Σάββατο 18 Οκτωβρίου 2014

Κυριακή Γ΄Λουκᾶ. Ἁγίου Γρηγορίου Παλαμᾶ


Κυριακή Γ΄ Λουκᾶ (Λουκ. ζ΄11-16)
Εἰς τὸ τῆς τρίτης Κυριακῆς τοῦ Λουκᾶ Εὐαγγέλιον ὑπόθεσιν
ἔχον τὸν ὑπὸ τοῦ Κυρίου ἐγερθέντα τῆς χήρας παῖδα. Ὁμιλία μβ΄.



Τὸ θεῖον καὶ κοινωφελὲς ὁ μέγας Παῦλος τῆς πίστεως ἐνδεικνύμενος, καὶ καταγγέλων αὐτῆς τὰ ἔργα καὶ τὰ ἆθλα καὶ τοὺς καρποὺς καὶ τὴν δύναμιν, ἀπ’ αὐτῶν μὲν ἄρχεται τῶν αἰώνων, ὧν οὐδὲν ἀρχαιότερον, Πίστει, λέγων, νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ρήματι Θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι, τελευτᾷ δὲ εἰς τὴν μέλλουσαν παγκοσμίαν ἀνάστασιν, καὶ τὴν κατ’ αὐτὴν τῶν ἁγίων τελείωσιν, ἧς οὐδὲν τελεώτερον· μεταξὺ δὲ τῶν ἐν τῆ πίστει θαυμασθέντων καὶ δι’ ἑαυτῶν ταύτῃ συμμαρτυρούντων ποιούμενος τὸν κατάλογον καὶ τοῦτό φησιν, ὅτι διὰ πίστεως ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Αἱ δὲ εἰσιν ἥ τε Σαραφθία καὶ ἡ Σουμανῖτις, ὧν ἡ μὲν τὸν υἱὸν θανόντα παρὰ τοῦ προφήτου Ἠλιοῦ πάλιν ἔλαβε ζῶντα, ἡ δὲ Σουμανῖτις παρὰ τοῦ Ἐλισσαίου τὸν ἑαυτῆς, ἑκατέρα δὲ τούτων μεγάλην δι’ ἔργων ἐπεδείξατο πίστιν·  ἡ μὲν Σαραφθία κατὰ πίστιν φθάσασα τὴν ἐπηγγελμένην παρὰ τοῦ προφήτου τῶν ἐδωδίμων αὔξησιν, καὶ πρὸ τῶν παίδων θρέψασαι τοῦτο ἐκ τῆς τοῦ ἀλεύρου δρακὸς καὶ τοῦ ὀλίγου ἐλαίου, ἅ μόνα φαγεῖν εἶχε, καὶ μετὰ τῶν παίδων ἀποθανεῖν.  Ἀλλὰ καὶ τοῦ υἱοῦ αὐτῆς μετὰ τὴν Ἠλιοῦ παρουσίαν ἀρρωστήσαντος καὶ ἀποθανόντος· Ἦν γάρ, φησίν, ἡ ἀρρωστία αὐτοῦ μεγάλη σφόδρα ἕως οὐκ ἀπελείφθη ἐν αὐτῷ πνεῦμα ζωῆς·  αὕτη οὐκ ἀπώσατο τὸν προφήτην, οὐκ ἐμέμψατο, οὐκ ἀπεπήδησε τῆς, ἥν παρ’ αὐτοῦ ἐδιδάχθη θεοσεβείας, ἀλλ’ ἑαυτῆς κατηγόρησε, καὶ τὰς οἰκείας ἁμαρτίας, αἰτίας εἶναι τοῦ πάθους ἐνόμισεν, ἄνθρωπον μὲν τοῦ Θεοῦ τὸν Ἠλίαν ἐπ’ αὐτῆς καλοῦσα τῆς συμφορᾶς, ἑαυτὴν δὲ μᾶλλον καταιτιωμένη καὶ λέγουσα πρὸς αὐτὸν προτρεπτικῶς μᾶλλον ἤ σκωπτικῶς, Τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρὸς με ἀναμνῆσαι τὰς ἁμαρτίας μου καὶ θανατῶσαι τὸν υἱόν μου.  Φῶς εἶ σύ, φησί, κατὰ μέθεξιν, ὡς φωτὸς τοῦ τῆς δικαιοσύνης διάκονος, καὶ παραγενόμενος ἐμφανῆ μου τὰ ἀφανῆ πεποίηκας ἁμαρτήματα, ταῦτα δὲ μου τὸν υἱὸν ἐθανάτωσαν. Ὁρᾶτε πίστιν γυναικὸς ἀλλοφύλου, ὁρᾶτε ταπείνωσιν. Διὰ τοῦτο  καὶ τὴν ἐκλογὴν εἰκότως ἔλαβε παρὰ τοῦ Θεοῦ τὴν ἀρχήν, καὶ πρόγραμμα γενέσθαι κατηξιώθη τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ πίστεως, ὕστερον δὲ καὶ τὸν παῖδα ζῶντα ἐδέξατο. Ἡ δὲ Σουμανῖτις καὶ ἀφ’ ὧν εἶπε πρὸς τὸν ἄνδρα αὐτῆς περὶ Ἐλισσαίου, καὶ ἀφ’ ὧν ἡτοίμασε πρὸς ὑποδοχὴν τῷ προφήτῃ, καὶ ἀπὸ τῆς φιλοσοφίας ἥν ἐπεδείξατο τοῦ παιδὸς θανόντος, τὴν πίστιν ἔδειξε.  Κρύψασα γὰρ ἡσυχῇ τὸ πάθος ἐπὶ τὸν προφήτην ἔδραμε, καὶ εἵλκυσεν ἐπὶ τὴν οἰκίαν, πρὸς αὐτὸν εἰποῦσα, «Ζῇ Κύριος, καὶ ζῇ ψυχή του, εἰ ἐγκαταλείψω σε».  Καὶ διὰ τῆς πίστεως ταύτης ἀναστάντα τὸν υἱὸν παρὰ τοῦ προφήτου ἐδέξατο, ὡς μὴ μᾶλλον εἶναι τῶν προφητῶν ἐκείνων τὸ ἐξαίρετον τοῦτο θαῦμα ἤ τῆς τῶν δεξαμένων τοὺς ἀναστάντας μητέρων πίστεως· καθάπερ καὶ ὁ Παῦλος ὑπέφηνεν εἰπών·  «Διὰ πίστεως ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν».
