν ἡ ἀντιπροσφορά του στὸν εὐεργέτη.  Δὲ θυμήθηκε τὴν κοινὴ φύση. Δὲν ἐνόμισε ὅτι ἔπρεπε νὰ μοιράσει τὸ παραπάνω στοὺς φτωχούς. Δὲν ὑπολόγισε καθόλου τὴν ἐντολή·  Μὴν σταματήσης νὰ εὐεργετῆς τὸ φτωχό.  Καὶ ἡ ἐλεημοσύνη καὶ ἡ ἀλήθεια ἄς μὴ σὲ ἐγκαταλείψουν·  Καὶ μοίραζε τὸ ψωμί σου στὸν πεινασμένο. Ὅλοι οἱ προφῆτες κι ὅλοι οἱ διδάσκαλοι τοῦ ἐφώναζαν ἀλλὰ δὲν τοὺς ἄκουγε. Κι ἔτσι οἱ ἀποθῆκες ἔσπαζαν ἀσφυκτικὰ γεμᾶτες ἀπὸ τὸ πλῆθος τῶν ἀγαθῶν, ἐνῷ ἡ φιλάργυρη ψυχή του δὲν ἐχόρταινε.  Γιατὶ προσθέτοντας πάντα στὰ παλιὰ τὰ καινούργια κι αὐξάνοντας τὸν πλοῦτο του μὲ τὴν καθεχρονιάτικη προσθήκη, ἔφτασε στὸ ἀδιέξοφο αὐτό·  δὲν ἤθελε ἀπὸ πλεονεξία νὰ παραχωρήση τὰ παλιὰ καὶ νὰ δεχθῆ τὰ καινούργια δὲν μποροῦσε ἀπὸ τὸ πλῆθος τους.  Γι’  αὐτὸ κι οἱ σκέψεις του δὲν ἔφταναν σὲ τέλος, καὶ οἱ φροντίδες του δὲν εὕρισκαν λύση.  Τί νά κάμω;  Ποιός δὲ θὰ συμπονοῦσε αὐτὸν ποὺ βρισκόταν σὲ τέτοια πολιορκία; Δυστυ­χισμένος γιὰ τὴν εὐφορία, ἀξιολύπητος γιὰ τὰ    παρό­ντα ἀγαθά, ἀκόμα περισσότερο γιὰ ὅσα περίμενε.  Τοῦ δίνει τάχα εισοδήματα ἡ γῆ;  Τοῦ γεννᾶ στεναγμούς. Τοῦ χαρίζει καρποφορία; Φροντίδες μᾶλλον καὶ λύπη καὶ ἀμηχανία φοβερή. Ὅμοια μὲ τοὺς φτωχοὺς θρηνεῖ. Τὸ ἴδιο παράπονο δὲν ἔχει κι αὐτὸς ποὺ βασανίζεται ἀπὸ τὴ φτώχεια; Τὰ ἴδια λέει κι ὁ πλούσιος.  Ταράζεται ἡ ψυχή του καὶ τὴν κατατρώγει ἡ φροντίδα.  Μὲ ὅ,τι οἱ ἄλλοι χαίρονται, ὁ πλεονέκτης λιώνει.  Δὲ χαίρεται ποὺ εἶναι γεμᾶτες ὅλες οἱ ἀποθῆκες του, ἀλλὰ ξεσχίζει τὴν ψυχή του ὁ πλοῦτος ποὺ κυλᾶ καὶ ξεφεύγει ἀπὸ τὶς ἀποθῆκες του, μήπως πηγαίνοντας στοὺς ξένους προξενήση κάποιο καλὸ στοὺς φτωχούς.  

2. Καὶ μοῦ φαίνεται ὅτι τὸ πάθος τῆς ψυχῆς του μοιάζει μὲ τῶν λαίμαργων· προτιμοῦν νὰ σκάσουν ἀπὸ τὴ λαιμαργία παρὰ νὰ δώσουν ἀπὸ τ’ ἀπομεινάρια τους στοὺς φτωχούς.  Σκέψου, αὐτὸν ποὺ σοῦ ἔδωσε ἄνθρωπε.  Συλλογίσου ποιός εἶσαι, τί διαχειρίζε­σαι, ἀπὸ ποιόν τὰ πῆρες, γιατί προμηθεύτηκες ἀπὸ τοὺς ἄλλους. Ἔγινες ὑπηρέτης τοῦ καλοῦ Θεοῦ, τῶν ὁμοδούλων σου οἰκονόμος. Μὴ νομίζεις ὅτι ὅλα ἑτοιμάστηκαν γιὰ τὴν κοιλιά σου.  Σὰν ξένα νὰ θεωρῆς ὅ,τι ἔχεις στὰ χέρια σου.  Λίγο χρόνο σ’ εὐχαριστοῦν, ἔπειτα σκορποῦν καὶ φεύγουν.  Θὰ σοῦ ζητηθῆ λεπτομερὴς λογαριασμός γι’ αὐτά.  Σὺ ὅμως τὰ ἔχεις ὅλα μαζὶ κλεισμένα μὲ πόρτες καὶ μάνδαλα. Τὰ ἀσφάλισες μὲ σφραγῖδες καὶ μὲ ἄγρυπνη φροντίδα ἀναρρωτιέσαι, ἔχοντας τὸν ἑαυτό σου ἀνόητο σύμβουλο. Τί νὰ κάμω; Ἀπάντησε ἀμέσως· Θὰ χορτάσω τοὺς πεινασμένους, θ ἀνοίξω τὶς ἀποθῆκες μου καὶ θὰ καλέσω τοὺς φωχοὺς ὅλους.  Θὰ ἀκολουθήσω τὸν Ἰωσὴφ στὸ κήρυγμα τῆς φιλανθρωπίας.  Θὰ φωνάξω δυνατά·  Ὅσοι δὲν ἔχετε ψωμὶ ἐλᾶτε κοντά μου, γιὰ νὰ πάρη μερίδιο ὁ καθένας σὰν ἀπὸ κοινὲς πηγὲς ὅ,τι τοῦ φτάνει ἀπὸ τὰ δῶρα τοῦ Θεοῦ.  Δὲν εἶσαι τέτοιος ἐσὺ.  Γιατὶ; Στερεῖς ἀπὸ φθόνο τὴν ἀπόλαυση ἀπὸ τοὺς ἀνθρώπους, κι ἀφοῦ συγκρότησες μέσα στὴν ψυχή σου πονηρὸ συμβούλιο, φροντίζεις ὄχι πῶς νὰ μοιράσης στὸν καθένα ὅ,τι τοῦ χρειάζεται ἀλλὰ πῶς νὰ τὰ πάρης ὅλα σὺ καὶ νὰ στερήσης τὴν ὠφέλειά τους ἀπὸ τοὺς ἄλλους. Ἔφτασαν αὐτοὶ ποὺ ζητοῦσαν τὴν ψυχή του, κι αὐτὸς μαζί της συνομιλοῦσε γιὰ τρόφιμα.  Τὴν ἴδια νύχτα τὸν ἅρπαξαν καὶ σὲ χρόνια πολλὰ μὲ τὴ φαντασία του μετροῦσε τὴν ἀπόλαυση. Ἀφέθηκε νὰ τὰ σκεφτῆ ὅλα καὶ νὰ ἀποκαλύψη τὴ γνώμη του, γιὰ νὰ δεχτῆ τὴν ἀπόφαση, ἄξια γιὰ τὴν κακή του προαίρεση.

3.Μὴν τὸ πάθης σὺ τοῦτο. Γράφτηκε ἀκριβῶς γιὰ ν’ ἀποφύγωμε τὴν ἐξομοίωσή μας μ’ αὐτόν.  Μιμήσου τὴ γῆ, ἄνθρωπε. Δῶσε καρπούς, ὅπως ἐκείνη,      μὴ φανῆς χειρότερος ἀπό τὴν ἄψυχη γῆ. Ἐκείνη μεγάλωσε τοὺς καρποὺς της ὄχι γιὰ δική της ἀπόλαυση ἀλλὰ γιὰ νὰ ὑπηρετήση ἐσένα. Σὺ ὅμως ὅποιο καρπὸ ἀγαθοεργίας πραγματοποιήσης τὸν συγκομίζεις γιὰ τὸν ἑαυτό σου, γιατὶ οἱ παροχὲς τῶν καλῶν ἔργων γυρίζουν σ’ αὐτοὺς ποὺς τὶς κάνουν. Ἔδωσες στὸν πεινασμένο, καὶ τὸ δῶρο γίνεται δικό σου μὲ προσθήκη. Ὅπως τὸ σιτάρι, ὅταν πέση στὴ γῆ, γίνεται κέρδος γι’ αὐτὸν ποὺ τὸ ρίχει, ἔτσι καὶ τὸ ψωμί, ὅταν τὸ δώσουμε στὸν πεινασμένο, πηγάζει ἄφθονη τὴν ὠφέλεια ἀργότερα. Ἄς γίνη λοιπὸν γιὰ σένα τὸ τέλος τῆς καλλιέργειας τῆς γῆς, ἀρχὴ τῆς σπορᾶς σου στὸν οὐρανό. Γιατὶ ἀδημονεῖς, γιατὶ βασανίζεις τὸν ἑαυτόν σου καὶ μάχεσαι νὰ περιτειχίσης τὸν πλοῦτο σου μὲ πηλὸ καὶ πλίθους; Εἶναι ἀνώτερο τὸ καλὸ ὄνομα ἀπὸ πλοῦτο πολὺ.  Κι ἄν θαυμάζης τὰ χρήματα γιὰ τὴν τιμὴ ποὺ προξενοῦν, πρόσεξε πόσο ἀποτελεσματικώτερο γιὰ τὴ δόξα εἶναι, νὰ λέγεσαι πατέρας ἐμέτρητων παιδιῶν ἀπὸ τὸ νὰ ἔχης μύρια χρυσᾶ στὸ χρηματοκφυλάκιό σου.  Τὰ χρήματα θὰ τ’ ἀφήσῃς ἐδῶ κι ἄς μὴ θέλῃς. Τὴν τιμὴ ποὺ σοῦ περιποιοῦν οἱ καλοὶ φίλοι θὰ τὴ μεταφέρης στὸν Κύριο, ὅταν λαὸς ὁλόκληρος τριγυρίζοντάς σε μπροστὰ στὸν κοινὸ κριτὴ θὰ σοῦ δίνουν τὸ ὄνομα τοῦ τροφέα καὶ τοῦ εὐεργέτη κι ὅλα τὰ ὀνόματα τῆς φιλανθρωπίας.  Δὲ βλέπεις τοὺς θεατρίνους, τοὺς παλαιστὰς καὶ τοὺς θηριομάχους, ποὺ σιχαίνεται καὶ νὰ τοὺς ἀντικρύση κανένας, νὰ περιφρονοῦν τὸν πλοῦτο γιὰ λίγη τιμὴ καὶ γιὰ τοὺς θορύβους καὶ κρότους τοῦ δήμου; Καὶ σὺ φαίνεσαι τόσο μικροπρεπὴς στὰ οἰκονομικά, ἐνῶ πρόκειται νὰ καρπωθῆς τόση δόξα.  Σὲ δέχεται ὁ Θεὸς· σ’ ἐπαινοῦν οἱ ἄγγελοι· σὲ μακαρίζουν οἱ πρῶτοι ἄνθρωποι τῆς γῆς.  Δόξα παντοτινή, στεφάνι δικαιοσύνης, βασιλεία τῶν οὐρανῶν εἶναι τὰ ἔπαθλα γιὰ τὴ διαχείρηση τῶν φθαρτῶν τούτων πραγμάτων.  Γιὰ κανένα ἀπ’ αὐτὰ δὲ φροντίζεις κι ὁ ζῆλος γιὰ τὰ παρόντα σ’ ὁδηγεῖ στὴν περιφρόνηση τῶν μελλοντικῶν. Ἐμπρὸς λοιπὸν διάθεσε τὸν πλοῦτο σου μὲ κάθε τρόπο.  Δεῖξε φιλοτιμία καὶ γενναιοδωρία ξοδεύοντας γιὰ ὅσους ἔχουν ἀνάγες. Ἄς εἰπωθῆ καὶ γιὰ σένα·  Σκόρπισε, ἔδωσε στοὺς φτωχούς. Ἡ δικαιοσύνη του θὰ μείνη στὸν αἰῶνα. Μὴν εἶσαι ἀκριβός, ὅταν βοηθῆς σὲ ἀνάγκες. Μὴν περιμένης σιτοδεία, γιὰ νὰ ἀνοίξης τὶς ἀποθῆκες σου. Καταραμένος ἀπὸ τὸ λαὸ, ὅποιος ἀνεβάζει τὴν τιμὴ τοῦ σιταριοῦ.  Μὴν περιμένης τὴν πεῖνα, γιὰ νὰ θησαυρίσης, τὴν κοινὴ φτώχεια γιὰ δικό σου πλοῦτο.  Μὴν καπηλεύεσαι τὴ συμφορὰ τῶν ἀνθρώπων. Μὴ μεταβάλης τὴν ὀργὴ τοῦ Θεοῦ σ’ εὐκαιρία πλουτισμοῦ. Μὴν ἀναξέης πληγὲς ἀνθρώπων ἀφανισμένων ἀπὸ τὴ μάστιγα.  Σὺ κυνηγᾶς τὰ χρήματα, καὶ δὲν κοιτάζεις τὸν ἀδελφό σου.  Γνωρίζεις τὴ σφραγίδα τοῦ νομίσματος καὶ ξεχωρίζεις τὸ γνήσιο ἀπὸ τὸ κίβδηλο, ἀγνοεῖς ὅμως ὁλότελα τὶς ἀνάγκες τοῦ ἀδελφοῦ σου.
4. Σὲ πάει μακριὰ ἡ λάμψη τοῦ χρυσοῦ, δὲ συλλογίζεσαι ὅμως πόσοι στεναγμοὶ τοῦ φτωχοῦ σ’ ἀκολουθοῦν. Πῶς νὰ φέρω μπροστά σου τὰ πάθη τοῦ φτωχοῦ;  Ἐκεῖνος παρατηρῶντας γύρω του βλέπει ὅτι χρυσάφι δὲν ἔχει μήτε θ’ ἀποκτήση ποτὲ.  Τὰ σκεύη καὶ τὰ ροῦχα του εἶναι τέτοια, σὰν τῶν φτωχῶν τὰ πράγματα, ἄξια γιὰ λίγες δεκάρες.  Ρίχνει τέλος τὸ βλέμμα στὰ παιδιά του· νὰ τὰ ὁδηγήση στὴν ἀγορά νὰ βρῆ παρηγοριὰ στὴ θανάσιμη θέση του.  Στοχάσου ἐδῶ τὸν πόλεμο ἀνάμεσα στῆν πεῖνα καὶ στὰ πατρικὰ αἰσθήματα. Ἡ πρώτη φοβερίζει μὲ τὸ χειρότερο θάνατο, ἡ φύση ὅμως ἀντίθετα τραβᾶ καὶ πείθει τὸν ἄνθρωπο νὰ πεθάνη γιὰ τὰ παιδιά του. Πολλὲς φορὲς ὁρμᾶ καὶ πολλὲς ἐμποδίζεται καὶ τέλος νικιέται ὑποταγμένος στὴν ἀναπόφευκτη καὶ ἀπαραίτητη ἀνάγκη. Τί σκέψεις κάνει ὁ πατέρας; Ποιόν πρῶτον νὰ πουλήσω; Ποιός θὰ εὐχαριστήση τὸ σταρέμπορο; Νὰ πάρω τὸν πιὸ μεγάλο; Εἶναι ὁ πρῶτος καὶ νιώθω δισταγμό.  Τὸν πιὸ μικρὸ μήπως; Λυποῦμαι τὴν ἡλικία του ποὺ δὲν αἰσθάνεται τὴ συμφορά.  Αὐτὸς ἔχει ζωηρὰ τὰ χαρακτηριστικὰ τῶν γονιῶν του. Ἐκεῖνος εἶναι κατάλληλος γιὰ σπουδὴ. Ἀμηχανία δεινή.  Τϊ στάση νὰ κρατήσω; Ποιόν ἀπ’ αὐτοὺς νὰ δυσαρεστήσω; Ποιοῦ θηρίου ψυχή νὰ πάρω; Πῶς νὰ ξεχάσω τὴ φύση;  Ἄν τοὺς κρατήσω ὅλους, θὰ τοὺς δῶ ὅλους νὰ χάνωνται ἀπὸ τὴ συμφορά. Ἄν θυσιάσω ἕνα, μὲ ποιά ματιὰ θ’ ἀντικρίσω τοὺς ἄλλους, ποὺ θὰ μὲ βλέπουν ὑποψιασμένοι ἀπὸ τὴν ἀπιστία μου; Πῶς θὰ μείνω στὸ σπίτι, ἀφοῦ ὁ ἴδιος δημιούργησα τὴ στέρηση τῶν παιδιῶν μου; Πῶς νὰ καθίσω στὸ τραπέζει, ποὺ ἔχει τέτοιαν ἀφορμὴ ἡ ἀφθονία του; Κι αὐτὸς πηγαίνει μὲ δάκρυα ποτάμια νὰ πουλήση τὸν πιὸ ἀγαπητὸ ἀπὸ τοὺς γιούς του. Ἐσένα ὅμως δὲ σὲ λυγίζει τὸ πάθος, δὲν ὑπολογίζεις τὴ φύση.  Κι ἐνῶ ἡ πεῖνα κρατᾶ τὸ δυστυχῆ στὰ χέρια της, σὺ ἀναβάλεις καὶ εἰρωνεύεσαι καὶ δίνεις περισσότερο μάκρος στὴ συμφορά του.  Κι ἐνῶ αὐτὸς σοῦ δίνει τὰ σπλάχνα του τιμὴ τῶν τροφίμων σου, τὸ δικό σου χέρι δὲ μουδιάζει, ποὺ παίρνει τὴν τιμὴ ἀπὸ τέτοιες συμφορές. Πασχίζεις νὰ πάρης περισσότερο στὸ ζύγισμα, καὶ μάχεσαι πῶς νὰ πάρης πολὺ καὶ λιγώτερο νὰ δώσης, μὲ τὰ πάντα κάνοντας βαρύτερη τὴ συμφορά τοῦ δυστυχισμένου.  Δὲ σοῦ προκαλοῦν λύπη τὰ δάκρυα; Δὲ σοῦ μαλακώνη ὁ στεναγμὸς τὴν καρδιά; Μένεις ἀλύγιστος καὶ ἀδυσώπητος.  Χρυσάφι πάντα βλέπεις, χρυσάφι φαντάζεσαι.  Αὑτὸ εἶναι τ’ ὅνειρό σου, ὅταν κοιμᾶσαι κι ἡ θύμησή σου ὅταν εἶσαι ξύπνιος. Ὅπως αὐτοὶ ποὺ κατέχονται ἀπὸ μανία δὲ βλέπουν τὴν πραγματικότητα ἀλλὰ τὰ φαντάσματα τῆς μανίας τους. Ἔτσι κι ἡ ψυχή σου κυριαρχημένη ἀπὸ τὴ φιλοχρηματία ὅλα χρυσάφι κι ἄργυρο τὰ βλέπη. Μὲ πιὸ πολλὴ εὐχαρίστηση θὰ ἔβλεπες τὸ χρυσάφι παρὰ τὸν ἥλιο.  Εὔχεσαι τὰ πάντα νὰ μεταβληθοῦν σὲ χρυσό, κι ὄσο μπορεῖς προσπαθεῖς νὰ τὸ ἐπιτύχης.

5.Τί δὲ μηχανεύεσαι γιὰ τὸ χρυσάφι; Τὸ σιτάρι χρυσάφι γίνεται.  Τὸ κρασὶ πήζει κι ἀλλάζει σὲ χρυσάφι.  Τὰ μαλλιὰ τῶν κοπαδιῶν σου γίνονται χρυσᾶ.  Κάθε συναλλαγὴ καὶ κάθε σκέψη σοῦ φέρνει χρυσάφι.  Πολλαπλασιάζεται ὁ χρυσὸς μὲ τὸ δανεισμὸ καὶ γεννᾶ ὁ ἴδιος τὸν ἑαυτό του.  Δὲν ὑπάρχει χορτασμός, δὲ βρίσκεται ἄκρη στὴν ἐπιθυμία.  Στὰ λιχούδικα παιδιὰ πολλὲς φορὲς ὑποχωροῦμε ἀφήνοντάς τα νὰ παραχορτάσουν ἄφθονα μὲ τὶς λιχουδιές τους, ὥστε νὰ τοὺς δημιουργήσωμε τὴν ἀποστροφὴ μὲ τὸν ὑπερβολικὸ χορτασμό.  Δὲν εἶναι ἔτσι, ὁ πλεονέκτης· ὅσο περισσότερα ἀποχτᾶ, τόσο περισσότερα ἐπιθυμεῖ. «Μὲ τὸν πλοῦτο ποὺ κυλᾶ, μὴ δένετε τὴν καρδιά σας».  Σὺ ὅμως κρατεῖς αὐτὸν ποὺ κυλᾶ, καὶ κλείνεις τὶς διαφυγές.  Τί σοῦ κάνει ὅμως ὅταν τὸν κρατῆς καὶ λιμνάζη; Σπάζει τὰ ἐμπόδια καὶ, μὴ σὲ νοιάζει, τώρα περιωρισμένος καὶ πλημμυρῶντας ρίχνει τὶς ἀποθῆκες τοῦ πλουσίου, κατεδαφίζει τὰ ταμεῖα του, σὰ νὰ μπῆκε κάποιος ἐχθρός. Ἀλλὰ θὰ χρίση μεγαλύτερες ἀποθῆκες;  Εἶναι ἄγνωστο, ἄν δὲν τὶς παραδώση γκρεμισμένες στὸν κληρονόμο του.  Πιὸ ἀπότομα θ’ ἀναρπασθῆ καὶ θὰ φύγη ἀπὸ δῶ ὁ ἴδιος, ἀπὸ ὅ,τι θὰ δημιουργηθῆ ὁ πλοῦτος μὲ τὴν ἐφευρε­τι­κότητα τῆς πλεονεξίας του.  Κι αὐτὸς ἔχει τέλος σύμφωνο μὲ τὶς κακές του σκέψεις.  Σεῖς ὅμως, ἄν μ’ ἀκούσετε, ἀφοῦ ἀνοίξετε ὅλων τῶν ταμείων σας τὶς πόρτες, θὰ δώσετε στὸν πλοῦτο ἄφθονες διαφυγὲς. Ὅπως ὁ μεγάλος ποταμὸς ποτί­ζει μὲ μύρια αὐλάκια πολύκα­ρπη γῆ, τὸ ἴδιο θὰ κάμετε κι ἐσεῖς ἀφήνοντας τὸν πλοῦτο σας μὲ πολλοὺς τρόπους νὰ μοιραστῆ στὰ σπίτια τῶν φτωχῶν.  Τὰ πηγάδια ὅσο ἀδειάζουν βγάζουν περίσσό­τερο νερὸ, ὅταν ἀφήνωνται σαπίζουν. Ἔτσι καὶ τοῦ πλούτου ἡ στασιμότητα εἶναι ἄχρηστη, ἡ κίνηση ὅμως καὶ ἡ μετάδοση ὠφελεῖ τοὺς ἄλλους καὶ δίνει καρποὺς.  Πόσος εἶναι ὁ ἔπαινος ἐκείνων ποὺ εὐεργετήθησαν·  μὴν τὸν περιφρονήσης. Ἀλλὰ καὶ πόσος ὁ μισθὸς ἀπὸ τὸ δίκαιο κριτή, στὸν ὁποῖο μὴ δείξης δυσκολία. Ἔχε παντοῦ στὰ μάτια σου τὸ παράδειγμα τοῦ πλουσίου ποὺ κατηγορεῖται·  φύλαγε ὅσα εἶχε στὰ χέρια του κι ἀγωνιοῦσε μὲ ὅσα θ’ ἀποχτοῦσε καὶ μόλο ποὺ δὲν ἦταν φανερὸ ἄν θὰ ζοῦσε τὴν αὐριανὴ μέρα, ἀπὸ σήμερα γέμιζε τὸ αὔριο ἁμαρτίες.  Δὲν εἶχε ἔρθει ἀκόμα κανεὶς νὰ τοῦ ζητήση, κι ἔδειχνε ἀπὸ πιὸ μπροστὰ τὴν ἀγριότητά του.  Δὲν εἶχε μαζέψει ἀκόμα τοὺς καρπούς του κι εἶχε κιόλα τὴν καταδίκη τῆς πλεονεξίας. Ἡ γῆ τὸν περιποιόταν μὲ τὰ προϊόντα της· τοῦ ἔδειχνε πυκνὰ τὰ γεννήματα στὰ χωράφια, φορτωμένα τσαμπιὰ τὰ κλήματα, λυγισμένες τὶς ἐλιὲς ἀπὸ τοὺς καρποὺς κι ἦταν μιὰ ὑπόσχεση γι’ ἀπόλαυση τὰ ὀπωροφόρα.  Κι αὐτὸς ἦταν ἀδέξιος κι ἄκαρπος. Δὲν εἶχε ἀκόμα καὶ μολαταῦτα βάσκαινε κιόλα αὐτὰ ποὺ θὰ ἀποχτοῦσε.  Καὶ πόσοι κίνδυ­νοι δὲν ὑπάρχουν πρὶν ἀπὸ τὴ συγκομιδὴ τῶν καρπῶν.  Καὶ τὸ χαλάζι τοὺς καταχτυπάει, κι ἡ κάψα τοὺς παίρνει μὲς ἀπὸ τὰ χέρια, καὶ ἕνα νερὸ ποὺ ρίχουν παράκαιρα τὰ σύννεφα ἀχρηστεύει τοὺς καρπούς.  Δὲν προσεύχεσαι λοιπὸν στὸν Κύριο νὰ ὁλοκληρωθῆ ἡ δωρεὰ; Ἀλλὰ προκαταβολικὰ κάνεις τὸν ἑαυτό σου ἀνάξιο νὰ δεχτῆ τὰ μελλοντικὰ δῶρα.
6. Καὶ ναὶ μὲν ἐσὺ μιλᾶς στὰ κρυφὰ μὲ τὸν ἑαυτὸ σου ἀλλὰ οἱ λόγοι σου κρίνονται στὸν οὐρανό. Γι’ αὐτὸ κι οἱ ἀπαντήσεις σοῦ ἔρχονται ἀπὸ ἐκεῖ. Τί εἶναι αὐτὰ ποὺ λέει; Ψυχὴ, ἔχεις σωριάσει πολλὰ ἀγαθά· φάγε, πιές, χαίρου καθημερινά.  Τί ἀνοησία! Ἄν εἶχες χοίρου ψυχή, τί ἄλλο ὡραιότερο μήνυμα θὰ τῆς ἔφερνες; Τόσο πολὺ μοιάζεις μὲ τὰ ζῶα; Τόσο ἀνίδεος εἶσαι γιὰ τὰ ἀγαθὰ τῆς ψυχῆς καὶ τῆς προσφέρεις τροφὲς τῆς σάρκας κι ὅσα τὸ στομάχι ποὺ δέχεται τὰ στέλνεις στὴν ψυχή. Ἄν ἔχη ἀρετή, ἄν εἶναι γεμάτη ἀπὸ ὑψηλὰ ἔργα, ἄν ἔχη σχετισθῆ μὲ τὸν Θεό, τότε ἔχει  πολλὰ ἀγαθὰ κι ἄς χαίρεται τὴν ὄμορφη χαρὰ τῆς ψυχῆς. Μιὰ κι ἔχεις ὅμως τὸ φρόνημα τῆς γῆς, κι ἔχεις τὸ στομάχι θεό σου, κι εἶσαι ὅλος σάρκα, ὑποδουλωμένος στὰ πάθη σου, ἄκου τὸ ὄνομα ποὺ σοῦ ταιριάζει· δὲ σοῦ τὸ ἔδωσε κανένας ἄνθρωπος ἀλλὰ ὁ ἴδιος ὁ Κύριος·  Ἀνόητε αὐτὴ τὴ νύχτα ζητοῦν ἀπὸ σένα τὴν ψυχὴ σου. Αὐτὰ ποῦ μάζεψες, σὲ  ποιόν θὰ μείνουν; Χειρότερος ἀπὸ τὴν αἰώνια κόλαση ὁ περίγελως τῆς ἀνοησίας. Θὰ ρίξω τίς ἀποθῆκες μου καὶ θὰ χτίσω μεγαλύτερες.  Καλὰ θὰ κάμης, θὰ τοῦ ἔλεγα. Ἀξίζει νὰ κατεδαφισθοῦν οἱ ἀποθῆκες τῆς ἀδικίας.  Σκάψε μὲ τὰ δικά σου χέρια ὅ,τι ἄσχημο ἔχεις χτίσεις. Ἀφάνισε κάθε κτίσμα ποὺ γίνεται φυλακτήριο τῆς πλεονεξίας, ἀφαίρεσε τὴ στέγη, βγάλε τοὺς τοίχους, δεῖξε στὸν ἥλιο τὸ μουχλιασμένο σιτάρι.  Βγάλε ἀπὸ τὴ φυλακή του τὸ φυλακισμένο πλοῦτο, γκρέμισε ὀρόφους, ἄνοιξε τοίχους καί δεῖξε  στόν ἥλιο τό βρισκόμενο σιτάρι, βγάλε ἀπό τήν φυλακή τόν δέσμιο πλοῦτο.   Τὰ σκοτεινὰ ὑπόγεια τοῦ μαμμωνᾶ πόμπεψέ τα.  Θὰ ρίξω τὶς ἀποθῆκες μου καὶ θὰ χτίσω μεγαλύτερες.  Κι ἄν τὶς γεμίσης κι αὐτὲς τί τάχατε θὰ σκεφθῆς; Ἤ μήπως θὰ ξαναρίξης καὶ θά τὶς ξαναχτίσης; Εἶναι τίποτα πιὸ ἀνόητο ἀπ’ αὐτό; Νὰ μοχθῆς δίχως τέλος, νὰ χτίζης βιαστικά καὶ βιαστικὰ νὰ γκρεμίζης; Ἔχεις στὴ διάθεσή σου ἀποθῆκες, ἄν θέλης, τὰ σπίτια τῶν φτωχῶν.  Μάζεψε γιὰ σένα θησαυρὸ στὸν οὐρανό. Ὅ,τι ἀποθηκευτῆ ἐκεῖ οὔτε τὸ σαράκι τὸ τρώει οὔτε ἡ σαπίλα τὸ κατατρέχει, οὔτε τὸ κλέβουν οἱ λησταί. «Ἀλλὰ θὰ δώσω σ’ αὐτοὺς ποὺ ἔχουν ἀνάγκη, ὅταν γεμίσω τὶς δεύτερες ἀποθῆκες».  Μακριά ὁρίζεις τὴ σειρὰ τῶν χρόνων τῆς ζωῆς σου.  Πρόσεξε μὴ σὲ προλάβη αὐτὸς ποὺ σὲ κυνηγᾶ κατὰ τὴν πίστωση χρόνου ποὺ ἔχεις. Ἡ ὑποσχεσή σου δὲ μαρτυρεῖ ἀρετή, εἶναι ἀπόδειξη πονηρίας.  Γιατὶ δὲν ὑπόσχεσαι γιὰ νὰ δώσης ἀργότερα, ἀλλὰ γιὰ νὰ ἀποφύγης τὸ παρὸν.  Τί σ’ ἐμποδίζει νὰ δώσης τώρα: Δὲν εἶναι κοντά σου ὁ φτωχός; Δὲν εἶναι γεμᾶτες οἱ ἀποθῆκες σου; Δὲν εἶναι καθωρισμένος ὁ μισθός σου κι ἡ ἐντολὴ πάντα καθαρή; Στραγγίζει ὁ πεινασμένος, παγώνει ὁ γυμνὸς, πνίγεται αὐτὸς ποὺ χρεωστεῖ καὶ σὺ ἀναβάλλεις τὴν ἐλεημοσύνη σου γι’ ἀργότερα. Ἄκου τὸν Σολομῶντα·  Μὴν πῆς·  ἔλα ξανὰ καὶ θὰ σοῦ δώσω αὔριο.  Δὲ γνωρίζεις τί θὰ σοῦ φέρη ἡ αὐριανὴ ἡμέρα.  Τί συμβουλὲς περιφρονεῖς, ἐπειδὴ ἔκλεισες ἀπὸ  πρωτύτερα τ’ αὐτιὰ  σου μὲ τὴ φιλαργυρία.  Πόση εὐγνωμοσύνη ἔπρεπε νὰ ἔχης στὸν εὐεργέτη καὶ νὰ εἶσαι χαρούμενος καὶ περίφανος γιὰ τὴν τιμή, γιατὶ δὲν ἐνοχλεῖς σὺ τῶν ἄλλων τὶς θύρες, ἀλλὰ σὲ σένα ἔρχονται ἄλλοι. Τώρα ὅμως εἶσαι ἄνθρωπος καὶ σκυθρωπὸς καὶ δυσκολοσυνάντητος ἀποφεύγοντας τὶς συναντήσεις μήπως κι ἀναγκασθῆς νὰ βγάλης κάτι ἀσήμαντο ἀπὸ τὸ χέρι σου. Ἕνα λόγο γνωρίζεις·  δὲν ἔχω, δὲ δίνω, εἶμαι ἄπορος.  Στ’ ἀλήθεια εἶναι ἄπορος καὶ φτωχὸς ἀπὸ κάθε ἀγαθό. Ἄπορος ἀπὸ φιλανθρωπία, ἀπὸ πίστη στὸ Θεὸ, ἀπὸ ἐλπίδα αἰώνια.  Κάνε τῶν φαγητῶν σου μέτοχους τοὺς ἀδελφούς.  Αὐτὸ ποὺ θὰ σαπίση αὔριο δῶστο σήμερα σ’ αὐτὸν ποὺ ἔχει ἀνάγκη. Εἶναι ἡ χειρότερη πλεονεξία, νὰ μὴ δίνης στοὺς φτωχοὺς μήτε αὐτὰ ποὺ καταστρέφονται.
7.Ποιόν λέει, ἀδικῶ, ἄν φυλάγω τὰ δικά μου; Πὲς μου, ποιὰ δικά σου; Ἀπὸ ποῦ τὰ πῆρες καὶ τὰ ἔφερες στὴ ζωὴ; Ὅπως αὐτὸς ποὺ βρίσκει θέση στὸ θέατρο κι ἐμποδίζει αὐτοὺς ποὺ μπαίνουν ὕστερα, θεωρῶντας δικό του αὐτὸ ποὺ εἶναι γιὰ κοινὴ χρηση ὅλων, τέτοιοι εἶναι οἱ πλούσιοι. Ἀφοῦ ἀπόχτησαν πρῶτοι τὰ κοινὰ ἀγαθὰ, τὰ θεωροῦν δικά τους γιὰ τὴν προτεραιότητα. Ἄν ἔπαιρνε καθένας ὅ,τι τοῦ χρειαζόταν γιὰ τὴν ἱκανοποίηση τῆς ἀνάγκης του κι ἄφηνε σ’ ὅποιον εἶχε ἀνάγκη ὅ,τι ἦταν γι’ αὐτὸν περισσό, κανένας δὲ θὰ ἦταν πλούσιος, κανένας δὲ θὰ ἦταν φτωχός.  Γυμνὸς δὲ γεννήθηκες; Γυμνὸς δὲ θὰ ἐπιστρέψεις στὴ γῆ; Κι ἀπὸ ποῦ ἔχεις τ’ ἀγαθὰ σου; Ἄν νομίζης ἔτσι ἀπὸ μόνα τους, εἶσαι ἄθεος καὶ δὲν ἀναγνωρίζεις τὸν πλάστη σου, μήτε εὐγνωμονεῖς τὸ δωρητή σου. Ἄν ὁμολογῆς ὅτι τὰ ἔλαβες ἀπὸ τὸ Θεό, πές μου γιὰ ποιόν λόγο τὰ ἔλαβες; Εἶναι ἄδικος ὁ Θεός ποῦ μᾶς μοιράζει ἄνισα τὰ ἀγαθὰ τῆς ζωῆς; Γιατὶ σὺ πλουτεῖς κι ἐκεῖνος πένεται; Ἤ ὁπωσδήποτε καὶ σὺ γιὰ νὰ λάβης μισθὸ ἀρετῆς καὶ πιστῆς διαχειρίσεως κι ἐκεῖνος γιὰ νὰ τιμηθῆ μὲ τὰ μεγάλα βραβεῖα τῆς ὑπομονῆς. Σὺ ὅμως ἀφοῦ τὰ χώρεσες ὅλα στοὺς ἀχόρταγους κόλπους τῆς πλεονεξίας, νομίζεις ὅτι δὲν ἀδικεῖς κανένα, ἐνῶ τόσους ἀποστερεῖς.  Ποιός εἶναι ὁ πλεονέκτης; Αὐτὸς ποὺ δὲν περιορίζεται στὴν αὐταρκειά του.Καὶ ποιὸς εἶναι ὁ ἀποστερήτης; Αὐτὸς ποὺ ἀφαιρεῖ τὰ πράγματα τοῦ ἄλλου. Σὺ λοιπὸν δὲν εἶσαι πλεονέκτης, δὲν εἶσαι ἀποστερήτης, ἀφοῦ οἰκειοπειεῖσαι αὐτᾶ ποὺ σοῦ δόθηκαν γιὰ διαχείρση; Ἤ μήπως ὅποιος ἀπογυμνώνει τὸν ντυμένο θὰ ὀνομασθῆ λωποδύτης, ἐνῶ αὐτὸς, ποὺ δὲν ντύνει τὸ γυμνὸ μόλο ποὺ μπορεῖ, ἀξίζει ἕνα ἄλλο χαρακτηρισμό; Εἶναι τοῦ πεινασμένου τὸ ψωμὶ ποὺ σὺ κατακρατείς. Τοῦ γυμνοῦ τὸ ροῦχο ποὺ φυλάγεις στὶς ἀποθῆκες σου. Τοῦ ξυπόλυτου τὸ ὑπόδημα, ποὺ τὸ ἔχεις καὶ σαπίζει. Αὐτοῦ ποὺ ἔχει ἀνάγκη εἶναι τὰ χρήματα, ποὺ ἔχεις στὴ γῆ. Ὥστε τόσους ἀδικεῖς σὲ ὅσους μποροῦσες νὰ δώσης.
8. Εἶναι καλοὶ, λέει, οἱ λόγοι ἀλλὰ καλύτερος ὁ χρυσός. Ὅπως αὐτοὶ ποὺ μιλοῦν γιὰ σωφροσύνη στοὺς ἀκόλαστους. Αὐτοὶ ἐδῶ ἀκοῦν νὰ κατηγορῆται ἡ ἑταίρα κι ὡστόστο ἀπὸ τὴν ὑπενθύμιση φουντώσει ἡ ἐπιθυμία.  Πῶς νὰ σοῦ παρουσιάσω τὰ παθήματα τοῦ φτωχοῦ, γιὰ νὰ ἀντιληφθῆς ἀπὸ τὶ λογῆς στεναγμοὺς φτιάχνεις τοὺς θησαυρούς σου; Πόση ἀξία θὰ σοῦ φανῆ πὼς ἔχει τὴν ἡμέρα τῆς κρίσεως ἐκεῖνος ὁ λόγος· Ἐλᾶτε οἱ εὐλογημένοι τοῦ πατέρα μου, κληρονομῆστε τὴ βασιλεία ποὺ ἔχει ἑτοιμαστῆ γιὰ σᾶς ἀπὸ τὴν ἀρχὴ τοῦ κόσμου. Ἐπείνασα καὶ μοῦ δώσατε φαγητό, ἐδίψασα καὶ μὲ ποτίσατε, ἤμουν γυμνὸς καὶ μὲ ντύσατε.  Ποση φρίκη ὅμως κι ἱδρῶτας καὶ σκότος θὰ σὲ τυλίξη, ὅταν θ’ ἀκούσης τὴν καταδίκη.  Φύγετε ἀπὸ μένα οἱ καταραμένοι στὸ σκότος τὸ ἐξώτερο, ποὺ ἔχει ἑτοιμασθῆ γιὰ τὸ διάβολο καὶ τοὺς ἀγγέλους του.  Ἐπείνασα καὶ δὲ μοῦ δώσατε φαγητό, ἐδίψασα καί δὲ μέ ποτίσατε, ἤμουν γυμνός καί δέ μέ ντύσατε.  Κι ἐκεῖ δὲν κατηγορεῖται ὁ ἄρπαγος ἀλλὰ καταδικάζεται ὁ ἀκοινώνητος. Ἐγὼ εἶπα αὐτὰ ποὺ νόμιζα ὅτι σοῦ συμφέρουν. Ἄν πεισθῆς, εἶναι ὁλοφάνερα τὰ ὑποσχεμένα σέ σένα ἀγαθά. Ἄν παρακούσης, εἶναι γραμμένη ἡ ἀπειλή, ποὺ σοῦ εὔχομαι νὰ μὴν τὴ δοκιμάσης, ἀλλάζοντας τὴ γνώμη σου στὸ καλύτερο. Ἔτσι ὁ πλοῦτος σου θὰ γίνη ἡ ἐξαγορὰ σου καὶ θὰ βαδίσης στὰ οὐράνια ἀγαθὰ ποὺ σὲ περιμένουν μὲ τὴ χάρη ἐκείνου ποὺ ἐκάλεσε ὅλους μας στὴ βασιλεία του. Σ’  αὐτὸν ἀνήκει ἡ δόξα καὶ ἡ δύναμη στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου