Κουμπιά

Κυλιόμενο Μήνυμα

Εμφάνιση αναρτήσεων με ετικέτα Παναγιώτης Τρεμπέλας. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Παναγιώτης Τρεμπέλας. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 30 Νοεμβρίου 2024

Ἡ εὐαγγελικὴ περικοπὴ τῆς Κυριακῆς ΙΔ΄ Λουκᾶ. Ἀπόδοση Παναγιώτου Τρεμπέλα

Ἡ εὐαγγελικὴ περικοπὴ τῆς Κυριακῆς ΙΔ΄ Λουκᾶ

Κατὰ Λουκᾶν, κεφάλαιο ΙΗ΄, ἐδάφια 18-35

35 ᾿Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τύφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. 37 Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαύΐδ, ἐλέησόν με· 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαύΐδ, ἐλέησόν με. 40 Σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν 41 λέγων· τί σοὶ θέλεις ποίήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. 42 Καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σοῦ σέσωκέ σέ. 43 Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δὸξάζων τὸν Θὲόν· καὶ πᾶς ὁ λὰὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς ΙΔ΄ Λουκᾶ. Ἀπόδοση Παναγιώτου Τρεμπέλα

Ἡ Ἀποστολικὴ περικοπὴ τῆς Κυριακῆς ΙΔ΄ Λουκᾶ
Πρὸς Ἐφεσίους, κεφάλαιο Β΄, ἐδάφια 4-10

4 Ὁ δὲ Θὲὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτι ἔστε σεσωσμένοι· 6 καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ᾿Ιησοῦ, 7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ ᾿Ιησοῦ.