Ἀλλὰ καίτοι συνεργὸν ἔχοντες τῶν μητέρων οἱ προφῆται τὴν πίστιν καὶ τὴν πρὸς Θεὸν εὐαρέστησιν, ὁ μὲν Ἠλιοὺ τὰ τε ἄλλα πεποίηκε, καὶ μετ’ ὀλοφυρμοῦ πρὸς τὸν Θεὸν ἀνεβόησεν·  Οἴμοι, λέγων, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ’ ἧς ἐγὼ κατοικῶ, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς, καὶ ἐπεκαλέσατο καὶ εἶπε, Κύριε ὁ Θεός μου, ἐπιστραφήταω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτό. Καὶ ἐγένετο οὕτως. Ὁ δὲ Ἐλισσαιὲ μὴ μόνον προσφέρυ τῷ παιδαρίῳ περιιὼν καὶ ἀνακάμπτων ἕως ἑπτάκις, ἀλλὰ καὶ προσηύξατο πρὸς Κύριον κατὰ τὸ γεγραμμένον, καὶ οὕτω τὸν τῆς Σουμανίτιδος ἀνεζώωσεν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὴν σήμερον ἀναγινωσκομένην τοῦ Εὐαγγελίου φωνὴν σπλαγχνισθεὶς ἐπὶ τῇ χήρᾳ ἧς ὁ υἱὸς ἐξεκομίζετο τεθνηκώς, καὶ μηδὲν μελλήσας, μηδὲ πραγματευσάμενος, μηδ’ εὐξάμενος, ἀλλὰ προστάγματι μόνῳ δοὺς ἐκ νεκροῦ ζῶντα τὸν μονογενῇ τῇ πενθούσῃ μητρί, μόνος ἔδειξεν αὐτὸς ὤν ὁ ζωῆς καὶ θανάτου Κύριος. Ἐγένετο, φησὶν ὁ εὐαγγελιστὴς, ἐν τῇ ἑξῆς ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν. Αὐτόκλητος ἐπὶ τὸ μέγα θαῦμα τοῦτο τῆς ἀναστάσεως ὁ Κύριος ἔρχεται, ἵνα δείξῃ μὴ μόνην τὴν ζωοποιὸν δύναμιν, ἀλλὰ καὶ τὴν ἀγαθότητα καὶ τὴν εὐσπλαχνίαν ἀσύγκριτον ἔχων. Τῷ μὲν Ἠλίᾳ οἷον καὶ ἐπέσκωψεν ἡ Σαραφθία κινοῦσα, πρὸς τὴν τοῦ παιδὸς ἀναβίωσιν· τὸν δὲ Ἐλισσαῖον προδιδάξασα μὴ προϊδόντα τὸ πάθος, εἶτα καὶ κατηνάγκασεν ἡ Σουμανῖτις. «Ζῇ, λέγουσα, Κύριος, καὶ ζῇ ἡ ψυχή του, εἰ ἐγκαταλείψω σε»!  Ὁ δὲ Κύριος καὶ προγινώσκει παρ’ ἑαυτοῦ, καὶ μηδενὸς ἐκκαλουμένου πορεύεται πρὸς τὴν πόλιν, ἀφ’ ἧς ὁ τεθνηκὼς ἐξεκομίζετο παῖς. Ἐπορεύετο δέ, φησίν, ἐν τῇ ἑξῆς. Καὶ τοῦτο πανσόφως ὁ εὐαγγελιστὴς ὑπεσημάνατο. Ὑπογράφει γὰρ ἡ τοῦ παιδὸς τῆς χήρας ἀνάστασις τὴν ἀνακαίνισιν τοῦ ἡμετέρου νοῦ. Χήρα γὰρ ἦν καὶ ἡ καθ’ ἡμᾶς ψυχὴ διὰ τὴν ἁμαρτίαν στερηθεῖσα τοῦ οὐρανίου νυφμίου, ἔχουσα καθάπερ τινὰ μονογενῆ τὸν οἰκεῖον ἑκάστῃ νοῦν, ὅς τεθνηκὼς ἦν τῷ κέντρῳ τῆς ἁμαρτίας ἀπολέσας τὴν ὄντως ζωήν. Ἐξεκομίζετο δε καὶ οὗτος, πορρωτέρω δήπου Θεοῦ γινόμενος ὑπὸ τῶν ἀγόντων αὐτὸν παθῶν εἰς ἄδου καὶ ἀπωλείας βυθούς, ἀλλὰ πορευθεὶς ἐφ’ ἡμᾶς ὁ Κύριος, καὶ Ἐπιστὰς ἤδη τῇ διὰ σαρκὸς αὐτοῦ παρουσίᾳ καὶ ἀνεκαίνισε καὶ ἀνήγειρεν.  Αὕτη δὲ οὐκ ἐξ ἀρχῆς ἐφ’ ἡμᾶς, ἀλλ’ ὕστερον ἐπ’ ἐσχάτων αἰώνων γέγονε. Διὰ τοῦτο οὐδὲ τοῦτο παρῆκεν ὁ εὐαγγελιστὴς ἐπορεύετο, λέγων, ἐν τῇ ἑξῆς ὁ Ἰησοῦς ἀναστήσων τὸν τεθνηκότα τῆς χήρας παίδα, καὶ ταύτης τὸ πένθος εἰς εὐφροσύνην μετασκευάσων.  Προσέχετε τοῖς λεγομένοις τὸν νοῦν, ἀδελφοί, παρακαλῷ·  καὶ ὑμῶν γὰρ ἕκαστος ἐὰν αἴσθησιν λάβῃ τοῦ ἐν αὐτῷ τεθνηκότος, καὶ τὰς οἰκείας ἁμαρτίας θρηνῇ πενθῶν, καὶ σκυθρωπάζων διὰ  ταύτας ἐν μετανοίᾳ, πορεύσεται καὶ πρὸς αὐτὸς ὁ Παράκλητος ζωὴν παρέχων καὶ παράκλησιν τὴν αἰώνιον.  Μακάριοι γάρ, φησίν, οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται.
Ἀλλ’ ἐπορεύετο, φησίν, ὁ Ἰησοῦς, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. Ὁ μὲν Ἠλίας μονοῦται μέλλων ἀναστήσειν τὸν τῆς Σαραφθίας, καὶ ὁ Ἐλισσαῖος ἀναβὰς εἰς τὸ ὑπερῷον, ἔνθα ὁ τεθνηκὼς ἔκειτο, ἀπέκλεισε τὴν θύραν, ὡς ἡ ἱστορία φησί, κατὰ τῶν δύο αὐτῶν, τῆς τε Σουμανίτιδος καὶ τοῦ οἰκείου μαθητοῦ Γιεζῆ. Ἐπεὶ γὰρ ἐκτενεστάτης ἦν αὐτοῖς πρὸς τὸν Θεὸν δεήσεως χρεία, πεφύκασι δὲ οἱ ἄνθρωποι μονωθέντες τὸν νοῦν ἀπασχολεῖν τελεώτερον, καὶ πρὸς τὸν Θεὸν ὅλον ἀνατείνειν ἔχειν, διὰ τοῦτο καὶ τῶν οἰκειοτάτων ἐχώρισαν ἑαυτούς·  ὁ δὲ Κύριος, ὡς ἀληθῶς ζωῆς ἔχων καὶ θανάτου τὴν ἐξουσίαν καὶ μηδαμῶς προσευχῆς ἐπὶ τῷ ζωῶσαι τὸν παῖδα δεόμενος, οὐ μόνον τοὺς οἰκείους μαθητὰς εἶχε μεθ’ ἑαυτοῦ, ἀλλὰ καὶ ὄχλον  πολύν, τὸν μὲν αὐτὸς ἦγε, τὸν δὲ περὶ τὸν ἐκφερόμενον εὗρε.  Καὶ πάντων ὁρώντων καὶ ἀκουόντων προστάγματι μόνῳ τὸν νεκρὸν ἐζώωσεν, ὑπὸ φιλανθρωπίας παρρησίᾳ τοῦτο ποιήσας, ἵνα πάντας ἐφελκύσηται πρὸς τὴν εἰς αὐτὸν σωτήριον πίστιν. Ὡς γὰρ ἤγγισε, φησί, τῇ πύλῃ τῆς πόλεως, ἐξεκομίζετο τεθνηκώς. Προειδὼς γὰρ καὶ αὐτὴν τῆς ἐκφορᾶς τὴν ὥραν εἰς καιρὸν ἐπέστη. Ἐξεκομίζετο οὖν τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ χήρα, τὰ αὐτὰ τῇ πενθούσῃ, καὶ τὴν λύπην ηὔξησε πολλαπλασίαν, καὶ τὴν λύσιν ἐξαισίαν ἤνεγκεν. Ἰδὼν γὰρ ὁ Κύριος μητέρα, καὶ μητέρα χήραν, ἐφ’ ἑνὶ παιδὶ τὰς ἐλπίδας σαλεύουσαν, καὶ ἀώρῳ θανάτῳ τοῦτο ἀφῃρημένην, ἑπομένην τε τῇ σορῷ τοῦ παιδὸς καὶ καπτομένην ἐλεεινῶς, ἐσπλαγνίσθη, φησί.  Πῶς γὰρ οὐκ ἔμελλεν, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν; καὶ εἶπε πρὸς αὐτὴν παραμυθούμενός τε καὶ τὸ μέλλον προωρῶν, Μὴ κλαῖε. ᾜδει μὲν γὰρ ἐκεῖνος, τί ἔμελλε ποιεῖν. Ἡ δὲ γυνὴ οὔτε αὐτὸν ᾔδει, πολλῷ μᾶλλον οὐδὲ τὸ μέλλον. Διὸ οὐδὲ πίστιν εἶχεν, οὐδὲ ἤτει παρ’ αὐτοῦ τι, οὐδὲ αὐτὸς ἀπῄτει πίστιν παρ’ αὐτῆς. Ἀλλὰ πάντα δυνάμενος, καὶ μηδὲ τῆς ἀπὸ τῶν πιστευόντων συνεργείας δεόμενος, προσελθὼν ἥψατο τῆς σοροῦ, ἵνα δείξῃ καὶ τὸ οἰκεῖον σῶμα ζωοποιὸν ἔχων, ὡς ὁμόθεον, δύναμιν, καὶ εἶπε, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρός. Ἤκουσε γὰρ ὁ κωφὸς χοῦς τοῦ καλοῦντος τὰ μὴ ὄντα, ὡς ὄντα, ἤκουσε τοῦ τὰ πάντα φέροντος τῷ ρήματι τῆς δυνάμεως αὐτοῦ, ἤκουσεν οὐ φωνὴν ἀνθρώπου θεοφόρου, ἀλλὰ Θεοῦ ἐναθρωπήσαντος.  Καὶ μὴ μόνο ἀνεκάθισεν ὁ νεκρός, ἀλλὰ καὶ ἤρξατο λαλεῖν.  Καὶ ἐπὶ τοῦ υἱοῦ γὰρ τῆς Σαρφθίας, χήρας, ἡνίκα ἐπέστρεψεν ἡ ψυχὴ αὐτοῦ εἰς αὐτόν, ἀνεβόησεν εὐθὺς τὸ παιδίον κατὰ τὴν ἱστορίαν. Δεῖγμα δὲ τοῦτο τοῦ μὴ κατὰ φαντασίαν εἶναι τὴν ἀνάστασιν. Ὁ μὲν οὖν Ἠλίας, ἕνα διὰ προσευχῆς, καὶ ὁ Ἐλισσαῖος ἔτι ζῶν ἕτερον ἀνέστησε νεκρόν, πιστούμενοι καὶ προδεικνύντες τὴν θεανδρικὴν τοῦ Χριστοῦ ζωοποιὸν ἐνέργειαν· ὁ δὲ Κύριος τρεῖς μὲν ἐκ νεκρῶν ἤγειρε προστάγματι πρὸς τοῦ σταυροῦ, τὸν παῖδα τῆς χήρας τοῦτον, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, καὶ τὸν τετραήμερον Λάζαρον·  ἐν δὲ τῷ σταυρῷ πολλοὺς, οἵ καὶ ἐνεφανίσθησαν πολλοῖς. Πρὸς δὲ τούτοις μετὰ τὸ ὑπὲρ ἡμῶν διὰ σταυροῦ θάνατον ἑαυτὸν ἀνέστησε, μᾶλλον δὲ ἐξανέστησε τρίημερον, μόνος αὐτὸς ἀρχηγὸς γεγονὼς τῆς ἀϊδίου ζωῆς. Οἱ γὰρ  ἄλλοι πάντες εἰ καὶ ἀνέστησαν, ἀλλὰ τῆς θνητῆς πάλιν καὶ καθ’ ἡμᾶς μετέλαχον ζωῆς·  Χριστοῦ δὲ ἐκ νεκρῶν ἀναστάντος, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.  Διὸ καὶ μόνος ὁ Κύριος ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο, τοὐτέστι τῶν πιστῶν, καὶ ἐπ’ ἐλπίδι ἀναστάσεως καὶ ζωῆς αἰωνίου τῶν ὧδε μεταναστάντων. Ἀπαρχὴ γοῦν τῶν κεκοιμημένων ἐγένετο,  καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἡμῖν ἐπιστώσατό τε καὶ ἐπηγγείλατο οὐ τὴν καθ’ ἡμᾶς ζωὴν ταύτην, τὴν θνητὴν καὶ ἐπίκηρον, ἅτε ψυχικῷ πνεύματι διοικουμένην, ἀλλὰ τὴν ἐν ἐλπίσιν ἡμῖν ἀποκειμένην ἔνθεον καὶ ἀθάνατον καὶ αἰώνιον.  Αὕτη γὰρ αὐτοῦ δῶρον ὄντως θεοπρεπέστατον. Ὡς οὖν μὴ ταύτην ἐνταῦθα παρέχον τοῖς ὑπ’ αὐτοῦ ἀναστᾶσιν, ἀλλὰ τὴν θανάτῳ διακοπτομένην, οὐκ αὐτοῖς αὐτὴν χαριζόμενος παρέχει, ἀλλὰ δι’ ἑτέρους τοῦτο ποιεῖ, ἐνάγων πρὸς πίστιν αὐτούς, ἥ πρόξενός ἐστι τῆς αἰωνίου ζωῆς. Κἀνταῦθα γὰρ οὐ τὸν παῖδα δι’ ἑαυτὸν, ἀλλὰ διὰ τὴν μητέρα, σπλαχνισθεὶς ἐπ’ αὐτῇ, τὸν παῖδα ἀνέστησεν, ὡς ὁ εὐαγγελιστὴς σαφῶς ἱστορεῖ. Διὸ καὶ ἀναστήσας ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
 Ἀλλ’ ὁρᾶτε, πῶς ὁ Κύριος σπλαχνισθεὶς ἐπὶ τῇ χήρᾳ πενθούσῃ τὸν υἱὸν, οὐ παραμυθητικοῖς μόνον πρὸς αὐτὴν ἐχρήσατο λόγοις, ἀλλὰ καὶ δι’ ἔργον αὐτὴν ἐθεράπευσεν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν πρὸς δύναμιν, καὶ μὴ λόγῳ μόνῳ συμπαθεῖς ὧμεν τοῖς κακῶς πάσχουσιν, ἀλλὰ καὶ δι’ ἔργων τὸ πρὸς αὐτοὺς συμπαθὲς ἐπιδείξωμεν. Ἐὰν γὰρ ἡμεῖς πάσῃ δυνάμει τὴν εὐποιΐαν ἐπιδειξώμεθα, καὶ ὁ Θεὸς ἀμειβόμενος πάσῃ δυνάμει τὴν πρὸς ἡμᾶς εὐποιΐαν ἀντεπιδείξεται. Συνορᾶτε δὴ τὴν ὑπεροχὴν καὶ τὴν ὑπερβολὴν τῆς ἀμοιβῆς ὅση. Καθόσον γὰρ ὑπερέχει Θεὸς ἀνθρώπου, κατὰ τοσοῦτο καὶ ἡ δύναμις ἐκείνου τῆς ἀνθρωπίνης δυνάμεως, καὶ ἡ παρὰ τῆς δυνάμεως ἐκείνης ἐκτελουμένη χάρις τῆς παρ’ ἡμῶν διδομένης. Εἴ τις ὀβολοὺς ἤτει χαλκοῦς, καὶ στατῆρας ἀντεδίδου χρυσοῦς, τίς οὐκ ἄν ἠσπάσατο τὸ συνάλλαγμα; Νῦν δὲ οὐ χάλεια χρυσείων ἐστὶν ἀλλάξασθαι, μετάλλων ἀμφοῖν τῇ φύσει σχεδὸν ὁμοτίμων, ἀλλ’ ἀνθρώπινα παρασχεῖν, καὶ κομίσασθαι θεῖα, καὶ ἀνθρώπινα πρὸς ἀνθρώπους, ὅ καὶ φυσικὸν ἔστιν ὄφλημα. Τὸ γὰρ πρὸς ἀλλήλους συμπαθὲς καὶ τὸν ἔλεον  ἀλλήλοις  πάντως ἐκ τοῦ  πεφυκότος  ὀφείλομεν. Ἄν δὲ καὶ πρὸς τοὺς πολυτρόπους εἰς ἡμᾶς τοῦ Θεοῦ ἀπίδωμεν οἰκτιρμούς, ὑπὲρ ὧν οὐδὲν αὐτὸς ἕτερον ἀπαιτεῖ παρ’ ἡμῶν ἤ τὸ πρὸς ἀλλήλους συγγνωμικόν τε καὶ κοινωνικὸν καὶ φιλάνθρωπον, λέγων, «Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν, δίδοτε, καὶ δοθήσεται ὑμῖν», πῶς οὐχ ὡς ἀπαραίτητον χρέος, ἐφ’ ὅσον ἔχομεν, δι’ ἔργων πρὸς τοὺς δεομένους τῶν ἀδελφῶν τὴν συγγνώμην καὶ τὸν ἔλεον ἀποδώσομεν; Ἐπεὶ δὲ μὴ μόνον ἠλεήθημεν παρὰ Θεοῦ, καὶ τοσαῦτα εὐηργετήθημεν, ὅσα οὐδὲ ἀπαριθμήσασθαι δυνατόν, ἀλλὰ καὶ ἐγγύας πάλιν ἐλάβομεν παρ’ αὐτοῦ, μέτρῳ καλῷ καὶ πεπιεσμένῳ τῆς πρὸς τοὺς ἀδελφοὺς εὐποιΐας λήψεσθαι τὴν ἀντίδοσιν, τί μὴ πρὸς ταύτην σπεύδομεν ὅση δύναμις, τὶ μὴ καὶ τὴν ζωὴν αὐτὴν ὑπὲρ ἀλλήλων, εἰ δεήσει, κατὰ μίμησιν τοῦ Δεσπότου κατατιθέμεθα, ἴνα ἀντιλάβωμεν παρ’ αὐτοῦ τὴν ζωὴν  τὴν αἰώνιον;  Καίτοι καὶ τοῦτο χρέος ἡμῖν, εἰ καὶ μὴ  πρὸς ἀλλήλου ς ἴσως,  ἀλλὰ πρὸς τὸν δόντα ἑαυτὸν εἰς  θάνατον ὑπὲρ ἡμῶν, οὐκ εἰ λύτρον μόνον, ἀλλὰ καὶ παράδειγμα  καὶ  διδασκαλίαν  ἔπρακτον  ἔργου καὶ λόγου καὶ νοῦ παντὸς ἀσυγκρίτως ὑψηλοτέραν. Εἰς τοῦτο γάρ, φησίν, Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐξακολουθήσωμεν  τοῖς ἴχνεσιν αὐτοῦ, καὶ ἕτοιμοι ὦμεν, εἰ  δεήσει, καὶ τὴν ψυχὴν ἡμῶν θεῖναι, εἰς ἐκπλήρωσιν τῶν ἐντολῶν αὐτοῦ. Οὕτω γὰρ καὶ τῆς ἐν αὐτῷ διαιωνιζομένης ζωῆ ς καὶ βασιλείας μεθέξομεν, συζῶντες ἀϊδίως αὐτῷ καὶ συνδοξαζόμενοι.
Ὁρᾶτε τὸν Μυροχεύμονα τοῦτον, οὗ προσάγουσαν τὴν μνήμην τῆς ἱερᾶς μαρτυρίας προερτάζειν ἠρξάμεθα σήμερον, τὸ αἷμα τοῦ οἰκείου σώματος ἑκὼν ἐξέχεεν ὑπὲρ Χριστοῦ, καὶ ἀένναον αὐτὸ καὶ ἀνεξάντλητον διὰ τοῦτο πεποίηκε πηγὴν παλυειδῶν θαυμάτων, ἁγιασμοῦ ψυχῆς, καὶ σώματος εὐωδεστάτου καὶ ἱερωτάτου μύρου.  Καίτοι ψυχὴ μὲν ἡ τοῦ μεγαλομάρτυρος τὴν μετ’ ἀγγέλων ἀΐδιον καὶ ἀναλλοίωτον δόξαν ἀπολαβοῦσα νῦν ἔχει δικαίος ἐν οὐρανοῖς·  τὸ δὲ σῶμα οὔπω ἐκείνῃ συνεδοξάσθη, ἀλλ’ οἷόν τι πρόγραμμα καὶ τύπος καὶ σύμβολόν ἐστι τὰ παρόντα πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι περὶ αὐτὸ θειοτάτην καὶ οὐράνιον δόξαν. Εἰ δὲ τὸ πρόγραμμα καὶ ὁ τύπος τοιοῦτος, τί τὸ μέλλον ἐκεῖνο τέλος; Πάντως ἄρρητόν τε καὶ ἀνεννόητον. Γένοιτο δὲ καὶ ἡμᾶς ταῖς πρεσβείαις τοῦ ἐν μάρτυσι μυροχεύμονος ὥσπερ ἐνταῦθα τοῦ προχεομένου παρ’ αὐτοῦ θείου μύρου τούτου μεταλαμβάνομεν, οὕτω καὶ τότε τῆς δόξης ἐκείνης θεωροὺς καὶ μετόχους εἶναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐνδοξαζομένου τοῖς οἰκείοις μάρτυσιν Ἰησοῦ Χριστοῦ τοῦ ἐπὶ πάντων Θεοῦ, ᾧ πρέπει πᾶσαι δόξα εἰς ἀπεράντους αἰῶνας. Ἀμήν.
Παρουσιάζοντας ὁ μέγας Παῦλος τὴ θεϊκότητα καὶ τὴν ὠφελιμότητα τῆς πίστεως καὶ ἀναφέροντας τὰ ἔργα της καὶ τοὺς ἄθλους καὶ τοὺς καρποὺς καὶ τὴ δύναμή της, ἀρχίζει ἀπὸ τὴν ἴδια τὴν ἀρχὴ τῶν αἰώνων, ἀπὸ τοὺς ὁποίους τίποτα δὲν ὑπάρχει ἀρχαιότερο.  Μὲ τὴν πίστη, λέει, κατανοοῦμε ὅτι ἀποτελέστηκαν οἱ αἰῶνες μὲ τὸ λόγο τοῦ Θεοῦ, ὥστε νὰ δημιουργηθοῦν τὰ ὁρατὰ ἀπὸ ἀόρατα καὶ τελειώνει στὴ μελλοντική, παναθρώπινη ἀνάσταση καὶ τὴν τελείωση τῶν ἁγίων, ποὺ θὰ συμβῆ τότε, ἀπὸ τὴν ὁποία τίποτα δὲν εἶναι τελειότερο. Κι ἐνῶ κάμει τὸν κατάλογο ἐκείνων ποὺ θαυμάστηκαν γιὰ τὴν πίστη τους καὶ μὲ τὸ παράδειγμά τους δίνουν μαρτυρία γι’ αὐτὴν, προσθέτει καὶ τοῦτο·  Ἐξ αἰτίας τῆς πίστης τους ξαναπῆραν γυναῖκες μὲ ἀνάσταση τοὺς νεκρούς τους.  Καὶ αὐτὲς εἶναι ἡ Σαμαφθία καὶ ἡ Σουμανίτιδα. Ἀπ’ αὐτὲς ἡ πρώτη πῆρε ζωντανὸ τὸ νεκρὸ γιό της μὲ θαῦμα τοῦ προφήτη Ἠλία, καὶ ἡ Σουμανίτιδα μὲ θαῦμα τοῦ Ἐλισσαίου τὸ δικό της. Ἡ κάθε μία ἀπ’ αὐτὲς ἔδειξε μὲ τὰ ἔργα της μεγάλη πίστη.  Ἡ Σαραφθία εἶδε  τὴν  αὔξηση τῶν τροφίμων, ποὺ εἶχε ὑποσχεθῆ ὁ προφήτης καὶ πρὶν ἀπὸ τὰ παιδιά της  ἔθρεψε τὸν προφήτη ἀπὸ τὴ φούχτα τὸ ἀλεύρι καὶ τὸ λίγο λάδι, ποὺ μόνο εἶχε νὰ φάη μαζὶ μὲ τὰ παιδιά της καὶ νὰ πεθάνη. Ἀλλὰ  καὶ ὅταν μετὰ τὸν ἐρχομὸ τοῦ Ἠλία ἀρρώστησε καὶ πέθανε ὁ γιός της -ἦταν μεγάλη ἡ  ἀρρώστια του, ὥσπου δὲν τοῦ ἀπόμεινε πιὰ πνοὴ  ζωῆς- αὐτὴ δὲν ἔδιωξε τὸν προφήτη, οὔτε τὸν κατηγόρησε, οὔτε ξέφυγε ἀπὸ τὴ θεοσέβεια ποὺ εἶχε ἀπ’ αὐτὸν διδαχθῆ, ἀλλὰ κατηγόρησε τὸν ἑαυτό της  καὶ νόμισε  ὅτι  οἱ ἁμαρτίες της ἦταν αἰτία τῆς δυστυχίας της. Ἔλεγε μέσα στὴ συμφορά της τὸν  Ἠλία «ἄνθρωπο τοῦ Θεοῦ» κι ἔριχνε τὶς αἰτίες στὸν ἑαυτό της. Τοῦ ἔλεγε σοβαρὰ καὶ  καθόλου εἰρωνικά, τί θέλεις ἀπὸ μένα ἄνθρωπε  τοῦ Θεοῦ; Μπῆκες στὸ σπίτι μου γιὰ  νὰ μοῦ θυμίσης τὶς ἁμαρτιές  μου καὶ νὰ  θανατώσης τὸ γιό μου; Εἶσαι φῶς, λέει, κατὰ συμμετοχή, ἐπειδὴ εἶσαι ὑπηρέτης τοῦ φωτὸς τῆς δικαιοσύνης καὶ μὲ τὸν  ἐρχομό σου  ἔκαμες φανερὰ τὰ ἀθώρητα ἀμαρτήματά μου. Αὐτὸ σκότωσε τὸ γιό μου. Βλέπετε πίστη γυναίκας ἀλλόφυλης, βλέπετε ταπείνωση;  Γι’ αὐτὸ καὶ πρώτη ἔλαβε τὴν ἐκλογὴ ἀπὸ τὸ Θεὸ καὶ ἀξιώθηκε νὰ γίνη τὸ πρότυπο τῆς  κλήσης  καὶ τῆς πίστεως τῶν ἐθνῶν. Ἔπειτα ἔλαβε ζωντανὸ καὶ τὸ γιό της. Ἡ Σουμανίτιδα πάλι καὶ ἀπὸ ὅσα εἶπε στὸν ἄνδρα της γιὰ τὸν Ἐλισσαῖο κι’ ἀπὸ τὴν ἑτοιμασία της νὰ τὸν ὑποδεχθῆ καὶ ἀπὸ τὴν μετριοπάθεια ποὺ ἔδειξε, ὅταν πέθανε τὸ παιδί της, φανέρωσε τὴν πίστη της. Ἀφοῦ ἔκρυψε σιωπηλὰ τὸ δυστύχημά της ἔτρεξε στὸν προφήτη, τὸν τράβηξε  στὸ σπίτι της λέγοντας·  «Ζῆ ὁ Κύριος  καὶ ζῆ ἡ ψυχή του, ἄν σ’  ἐγκαταλείψω».  Μὲ τὴν πίστη της αὐτὴ ἔλαβε ἀναστημένο ἀπὸ τὸν προφήτη τὸ γιό της. Ὥστε δ ὲν εἶναι κατόρθωμα τῶν προφητῶν ἐκείνων τὸ ἐξαιρετικὸ αὐτὸ θαῦμα, οὔτε τῆς πίστης μόνο τῶν μητέρων ἐκείνων, ποὺ δέχτηκαν τοὺς ἀναστημένους. Αὐτὸ κι ὁ Παῦλος ἀφήνει νὰ ἐννοηθῆ, λέγοντας·  Ἐξ αἰτίας τῆς πίστης τους ἔλαβαν γυναῖκες μὲ ἀνάσταση τοὺς νεκρούς τους.
Ἀλλὰ μόλο ποὺ οἱ προφῆτες εἶχαν συνεργό τους τὴν πίστη τῶν μητέρων καὶ εὐαρέσκεια πρὸς τὸ Θεό, βρῆκαν δυσκολία. Ὁ Ἠλίας, ἐκτὸς ἀπὸ τὰ ἄλλα, φώναζε μὲ θρῆνο πρὸς τὸ Θεό· ἀλλοίμονο, Κύριε, σὺ ποὺ προστατεύεις τὴ χήρα, ποὺ στὸ σπίτι της ἔχω κατοικία, σὺ ὡδήγησες στὸ θάνατο τὸ γιό της. Ἔπειτα τὸν ἐπικαλέστηκε καὶ εἶπε, Κύριε ὁ Θεός μου, ἄς ἐπιστρέψη  στὸ παιδάριο ἡ ψυχή του.  Κι ἔγινε ἔτσι. Ὁ Ἐλισσαῖος πάλι ὄχι μόνο στάθηκε κοντὰ στὸ παιδὶ γυρίζοντας γύρω του ἑφτὰ φορὲς ἀλλὰ καὶ προσευχήθηκε στὸν Κύριο, ὅπως εἶναι γραμμένο καὶ ἔτσι ξαναζωντάνεψε τὸ γιὸ τῆς Σουμανίτιδος. Ὁ Κύριος μας ὅμως Ἰησοῦς Χριστός, κατὰ τὸ σημερινὸ ἀνάγνωμσα τοῦ Εὐαγγελίου, σπλαχνίστηκε τὴ χήρα, ποὺ ἔπαιραν τὸ γιό της νεκρό. Δὲν καθυστέρησε καθόλου, δὲν ἐκοπίσασε, δὲν προσευχήθηκε· ἔδωσε πίσω ζωντανὸ  ἀπὸ νεκρὸ τὸ γιό της στὴ  λυπημένη  μάνα  καὶ  ἔδειξε ὅτι αὐτὸς εἶναι ὁ μόνο Κύριος τῆς ζωῆς καὶ τοῦ θανάτου –Πήγαινε ἔπειτα ὁ Ἰησοῦς  γράφει  ὁ Εὐαγγελιστής, σὲ  μιὰ  πόλη ποὺ  τὴ λένε Ναΐν.  Ἀκάλεστος ἔρχεται ὁ Κύριος γι’ αὐτὸ τὸ μεγάλο  θαῦμα τῆς ἀναστάσεως, γιὰ νὰ δείξη ὅτι δὲν ἔχει μόνο τὴ δύναμη τῆς ζωῆς  ἀλλὰ  καὶ τὴν ἀσύγκριτη καλωσύνη καὶ τὴν συμπάθεια.  Τὸν Ἠλία σὰ νὰ τὸν εἰρωνεύτηκε ἡ Σαραφθία, παρακινῶντας τον στὸ ξαναζωντάνεμα τοῦ παιδιοῦ της. Τὸν Ἐλισσαῖο πάλι ἡ Σουμανῖτις, ἀφοῦ τὸν ἐπληροφόρησε γιὰ τὸ πάθημά της  ποὺ δὲν  τὸ γνώριζε, ἔπειτα τὸν  ὑποχρέωσε λέγοντας. «Ζῆ ὁ Κύριος καὶ ζῆ ἡ ψυχή του, ἄν σ’  ἐγκαταλείψω». Ὁ Κύριος καὶ γνωρίζει  ἀπὸ μόνος του πιὸ μπροστὰ καὶ χωρὶς κανεὶς νὰ τὸν παρακαλῆ πηγαίνει στὴν πόλη, ὅπου γινόταν ἡ κηδεία τοῦ νεκροῦ παιδιού. Πορεύεται  ἔπειτα, λέει. Κι αὐτὸ  πάνσοφα τὸ ὑποδήλωσε ὁ Εὐαγγελιστής. Ἡ ἀνάσταση τοῦ παιδιοῦ τῆς χήρας ὑποδηλώνει  τὴν ἀνακαίνιση τῆς  ψυχῆς μας. Χήρα ἦταν καὶ ἡ  δική μας  ψυχή, ποὺ ἔχασε γιὰ τὶς ἁμαρτίες τὸν οὐράνιο νυμφίο, κι  ἔχει σὰ μονογενῆ της τὸ νοῦ ποὺ τῆς ταιριάζει, ποὺ ἦταν νεκρὸς κι εἶχε χάσει τὴν  ἀληθινή ζωή  ἀπὸ τὸ κεντρί τῆς ἁμαρτίας. Ἐκηδευόταν  κι αὐτός, ἀφοῦ τὰ πάθη ποὺ  τὸν κυβερνοῦσαν τὸν  ἀπομάκρυναν ἀπὸ τὸ Θεὸ καὶ τὸν ὡδήγησαν στοὺς βυθοὺς τοῦ Ἄδη καὶ τῆς ἀπώλειας.  Ἔτρεξε  ὅμως σ’ ἐμᾶς  ὁ Κύριος  κι ἀφοῦ στάθηκε ἀνάμεσά μας μὲ τὴ σαρκικὴ παρουσία του , μᾶς ἀνανέωσε καὶ μᾶς ὤρθωσε. Αὐτὸ δὲν εἶχε γίνει ἀπὸ τὴν ἀρχὴ ἀλλὰ ἀργότερα στοὺς τελευταίους αἰῶνες.  Γι’ αὐτὸ μήτε τοῦτο δὲν τὸ παρέλειψε ὁ Εὐαγγελιστὴς λέγοντας·  Πήγαινε ἔπειτα ὁ Ἰησοῦς γιὰ ν’ ἀναστήση τὸ νεκρὸ γιὸ τῆς χήρας καὶ νὰ μεταβάλη τὸ πένθος  της σὲ χαρά.  Προσέχετε,  παρακαλῶ, ἀδελφοί μου, στὰ λεγόμενα.  Καὶ σὲ καθένα ἀπὸ σᾶς, ἄν αἰσθανθῆ τὸ νεκρὸ ποὺ ἔχει μέσα του καὶ μέσα σὲ πένθος θρηνήση τὶς ἁμαρτίες του καὶ λυπηθῆ   μετανοῶντας  γι’ αὐτές, θὰ βαδίση καὶ πρὸς αὐτὸν ὁ παράκλητος δίνοντάς του  ζωὴ καὶ παρηγορία αἰώνια.  Γιατί λέει·  Μακάριοι ὅσοι πενθοῦν, γιατὶ θὰ παρηγορηθοῦν.
Πορευόταν ἔπειτα λέει ὁ Εὐαγγελιστής, ὁ Ἰησοῦς καὶ συμπορεύονταν μαζί του οἱ μαθηταί, ποὺ δὲν ἦσαν λίγοι καὶ κόσμος πολύς. Ὁ Ἠλίας ἀπομονώνεται, ὅταν εἶναι ν’ ἀναστήση τὸ γιὸ τῆς Σαραφθίας. Κι ὁ Ἐλισσαῖος ἀνέβηκε στὸ ὑπερῶο, ὅπου βρισκόταν ὁ νεκρὸς κι ἔκλεισε, ὅπως περιλαμβάνει ἡ διήγηση τὴ θύρα καὶ γιὰ τῆς δύο, τὴ Σουμανίτιδα καὶ τὸ μαθητή του Γιεζῆ. Ἐπειδὴ εἶχαν ἀνάγκη νὰ προσευχηθοῦν πολλὴ ὥρα στὸ Θεό, κι ἐπειδὴ ἀπὸ τὴ φύση τους οἱ ἄνθρωποι ἀπασχολοῦν τελειότερα τὸ νοῦ τους καὶ τὸν στρέφουν ὁλόκληρο πρὸς τὸ Θεό, ὅταν ἀπομονωθοῦν, γι’ αὐτὸ κι ἀποχωρίστηκαν ἀπὸ τοὺς πιὸ δικούς τους. Ὁ Κύριος ὅμως ἐπειδὴ ἀληθινὰ ἔχει τὴν ἐξουσία τῆς ζωῆς καὶ τοῦ θανάτου καὶ δὲ χρειάζεται καθόλου νὰ προσευχηθῆ γιὰ νὰ ζωοποιήση τὸ παιδί, δὲν εἶχε μονάχα τοὺς δικούς του μαθητάς μαζί του ἀλλὰ καὶ κόσμο πολύ, ποὺ τὸν βρῆκε γύρω ἀπὸ τὸ νεκρό· κι ἐνῶ ὅλοι ἔβλεπαν κι ἄκουγαν, μὲ πρόσταγμα μόνο ἐζωοποίησε τὸ νεκρό. Καὶ τὄκαμε αὐτὸ μπροστὰ σ’ ὅλους ἀπὸ φιλανθρωπία, γιὰ νὰ προσελκύση ὅλους στὴ σωτήρια πίστη πρὸς αὐτόν.  Μόλις πλησίασε στὴν πύλη τῆς πόλης, γράφει, ἔβγαζαν κάποιο νεκρό.  Γνωρίζοντας ἀπὸ πρὶν ἀκόμη καὶ τὴν ὥρα τῆς ἐκφορᾶς φτάνει ὅταν πρέπη. Ἐκήδευαν κἄποιο νεκρό, μονογενῆ τῆς μετέρας του, ποὺ ἦταν χήρα. Εἶχε ὁδηγήσει τὴ λύπη τῆς χήρας στὸ πολλαπλάσιο ἀλλὰ προξένησε καὶ λύση θαυμαστή. Βλέπει ὁ Κύριος μιὰ μητέρα, καὶ μάλιστα χήρα. Γύρω σ’ ἕνα παιδὶ νὰ περιπλέκη τὶς ἐλπίδες της καὶ ἐνῶ τῆς τὄπαιρνε τώρα ἕνας πρόωρος θάντατος, αὐτὴ ἀκολουθοῦσε τὴ σορὸ του θρηνῶντας σπαραχτικά.  Τὴ σπλαχνίζεται ἀμέσως –Πῶς ἀλλιῶς θὰ ἔκανε ὁ πατέρας τῶν ὀρφανῶν καὶ προστάτης τῶν χηρῶν; Τὴ σπλαχνίστηκε καὶ τῆς εἶπε θέλοντας νὰ τὴν παρηγορήση, καθὼς πρόβλεπε τὸ μέλλον· Μὴ κλαῖς. Ἤξαιρε ἐκεῖνος τὶ θὰ ἔκανε, ἡ γυναίκα ὅμως, οὔτε αὐτὸν ἤξερε οὔτε, πολὺ περισσότερο, τὸ μέλλον.  Γι’ αὐτὸ καὶ δὲν εἶχε πίστη, οὔτε γύρευε τίποτα ἀπ’  αὐτήν. Ἀλλὰ καθὼς ἦταν παντοδύναμος καὶ δὲν εἶχε ἀνάγκη ἀπὸ τὴ βοήθεια ἐκείνων ποὺ πίστευαν, πλησίασε καὶ ἄγγιξε τὴ σορό, γιὰ νὰ δείξη ὅτι καὶ τὸ δικό του σῶμα, σὰν ὁμόθεο, εἶχε δύναμη ζωοποιό, τοῦ εἶπε· παλληκάρι, σοῦ λέγω σηκώσου. Ὁ νεκρὸς ἀνακάθεται. Ἄκουσε ἡ κουφὴ ὕλη αὐτὸν ποὺ καλοῦσε τὰ ἀνύπαρκτα σὰν ὑπαρκτά· ἄκουσε αὐτὸν ποὺ κυβερνᾶ τὰ πάντα μὲ τὸ λόγο τῆς δυνάμεώς του, ἄκουσε τὴ φωνὴ ὄχι ἑνὸς ἀνθρώπου ποὺ ἔχει μέσα τοῦ τὸ Θεό, ἀλλὰ τὸ Θεό ποὺ ἔγινε ἄνθρωπος κι ὄχι μονάχα ἀνακάθεται ὁ νεκρὸς μὰ κι ἀρχίζει νὰ μιλᾶ.  Κι ὁ γιὸς ἐπίσης τῆς χήρας Σαραφθίας, ὅταν γύρισε σ’ αὐτὸν ἡ ψυχή του, φώναξε κατὰ τὴ διήγηση. Αὐτὸ εἶναι ἀπόδειξη ὅτι ἡ ἀνάσταση δὲν ἦταν φανταστική. Ὁ Ἠλίας λοιπὸν ἀνάστησε ἕνα νεκρό, μὲ τὴν προσευχή κι ἄλλον ἕνα ὁ Ἐλισσαῖος, ὅταν ἀκόμα ζοῦσε. Βεβαίωναν ἔτσι καὶ ἀποδείκνυαν ἀπὸ πρωτύτερα τὴ θεία μαζὶ κι ἀνθρώπινη ζωοποιὸ ἐνέργεια τοῦ Χριστοῦ. Ὁ Κύριος ἀνάστησε πρὶν ἀπὸ τὸ σταυρό τρεῖς μὲ πρόσταγμά του, αὐτὸν ἐδῶ τὸ γιὸ τῆς χήρας, τὴν κόρη τοῦ ἀρχισυναγώγου καὶ τὸν τετραήμερον Λάζαρο. Πάνω στὸ σταυρὸ ἀνάστησε πολλούς, ποὺ σὲ πολλοὺς παρουσιάστηκαν. Ἐκτὸς ἀπ’ αὐτοὺς μετὰ τὸ θάνατό του γιὰ μᾶς ἐπάνω στὸ σαυρὸ ἀνάστησε τὸν ἑαυτὸ του ἤ καλύτερα τὸν ἐσήκωσε ὕστερα ἀπὸ τριῶν ἡμερῶν ταφὴ κι ἔγινε ἔτσι ὁ ἀρχηγὸς  τῆς αἰωνίας ζωῆς. Γιατὶ ὅλοι οἱ ἄλλοι , ἄν κι ἀναστήθηκαν, ὅμως πάλι κοινώνησαν τὴν ἴδια μ’ ἐμᾶς θνητὴ ζωή- Τὸ Χριστὸ ὅμως ὅταν ἀναστήθηκε δὲν τὸν κυριεύει πιὰ θάνατος. Γι’ αὐτὸ κι ὁ Κύριος μόνος ἔγινε ἀρχηγὸς τῶν νεκρῶν, δηλαδὴ τῶν πιστῶν κι ἐκείνων ποὺ ἀποδήμησαν ἀπὸ δῶ μὲ τὴν ἐλπίδα τῆς ἀναστάσεως καὶ τῆς αἰωνίας ζωῆς. Ἔγινε ἀρχηγὸς τῶν νεκρῶν καὶ πρωτότοκος ἀνάμεσα ἀπὸ τοὺς νεκροὺς κι ἔδωσε σ’ ἐμᾶς διαβεβαίωση καὶ ὑπόσχεση ὄχι γι’ αὐτὴ τὴ δική μας ζωή, τὴ θνητὴ καὶ σημαδεμένη μὲ τὴ φθορά, ἀφοῦ τὴν κυριαρχεῖ ἡ ἀνθρώπινη μοῖρα ἀλλὰ γιὰ τὴ ζωὴ τῶν ἐλπίδων μας, τὴν ἔνθεη καὶ ἀθάνατη καὶ αἰώνια. Αὐτὴ ἡ ζωὴ εἶναι τὸ δικό του δῶρ, ὁλότελα ταιριαστὸ στὸ Θεό. Ἐπειδὴ λοιπὸν δὲν παρέχει ἐδῶ σ’  αὐτοὺς ποὺ ἀνάστησε τὴν ζωὴν αὐτὴ ἀλλὰ τὴ ζωή, ποὺ τὴν κόβει ὁ θάνατος, δὲν τὴ χαρίζει σ’ αὐτοὺς τοὺς ἴδιους ἀλλὰ  τὸ  κάμει γιὰ χάρη ἄλλων, θέλοντας νὰ τοὺς ὁδηγήση  στὴν πίστη, ποὺ αὐτὴ χαρίζει τὴν αἰώνια ζωή.  Κι  ἐδῶ δὲν ἀνασταίνει τὸ νέο γιὰ τὸν ἑαυτό του ἀλλὰ γιὰ τὴ μητέρα του, νιώθοντας εὐσπλαχνία γι’ αὐτήν, ὅπως διηγεῖται μὲ σαφήνεια ὁ Εὐαγγελιστής. Γι’ αὐτὸ κι ἀφοῦ τὸν ἀνάστησε τὸν παρέδωσε στὴ μητέρα του.
Βλέπετε πῶς ὁ Κύριος δείχνοντας εὐσπλαχνία στὴ χήρα ποὺ πενθοῦσε τὸ γιό της, δὲν τῆς ἀπηύθυνε μόνο παρηγορητικὰ λόγια ἀλλὰ τὴν ἀνακούφισε μὲ ἔργα. Ἔτσι ἄς κάνωμε κι ἐμεῖς ἀνάλογα μὲ τὴ δύναμή μας κι ἄς μὴ δείχνωμε μὲ λόγο μόνο συμπάθεια σ’ ὅσους ὑποφέρουν ἀλλὰ καὶ μὲ τὶς πράξεις μας.  Γιατὶ ἄν ἐμεῖς κάνωμε καλὰ ἔργα μὲ ὅλη τὴ δύναμή μας, θὰ μᾶς εὐεργετήση κι ἐμᾶς ὁ Θεὸς ἀνταμείβοντάς μας μ’ ὅλη του τὴ δύναμη. Συγκρίνετε τώρα καὶ διαπιστώσετε πόσο μεγάλη εἶναι ἡ ὑπεροχὴ καὶ πόσο ὑπερβολικὸ τὸ μέγεθος τῆς ἀμοιβῆς. Ὅσο ξεπερνᾶ ὁ ἴδιος ὁ Θεὸς τὸν ἄνθρωπο, τόσο καὶ ἡ θεϊκὴ δύναμη τὴν ἀνθρώπινη καὶ τὸ εὐεργετικὸ ἀποτέλεσμα ἐκείνης τὸ ἀντίστοιχο τῆς δικῆς μας. Ἄν ζητοῦσε κάποιος κάλπικες δεκάρες κι ἔδινε πίσω στατῆρες χρυσοῦς, ποιόν δὲ θὰ εὐχαριστοῦσε ἡ ἀνταλλαγή; Τώρα ὅμως δὲν ἔχομε ν’ ἀλλάζωμε χάλκινα μὲ χρυσὰ νομίσματα –εἶναι μέταλλα καὶ τὰ δύο μὲ τὴν ἴδια σχεδὸν φυσικὴ ἀξία- ἀλλὰ νὰ κάνωμε προσφορὲς ἀνθρώπινες  καὶ νὰ δεχτοῦμε θεϊκές·  καὶ οἱ ἀνθρώπινες προσφορὲς μας γίνονται σ’ ἀνθρώπους, ποὺ εἶναι ἐπὶ τέλους χρέος φυσικό. Γιατὶ ἀπὸ τὴ φύση μας χρεωστοῦμε τὴ συμπάθεια καὶ τὴ συμπόνια ὁ ἕνας στὸν ἄλλο. Ἄς ἀποβλέψωμε ὅμως στὴν πολύτροπη εὐσπλαχνία τοῦ Θεοῦ πρὸς ἐμᾶς, γιὰ τὴν ὁποία κανένα ἀντάλαγμα δὲ μᾶς ζητεῖ, παρὰ μόνο τὴ μεταξύ μας συγχωρητικὴ διάθεση καὶ τὰ αἰσθήματα ἀγάπης καὶ φιλανθρωπίας μὲ τοὺς λόγους.  Συγχωρήσετε καὶ θὰ συγχωρηθῆτε, δώσετε καὶ θὰ σᾶς δοθῆ.  Πῶς δὲ θὰ παραχωρήσωμε ὅσο μποροῦμε, ἔμπρακτα στοὺς ἀδελφούς μας ποὺ ἔχουν ἀνάγκη τὴ συγχώρηση καὶ τὴν εὐσπλαχνία σὰν ἀπαραίτητη ὀφειλή; Ἀλλὰ δὲ μᾶς ἔδειξ μόνο τὸ ἔλεός του ὁ Θεὸς καὶ δὲ μᾶς ἔκαμε μόνο τόσες εὐεργεσίες, ποὺ μήτε νὰ τὶς ἀριθμήσωμε δὲν εἶναι δυνατό.  Δεχτήκαμε ἀκόμα καὶ τὶς ἐγγυήσεις του ὅτι θὰ λάβωμε τὸ ἀντίδωρο γιὰ τὶς καλές μας πράξεις πρὸς τοὺς ἀδελφούς μας μὲ σωστὸ καὶ πατημένο μέτρο.  Γιατὶ τότε δὲ σπεύδομε σ’ αὐτό, μὲ ὅση δύναμη ἔχομε, γιατὶ δὲν καταθέτομε, μιμηταὶ τοῦ Κυρίου μας, καὶ τὴν ἴδια τὴ ζωή μας, ὁ ἕνας γιὰ τὸν ἄλλο, ἄν χρειασθῆ, γιὰ ν’ ἀντιδωρηθοῦμε ἀπ’ αὐτὸν μὲ τὴν αἰώνια ζωή; Εἶναι ὅμως τοῦτο καὶ χρέος μας, ἄν ὄχι πρὸς τοὺς ἄλλους τοὐλάχιστον σ’ ἐκεῖνον, ποὺ παρέδωκε τὸν ἑαυτό του στὸ θάνατο γιὰ χάρη μας.  Γιατὶ δὲν παραδόθηκε μόνο γιὰ νὰ μᾶς λυτρώση ἀλλὰ καὶ νὰ μᾶς παραδειγματίση   καὶ νὰ μᾶς διδάξη ἔμπρακτα ἀπὸ κάθε ἔργο καὶ λόγο καὶ σκέψη ἀσύγκριτα πιὸ ὑψηλά.  Γι’ αὐτό, λέει, ἔπαθεν ὁ Χριστὸς γιὰ χάρη μας ἀφήνοντας παράδειγμα σ’ ἐμᾶς, γιὰ νὰ ἀκολουθήσωμε τὰ ἴχνη του καὶ νὰ εἴμαστε ἕτοιμοι, ἄν χρειαστῆ, νὰ δώσωμε καὶ τὴ ζωή μας, γιὰ νὰ ἐκπληρωθοῦν οἱ ἐντολές του. Ἔτσι θὰ λάβωμε μέρος στὴ δική του ζωὴ καὶ βασιλεία, ποὺ καλύπτει τοὺς αἰῶνες, θὰ ζοῦμε μαζί του καὶ θὰ δοξαζόμαστε μαζὶ του παντοτινά.
Ἰδέστε τὸ Μυροβλήτη, ποὺ ἀρχίσαμε σήμερα τὰ προεόρτια τῆς μνήμης τοῦ ἱεροῦ μαρτυρίου του· ἔχυσε θεληματικὰ τὸ αἷμα του γιὰ τὸ Χριστὸ καὶ τὸ ἔκαμε ἀέναη καὶ ἀστείρευτη πηγὴ λογῆς θαυμάτων, πηγὴ ἁγιασμοῦ τῆς ψυχῆς καὶ τοῦ σώματος, μύρου πανίερου, εὐφραντικοῦ. Ἡ ψυχὴ βέβαια τοῦ Μεγαλομάρτυρα δίκαια χαίρεται στὸν οὐρανὸ τὴν αἰώνια καὶ καθαρὴ δόξα τῶν ἀγγέλων· τὸ σῶμα του ὅμως ἐδοξάσθηκε μαζὶ μ’ ἐκείνη ἀλλὰ μοιάζει ἡ τωρινὴ τιμὴ σὰν προδιαγραφὴ καὶ προτύπωση καὶ συμβολισμὸς σὲ σχέση μὲ τὴν θεϊκώτατη καὶ οὐράνια δόξα, ποὺ θὰ ἀπολαύση μελλοντικά. Κι ἄν εἶναι τέτοιας λογῆς ἡ προδιαγραφὴ κι ἡ προτύπωση, τί λογῆς θὰ εἶναι ἡ μελλοντικὴ ἐκείνη κατακλεῖδα; Ἀνέκφραστη, ὅπως καὶ νἆναι, καὶ ἀσύλληπτη. Μακάρι κι ἐμεῖς μὲ τὶς πρεσβεῖες τοῦ Μυροβλήτη, καθὼς ἐδῶ κοινωνοῦμε τὸ θεῖο μύρο, ποὺ ξεχύνεται ἀπὸ τὸν τάφο του, ἔτσι καὶ τότε νὰ γίνωμε θεωροὶ καὶ μέτοχοι τῆς δόξας ἐκείνης μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Ἰησοῦ Χριστοῦ, ποὺ δοξάζεται μὲ τὰ ἔργα τῶν μαρτύρων του, τοῦ Θεοῦ τῶν ὅλων. Σ’ αὐτὸν ταιριάζει κάθε δόξα στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.



Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.20-27

Άναβάσεις - http://anavaseis.blogspot.com


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου