Σάββατο 9 Αυγούστου 2014

Κυριακή Θ΄Ματθαίου. Ἁγίου Ἰωάννου Χρυσοστόμου

Κυριακή Θ΄Ματθαίου (Ματθ. ιδ΄, 22-34)
 Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστήν
 ὁμιλία ν΄
  


α΄. Τίνος ἕνεκεν εἰς τὸ ὄρος ἀναβαίνει;  Παιδεύων ἡμᾶς, ὅτι καλὸν ἡ ἐρημία καὶ ἡ μόνωσις, ὅταν ἐντυγχάνειν δέῃ Θεῷ. Διά τοι τοῦτο συνεχῶς εἰς τὰς ἐρήμους ἄπεισι, κἀκεῖ διανυκτερεύει πολλάκις εὐχόμενος, παιδεύων ἡμᾶς καὶ τὴν ἀπὸ τοῦ καιροῦ καὶ τὴν ἀπὸ τοῦ τόπου θηρᾶσθαι ἐν ταῖς εὐχαῖς ἀταραξίαν. Ἡσυχίας γὰρ μήτηρ ἡ ἔρημος, καὶ γαλήνη καὶ λιμὴν, ἁπάντων ἀπαλλάτουσα θορύβων ὑμᾶς. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀνέβαινεν ἐκεῖσε·  οἱ δὲ μαθηταὶ κλυδωνίζονται πάλιν, καὶ χειμῶνα ὑπομένουσιν οἷον καὶ πρότερον. Ἀλλὰ τότε μὲν ἔχοντες αὐτὸν ἐν τῷ πλοίῳ τοῦτο ἔπασχον·  νυνὶ δὲ καθ’ ἑαυτοὺς ὄντες μόνοι.  Καὶ γὰρ ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα αὐτοὺς ἐνάγει καὶ ἐμβιβάζει, καὶ εἰς τὸ φέρειν πάντα γενναίως.  Διὰ δὴ τοῦτο, ὅτι μὲν πρῶτον κινδυνεύειν ἔμελλον, παρῆν μὲν ἐκάθευδε δέ, ὥστε ἐξ ἑτοίμου δοῦναι τὴν παραμυθίαν αὐτοῖς·  νυνὶ δὲ ἐπὶ μείζονα ἄγων αὐτοὺς ὑπομονήν, οὐδὲ τοῦτο ποιεῖ, ἀλλ’ ἄπεισι καὶ ἐν μέσῃ θαλάσσῃ συγχωρεῖ τὸν χειμῶνα διεγερθῆναι, ὡς μηδὲ προσδοκῆσαί ποθεν ἐλπίδα σωτηρίας, καὶ ὅλην τὴν νύκτα ἀφίησιν αὐτοὺς κλυδωνίζεσθαι, διεγείρων αὐτῶν, ὡς οἷμοι, πεπωρωμένην τὴν καρδίαν. Καὶ γὰρ τοιοῦτον ὁ φόβος, ὅν μετὰ τοῦ χειμῶνος καὶ ὁ καιρὸς ποιεῖ. Μετὰ δὲ τῆς κατανύξεως καὶ εἰς ἐπιθυμίαν μείζονα αὐτοὺς ἐνέβαλε τὴν αὐτοῦ, καὶ εἰς μνήμην διηνεκῆ.  Διὰ δὴ τοῦτο οὐκ εὐθέως αὐτοῖς ἐπέστη·  Τετάρτη γὰρ φυλακῇ, φησί, τῆς νυκτὸς ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης·  παιδεύων αὐτοὺς μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν συνεχόντων δεινῶν, ἀλλὰ  φέρειν τὰ συμπίπτονα γενναίως. Ὅτε γοῦν προσεδόκησαν ἀπαλλαγήσεσθαι, τότε ἐπετάθη πάλιν ὁ φόβος. Ἰδόντες γὰρ αὐτὸν, φησίν, οἱ μαθηταὶ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐταράχθησαν, λέγοντες φάντασμα εἶναι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.  Καὶ γὰρ ἀεὶ τοῦτο ποιεῖ· ὅταν μέλλῃ λύειν τὰ δεινά, ἕτερα χαλεπώτερα ἐπάγει καὶ φοβερώτερα·  ὅ δὴ καὶ τότε συνέβη. Μετὰ γὰρ τοῦ χειμῶνος καὶ ἡ ὄψις αὐτοὺς ἐθορύβησε τοῦ χειμῶνος οὐχ ἧττον. Διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν εὐθέως ἐποίησεν, ἀλείφων αὐτούς, ὅπερ εἶπον, ἐν τῇ συνεχείᾳ τῶν φόβων τούτων, καὶ παιδεύων εἶναι καρτερικούς.  Τοῦτο καὶ ἐπὶ τοῦ Ἰώβ ἐποίησεν ὅτε γὰρ ἔμελλε λύειν (τὸν φόβον καὶ ) τὸν πειρασμόν, τότε τὸ τέλος χαλεπώτερον εἴασε γενέσθαι· οὐ διὰ τὸν τῶν παίδων θάνατον λέγω, καὶ τὰ ρήματα τῆς γυναικός, ἀλλὰ διὰ τὰ ὀνείδη τὰ τῶν οἰκετῶν, τὰ τῶν φίλων. Καὶ ὅτε τὸν Ἰακώβ ἐξαρπάζειν ἔμελλε τῆς ἐν τῇ ξένῃ ταλαιπωρίας, ἀφῆκε διεγερθῆναι καὶ μείζονα γενέσθαι καταλαβὼν τὸν θόρυβον. Καὶ γὰρ ὁ κηδεστὴς καταλαβὼν θάνατον ἠπείλει, καὶ μετ’ ἐκεῖνον ὁ ἀδελφὸς διαδέχεσθαι μέλλων, τὸν περὶ τῶν ἐσχάτων ἐπεκρέμασε κίνδυνον. Ἐπειδὴ γὰρ οὐκ ἔνι καὶ ἐν μακρῷ χρόνῳ καὶ σφοδρῶς πειράζεσθαι, ὅταν μέλλωσιν ἐκβαίνειν τοὺς ἀγῶνας οἱ δίκαιοι, βουλόμενος αὐτοὺς πλέον κερδαίνειν, ἐπιτείνει τὰ γυμνάσια. Ὅ καὶ ἐπὶ τοῦ Ἀβραάμ ἐποίησε, τὸν ἔσχατον ἆθλον τὸν τοῦ παιδὸς θείς. Οὕτω γὰρ καὶ φορητὰ ἔσται τὰ ἀφόρητα, ὅταν ἐπὶ θύραις ἐπάγηται ἐγγὺς ἔχοντα τὴν ἀπαλλαγήν. Τοῦτο δὴ καὶ τότε ἐποίησε, καὶ οὐ πρότερον ἀπεκάλυψεν ἑαυτὸν ὁ Χριστός, ἕως ὅτε ἔκραξαν. Ὅσῳ γὰρ ἐπετείνετο τὰ τῆς ἀγωνίας, τοσούτῳ μᾶλλον ἠσμένιζον αὐτοῦ τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐβόησαν, φησίν, Εὐθέως ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. Τοῦτο τὸ ρῆμα τὸ φόβον ἔλυσε, καὶ θαρρῆσαι παρεσκεύασεν. Ἐπεὶδὴ  γὰρ ἀπὸ ὄψεως αὐτὸν οὐκ ἐγίγνωσκον, καὶ διὰ τὸ παράδοξον τῆς βαδίσεως καὶ διὰ τὸν καιρὸν, ἀπὸ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιεῖ. Τί οὖν ὁ Πέτρος, ὁ πανταχοῦ θερμὸς καὶ ἀεὶ τῶν ἄλλων προπηδῶν; Κύριε, εἰ σύει, φησί, κέλευσό με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Οὐκ εἶπεν, Εὖξαι καὶ παρακάλεσον, ἀλλὰ Κέλευσον. Εἶδες πόση ἡ θερμότης; πόση ἡ πίστις; Καίτοιγε ἐκ τούτου πολλαχοῦ κινδυνεύει, ἐκ τοῦ πέρα τοῦ μέτρου ζητεῖν. Καὶ γὰρ καὶ ἐνταῦθα πολὺ μέγα ἐζήτησε, δι’ ἀγάπην μόνον, οὐ δι’ ἐπίδειξιν. Οὐδὲ γὰρ εἶπε, Κέλευσόν με βαδίσαι ἐπὶ τὰ ὕδατα· ἀλλὰ τί; Κέλευστόν με ἐλθεῖν πρὸς σέ. Οὐδείς γάρ οὕτως ἐφίλει τὸν Ἰησοῦν. Τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν ἐποίησεν· οὐκ ἠνέσχετο μετὰ τῶν ἄλλων ἐλθεῖν, ἀλλὰ προεπήδησεν. Οὐ τὴν ἀγάπην δὲ μόνον, ἀλλὰ καὶ τὴν πίστιν ἐπιδείκνυται. Οὐ γὰρ μόνον ἐπίστευσεν, ὅτι αὐτὸς δύναται περιπατεῖν ἐπὶ τῆς θαλάσσης, ἀλλ’ ὅτι καὶ ἑτέρους ἐνάγειν καὶ ἐπιθυμεῖ ταχέως ἐγγὺς αὐτοῦ γενέσθαι. Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη, καὶ ἁρξάμενος καταποντίζεσθαι, ἔκραξε, λέγων· Κύριε, σῶσον με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Τοῦτο τοῦ προτέρου παραδοξότερον. Διὰ τοῦτο μετ’ ἐκεῖνο τοῦτο γίνεται. Ὅτε γὰρ ἔδειξεν, ὅτι κρατεῖ τῆς θαλάσσης, τότε καὶ ἐπὶ τὸ θαυμαστότερον ἐξάγει τὸ σημεῖον. Τότε μὲν γὰρ τοῖς ἀνέμοις ἐπετίμησε μόνον· νυνὶ δὲ καὶ αὐτὸς βαδίζει, καὶ ἑτέρῳ παραχωρεῖ τοῦτο ποιεῖν· ὅπερ εἰ παρὰ τὴν ἀρχὴν γενέσθαι ἐκελεύσε, οὐκ ἄν ὁμοίως κατεδέξατο ὁ Πέτρος, διὰ τὸ μηδέπω τοσαύτην κεκτῆσθαι πίστιν.
β΄. Τίνος οὖν ἕνεκεν ὁ Χριστὸς ἐπέτρεψε; Καὶ γὰρ εἰ εἶπεν, Οὐ δύνασαι, πάλιν θερμὸς ὤν ἀντεῖπειν ἄν. Διὰ τοῦτο ἀπὸ τῶν πραγμάτων αὐτὸν πείθει, ἵνα εἰς τὸ μέλλον σωφρονισθῆ. Ἀλλ’ οὐδὲ οὕτως ἀνέχεται. Καταβὰς τοίνυν κλυδωνίζεται· ἐφοβήθη γάρ. Καὶ τοῦτο τὸ κλυδώνιον ἐποίησε· τὸν δὲ φόβον ὁ ἄνεμος εἰργάσατο. Ὁ δὲ Ἰωάννης φησίν, ὅτι Ἤθελον λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο εἰς τὴν γῆν, εἰς ἥν ὑπῆγον·  τὸ αὐτὸ δὴ τοῦτο δηλῶν. Ὥστε μελλόντων αὐτῶν πρὸς τῇ γῇ γίνεσθαι, ἐπέβη τοῦ πλοίου. Καταβὰς τοίνυν ἀπὸ τοῦ πλοίου, πρὸς αὐτὸν ἤει, οὐχ οὕτω τῷ περιπατεῖν ἐπὶ τῶν ὑδάτων, ὡς τῷ πρὸς αὐτὸς ἔρχεσθαι χαίρων. Καὶ τοῦ μείζονος περιγενόμενος ἀπὸ τοῦ ἐλάττονος ἔμελλε πάσχειν κακῶς, τῆς τοῦ ἀνέμου λέγω ρύμης, οὐ τῆς θαλάττης. Τοιοῦτον γὰρ ἡ ἀνθρωπίνη φύσις·  πολλάκις τὰ μεγάλα κατορθοῦσα, ἐν τοῖς ἐλάττοσιν ἐλέγχεται.
Οὐδὲν ὁ Ἠλίας ἐπὶ τῆς Ἰεζάβελ ἔπαθεν· οἷον ὁ Μωϋσῆς ἐπὶ τοῦ Αἰγύπτου· οἷος ὁ Δαυΐδ ἐπὶ τῆς Βηρσαβεέ. Οὕτω δὴ καὶ οὗτος· ἔτι τοῦ φόβου ἐνακμάζοντος ἐπιβῆναι τῶν ὑδάτων ἐθάρρησε, πρὸς δὲ τὴν τοῦ ἀνέμου ἐμβολὴν οὐκέτι ἠδυνήθη στῆναι, καὶ ταῦτα ἐγγὺς  ὤν τοῦ Χριστοῦ. Οὕτως οὐδὲν ὠφελεῖ ἐγγὺς εἶναι τοῦ Χριστοῦ, μὴ πίστει ὄντα ἐγγύς. Τοῦτο δὲ καὶ τὸ μέσον ἐδίκνυ τοῦ Διδασκάλου καὶ τοῦ μαθητοῦ, καὶ τοὺς ἄλλους παρεμυθεῖτο. Εἰ γὰρ ἐπὶ τῶν δύο ἀδελφῶν ἠγανάκτησαν πολλῷ μᾶλλον ἐνταῦθα· οὔπω γὰρ ἦσαν Πνεύματος ἠξιωμένοι. Μετὰ δὲ ταῦτο οὐ τοιοῦτοι.  Πανταχοῦ γοῦν τῶν πρωτείων παραχωροῦσαν τῷ Πέτρῳ, καὶ ἐν ταῖς δημηγορίαις αὐτὸν προβάλλονται, καίτοιγε ἀγροικότερον τῶν ἄλλων διακείμενον, Καὶ διατὶ οὐκ ἐπέταξε τοῖς ἀνέμοις παύσασθαι, ἀλλ’ αὐτὸς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ; Ὅτι τῆς ἐκείνου πίστεως ἔδει. Ὅταν γὰρ τὰ πρα’ ἡμῶν ἐλλιμπάνῃ, καὶ τὰ παρὰ τοῦ Θεοῦ ἵσταται.  Δεικνὺς τοίνυν ὅτι οὐχ ἡ τοῦ ἀνέμου ἐμβολή, ἀλλ’ ἡ ἐκείνου ὁλιγοπιστία τὴν περιτροπὴν ἐργάσατο φησίν· Εἰς τὶ ἐδίστασας, ὁλιγόπιστε; Ὥστε εἰ μὴ ἡ πίστις ἠσθένησε, καὶ πρὸς τὸν ἄνεμον ἄν ἔστη ρᾳδίως.  Διὰ τοῦτο καὶ ἐπιλαβόμενος αὐτοῦ, τὸν ἄνεμον ἐᾷ πνεῖν, δηλῶν ὅτι οὐδὲν ἐκεῖνος παραβλάπτει, ὅταν ἡ πίστις ἧ πεπηγυῖα. Καὶ καθάπερ νεοττὸν πρὸς καιροῦ τῆς καλιᾶς ἐξελθόντα καὶ μέλλοντα καταπίπτειν, ἡ μήτηρ ταῖς πτέρυξι διαβαστάσασα πάλιν ἐπὶ τὴν καλιὰν ἄγει, οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ ἐπιβάντων αὐτῶν τοῦ πλοίου, τότε ἐπαύσατο ὁ ἄνεμος. Πρὸ τούτου μὲν ἔλεγον· Ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούσιν αὐτῷ; νυνὶ δὲ οὐχ οὕτως. Οἱ γὰρ ἐν τῷ πλοίῳ, φησίν, ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Ὁρᾷς πῶς κατὰ μικρὸν ἐπὶ τὸ ὑψηλότερον ἅπαντας ἦγε; Καὶ γὰρ ἀπὸ τοῦ βαδίσαι ἐν τῇ θαλάσσῃ, καὶ ἀπὸ τοῦ ἑτέρῳ κελεῦσαι τοῦτο ποιῆσαι, καὶ κινδυνεύοντα διασῶσαι πολλὴ λοιπὸν ἡ πίστις ἦν. Τότε μὲν γὰρ ἐπετίμησε τῇ θαλάσσῃ, νυνὶ δὲ οὐκ ἐπιτιμᾷ, ἑτέρως τὴν δύναμιν αὐτοῦ δεικνὺς μειζόνως. Διὸ καὶ ἔλεγον· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Τί οὖν; ἐπετίμησε τοῦτο εἰρηκόσι; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐβεβαίωσε τὸ λεχθὲν, μετὰ μείζονος ἐξουσίας θεραπεύων τοὺς προσιόντας, καὶ οὐχ ὡς ἔμπροσθεν. Καὶ διαπεράσαντες, φησίν, ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ. Καὶ ἐπιγόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα ἄψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·  καὶ ὅσοι ἠψαντο ἐσώθησαν. Οὐδὲ γὰρ ὁμοίως ὡς πρότερον προσήεσαν, εἰς τὰς οἰκίας αὐτὸν ἕλκοντες, καὶ χειρὸς ἀφὴν ἐπιζητοῦντες, καὶ προστάγματα διὰ ρημάτων· ἀλλ’ ὑψηλότερον πολλῷ καὶ φιλοσοφώτερον,  καὶ μετὰ πλείονος τῆς πίστεως τὴν θεραπείαν ἐπεσπῶντο. Ἡ γὰρ αἱμορροῦσα ἅπαντας ἐδίδαξε φιλοσοφεῖν. Δεικνὺς δὲ ὁ εὐαγγελιστής, ὅτι καὶ διὰ πολλοῦ χρόνου τοῖς μέρεσιν ἐπέβη, φησίν, ὅτι Ἐπιγόντες οἱ ἄνδρες τοῦ τόπου ἀπέστειλαν εἰς τὴν περίχωρον, καὶ προσήνεγκαν αὐτῷ τοὺς κακῶς ἔχοντας. Ἀλλ’ ὅμως ὁ χρόνος οὐ μόνο οὐκ ἐξέλυσε τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο, καὶ ἀκμάζουσαν διετήρησεν. Ἁψώμεθα τοίνυν καὶ ἡμεῖς τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·  μᾶλλον δὲ, ἐὰν θέλωμεν, ὅλον αὐτὸν ἔχομεν.  Καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ πρόκειται νῦν ἡμῖν· οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τὸ σῶμα· οὐχ ὥστε ἄψασθαι μόνον, ἀλλ’ ὥστε καὶ φαγεῖν καὶ ἐμφορηθῆναι.  Προσερχώμεθα τοίνυν μετὰ πίστεως, ἕκαστος ἀσθένειαν ἔχων. Εἰ γὰρ οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἀψάμενοι τοσαύτην εἴλκυσαν δύναμιν, πόσῳ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες;  Τὸ δὲ προσελθεῖν μετὰ πίστεως οὐ τὸ λαβεῖν ἐστι μόνον τὸ προκείμενον, ἀλλὰ καὶ τὸ μετὰ καθαρᾶς καρδίας ἅψασθαι, τὸ οὕτω διακεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Χριστῷ. Τί γὰρ, εἰ μὴ φωνῆς ἀκούεις; Ἀλλ’ ὁρᾷς αὐτὸν κείμενον· μᾶλλον δὲ καὶ φωνῆς ἀκούεις, φθεγγομένου αὐτοῦ διὰ τῶν εὐαγγελιστῶν.
γ΄. Πιστεύσατε τοίνυν, ὅτι καὶ νῦν ἐκεῖνο τὸ δεῖπνόν ἐστι, ἐν ὧ καὶ αὐτὸς ἀνέκειτο. Οὐδὲν γὰρ ἐκεῖνο τοῦτο διενήχομεν. Οὐδὲν γὰρ τοῦτο μὲν ἄνθρωπος ἐργάζεται, ἐκεῖνο δὲ αὐτός, ἀλλὰ καὶ τοῦτο κἀκεῖνο αὐτός. Ὅταν τοίνυν τὸν ἱερέα ἐπιδιδόντα σοι ἴδῃς, μὴ τὸν ἱερέα νόμιζε τὸν τοῦτο ποιοῦντα, ἀλλὰ τὴν τοῦ Χριστοῦ χεῖρα εἶναι τὴν ἐκτεινομένην. Ὥσπερ γὰρ ὅταν βαπτίζῃ, οὐκ αὐτὸς σὲ βαπτίζει, ἀλλ’ ὁ Θεὸς ἐστὶν ὁ κατέχων σου τὴν κεφαλὴν ἀοράτῳ δυνάμει, καὶ οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλος τι τολμᾷ προσελθεῖν καὶ ἅψασθαι· οὕτω καὶ νῦν. Ὅταν γὰρ ὁ Θεὸς γεννᾷ, αὐτοῦ μόνου ἐστὶν ἡ δωρεά. Οὐχ ὁρᾷς τοὺς υἱοποιουμένους ἐνταῦθα, πῶς οὐ δούλοις ἐπιτρέπουσι τὸ πρᾶγμα, ἀλλ’ αὐτοὶ πάρεισι τῷ δικαστηρίῳ; Οὕτω καὶ ὁ Θεὸς οὐκ ἀγγέλους ἐπέτρεψε τὴν δωρεάν, ἀλλ’ αὐτὸς πάρεστι κελεύεων καὶ λέγων· Μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς· οὐχ ἵνα ἀτιμάσῃ τοὺς γεγεννηκότας, ἀλλ’ ἵνα πάντων ἐκείνων προθῇς σὺν ποιήσαντα σὲ καὶ ἐγγράψαντα, εἰς τοὺς ἑαυτοῦ παῖδας.  Ὁ γὰρ τὸ μεῖζον δούς, τοὐτέστιν, ἑαυτὸν παραθείς,  πολλῷ   μᾶλλον οὐκ  ἀπαξιώσει  καὶ διαδοῦναί σοι τὸ σῶμα. Ἀκούσωμεν  τοίνυν,  καὶ ἱερεῖς καὶ ἀρχόμενοι, τίνος κατηξιώθημεν· ἀκούσωμεν, καὶ φρίξωμεν· Τῶν ἁγίων σαρκῶν αὐτοῦ ἐμπλησθῆναι ἔδωκεν  ἡμῖν, ἑαυτὸν παρέθηκε  τεθυμένον.   Τίς οὖν ἔσται ἀπολογία ἡμῖν ὅταν τοιαῦτα  σιτούμενοι, τοιαῦτα ἁμαρτάνωμεν; ὅταν ἀρνίον ἐσθίοντες λύκοι γινόμεθα; ὅταν  πρόβατον σιτούμενοι, κατὰ  τοὺς λέοντες ἁρπάζωμεν; Τοῦτο γὰρ  τὸ μυστήριον οὐ μόνον ἁρπαγῆς, ἀλλὰ καὶ ψιλῆς ἔχθρας καθαρεύειν κελεύει διαπαντός. Καὶ γὰρ εἰρήνης ἐστὶ μυστήριον τοῦτο τὸ μυστήριον· οὐκ ἀφίησιν ἀντιποιεῖσθαι χρημάτων. Εἰ γὰρ αὐτὸς ἑαυτοῦ οὐκ ἐφείσατο δι’ ἡμᾶς, τίνος ἄν εἴημεν ἄξιοι, χρημάτων φειδόμενοι καὶ ψυχῆς ἀφειδοῦντες,  ὑπὲρ  ἧς ἐκεῖνος οὐκ ἐφείσατο ἑαυτοῦ; Τοῖς μὲν οὖν Ἰουδαίους κατ’ ἐνιαυτὸν ὑπόμνημα τῶν οἰκείων εὐεργεσιῶν ταῖς ἑορταῖς ἐνέδησεν ὁ Θεός· σοὶ δὲ καθ’ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν διὰ τούτων τῶν μυστηρίων. Μὴ τοίνυν αἰσχύνου τὸν σταυρόν· ταῦτα γὰρ ἡμῶν ἐστι τὰ σεμνὰ, ταῦτα ἡμῶν τὰ μυστήρια· τούτῳ  κοσμούμεθα  τῷ  δώσῳ, τούτῳ καλλωπιζόμεθα. Κἄν εἴπω, ὅτι τὸν οὐρανὸν ἔτεινε, τὴν γῆν καὶ τὴν θάλασσαν ἥπλωσε,  προφήτας καὶ  ἀγγέλους  ἔπεμψεν,  οὐδὲν ἐρῶ ἴσον. Τὸ γὰρ κεφάλαιον  τῶν ἀγαθῶν  τοῦτό  ἐστιν, ὅτι τοῦ ἰδίου  οὐκ ἐφείσατο, ἵνα τοὺς ἀλλοτριωθέντας οἰκέτας σώσῃ. Μηδεὶς τοίνυν Ἰούδας ταύτῃ πορσίτω τῇ τραπέζῃ, μηδεὶς Σίμων· καὶ γὰρ ἀμφότεροι διὰ φιλαργυρίαν ἀπώλοντο οὗτοι. Φύγωμεν τοίνυν τοῦτο τὸ βάραθρον, μηδὲ νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς σωτηρίαν, εἴ χήρα καὶ ὀρφανοὺς ἀποδύσαντες, ποτήριον χρυσοῦν καὶ λιθοκόλλητον  προσενέγκοιμεν τῇ τραπέζῃ. Εἰ γὰρ βούλει τιμῆσαι τὴν θυσίαν, τὴν ψυχὴν  προσένεγκε, δι’ ἦν καὶ ἐτύθη· ταύτην χρυσῆν ποίησον· ἄν δὲ αὕτη μένῃ μολύβδου καὶ ὀστράκου χείρων, τὸ δὲ σκεῦος χρυσοῦν, τί τὸ κέρδος; Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως χρυσᾶ σκεύη προσφέρωμεν μόνον, ἀλλ’ ὅπως καὶ ἐκ δικαίων πόνων. Ταῦτα γὰρ ἐστι τὰ καὶ χρυσῶν τιμώτερα, τὰ χωρὶς πλεονεξίας. Οὐ γὰρ χρυσοχοεῖον, οὐδὲ ἀργυροκοπεῖόν ἐστι ἡ Ἐκκλησία, ἀλλὰ πανήγυρις ἀγγέλων·  διὸ ψυχῶν ἡμῖν δεῖ· καὶ γὰρ δὴ ταῦτα διὰ τὰς ψυχὰς  προσίεται  ὁ Θεός. Οὐκ  ἦν ἡ τράπεζα  ἐξ ἀργύρου τότε ἐκείνη, οὐδὲ τὸ ποτήριον χρυσοῦν, ἐξ οὗ ἔδωκε τοῖς μαθηταῖς ὁ Χριστὸς τὸ αἷμα τὸ ἑαυτοῦ· ἀλλὰ τίμια ἦν πάντα ἐκεῖνα καὶ φρικτά, ἐπειδὴ Πνεύματος ἔγεμε. Βούλει τιμῆσαι τοῦ Χριστοῦ τὸ σῶμα; Μὴ περιίδης αὐτὸν γυμνόν· μηδὲ ἐνταῦθα μὲν αὐτὸν σηρικοῖς ἱματίοις τιμήσῃς, ἔξω δὲ ὑπὸ κρυμοῦ καὶ γυμνότητος διαφθειρόμενον περιίδης. Ὁ γὰρ εἰπών, Τοῦτό μού ἐστι τὸ σῶμα, καὶ  τῷ λόγῳ τὸ πρᾶγμα βεβαιώσας, οὗτος εἶπεν·  Πεινῶντα  με εἴδετε, καὶ οὐκ ἐθρέψατε· καὶ , Ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἐνὶ τοὺτων  τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.  Τοῦτο μὲν γὰρ  οὐ δεῖται ἐπιβλημάτων, ἀλλὰ  ψυχῆς καθαρᾶς·  ἐκεῖνο δὲ πολλῆς δεῖται ἐπιμελείας.  Μάθωμεν τοίνυν φιλοσοφεῖν, καὶ τὸν Χριστὸν τιμᾶν ὡς αὐτὸς βούλεται· τῷ γὰρ τιμωμένῳ τιμῇ ἡδίστῃ ἥν αὐτὸς θέλει, οὐχ ἥν ἡμεῖς νομίζομεν.  Ἐπεὶ καὶ Πέτρος τιμᾷν  αὐτὸν ὥετο τῷ κωλῦσαι νίψαι τοὺς πόδας, ἀλλ’  οὐκ ἦν τιμὴ τὸ γινόμενον, ἀλλὰ τοὐναντίον. Οὕτω καὶ σὺ ταύτην αὐτὸν τίμα τὴν τιμήν, ἥν αὐτὸς ἐνομοθέτησεν, εἰς πένητας ἀναλισκων  τὸν πλοῦτον. Οὐδὲ γὰρ σκευῶν χρείαν ἔχει χρυσῷν ὁ Θεός, ἀλλὰ ψυχῶν χρυσῶν.
δ΄. Καὶ ταῦτα λέγω, οὐ κωλύων ἀναθήματα κατασκευάζεσθαι τοιαῦτα·  ἀξιῶν δὲ τῶν τούτων, καὶ πρὸ τούτων, τὴν ἐλεημοσύνην ποιεῖν. Δέχεται μὲν γὰρ καὶ ταῦτα, πολλῶ δὲ μᾶλλον ἐκεῖνα. Ἐνταῦθα μὲν γὰρ ὁ προσενεγκὼν ὠφελήθη μόνον, ἐκεῖ  δὲ καὶ ὁ λαβών.  Ἐνταῦθα δοκεῖ καὶ φιλοτιμίας ἀφορμὴ τὸ πρᾶγμα εἶναι·  ἐκεῖ δὲ ἐλεημοσύνη καὶ φιλανθρωπία τὸ πᾶν ἐστι. Τὶ γὰρ ὄφελος, ὅταν ἡ τράπεζαν αὐτῷ μέμῃ χρυσῶν ποτηρίων, αὐτὸς δὲ λιμῷ διαφθείρηται; Πρότερον αὐτὸν ἔμπλησον πεινῶντα, καὶ τότε ἐκ περιουσίας καὶ τὴν τράπεζαν αὐτοῦ κόσμησον. Ποτήριον χρυσοῦν ποιεῖς, καὶ ποτήριον ψυχροῦ οὐ δίδως; καὶ τὶ τὸ ὄφελος;Χρυσόπαστα ἐπιβλήματα κατασκευάζεις τῇ τραπέζῃ αὐτῷ δὲ οὐδὲ τὴν ἀναγκαίαν παρέχεις σκέπην; καὶ τί τὸ κέρδος ἐκ τούτου; Εἰπὲ γὰρ μοι εἴ τινα ἰδὼν τῆς ἀναγκαίας ἀποροῦντα τροφῆς, ἀφεὶς αὐτῷ λῦσαι  τὸν λιμόν, τὴν τράπεζαν ἀργύρῳ περίεβαλες μόνον, ἆρα ἄν ἐγνω σοι χάριν, ἀλλ’ οὐχὶ μᾶλλον ἠγανάκτησε; Τί δὲ; εἰ ράκια περιβεβλημένον ὀρῶν, καὶ ὑπὸ κρυμοῦ πηγνυμένον, ἀφεῖς αὐτῷ δοῦναι ἱμάτιον, κίονας κατεσκεύαζες χρυσοῦς, λέγων εἰς ἐκεῖνος τιμὴν ποιεῖν, οὐκ ἄν σε καὶ εἰρωνεύεσθαι ἔφη, καὶ ὕβριν ἐνόμισε, καὶ ταύτην τὴν ἐσχάτην; Τοῦτο  δὲ καὶ ἐπὶ τοῦ Χριστοῦ λογίζου, ὅταν ἀλήτης καὶ ξένος περιέρχηται, δεόμενος  ὀροφῆς·  τὸ δὲ αὐτὸν ἀφεὶς ὑποδέξασθαι, ἔδαφος καλλωπίζῃς καὶ τοίχους καὶ κιόνων  κεφαλάς·  καὶ ἀργυρᾶς ἁλύσεις διὰ λαμπάδων ἐξάπτῃς, αὐτὸν δὲ ἐν δεσμωτηρίῳ  δεδεμένον μηδὲ ἰδεῖν ἐθέλῃς.  Καὶ ταῦτα λέγω, οὐχὶ  κωλύων  ἐν τούτοις φιλοτιμεῖσθαι, ἀλλὰ ταῦτα μετ’  ἐκείνων,  μᾶλλον δὲ ταῦτα πρὸ ἐκείνων παραινῶν ποιεῖν. Ὑπὲρ μὲν γὰρ τοῦ ταῦτα μὴ ποιῆσαι οὐδεὶς  ἐνεκλήθη  ποτέ· ὑπὲρ δὲ ἐκείνων καὶ γέεννα  ἠπείληται, καὶ πῦρ ἄσβεστον, καὶ  ἡ  μετὰ δαιμόνων τιμωρία.  Μὴ τοίνυν  τὸν οἶκον κοσμῶν, τὸν ἀδελφὸν  θλιβόμενον  περιόρα· οὗτος γὰρ  ἐκείνου  ναὸς κυριώτερος. Καὶ ταῦτα μὲν  καὶ βασιλεῖς ἄπιστοι,  καὶ τύραννοι, καὶ λησταὶ δυνήσονται λαβεῖν τὰ κειμήλαι· ὅσα δὲ ἄν εἰς τὸν ἀδελφὸν ποιήσῃς πεινῶντα καὶ ξένον ὄντα καὶ γυμνόν, οὐδὲ ὁ διάβολος συλῆσαι δυνήσεται, ἀλλ’ ἐν ἀσύλῳ κείσεται θησαυρῷ. Τὶ οὖν αὐτὸς φησί, τοὺς πτωχοὺς πάντοτε  ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε; Διὰ γὰρ τοῦτο μάλιστα ἐλεεῖν δεῖ, ὅτι οὐ πάντοτε ἔχομεν πεινῶντα,  ἀλλ’ ἐν τῷ παρόντα βίῳ μόνον. Εἱ δὲ βούλει καὶ τὴν διάνοιαν πᾶσαν  τοῦ  εἰρημένου μαθεῖν, ἄκουσον, ὅτι τοῦτο οὐ πρὸ τοὺς μαθητὰς εἴρηται, εἰ καὶ οὕτω δοκεῖ, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῆς γυναικός. Ἐπειδὴ γὰρ ἀτελέστερον ἔτι διέκειτο, ἐκεῖνον δὲ αὐτὴν διηπόρουν, ἀνακτώμενος αὐτὴν  ταῦτα  ἔλεγεν.  Ὅτι γὰρ ἐκείνη  παραμυθούμενος ταῦτα ἔφη, ἐπήγαγε·  Τί κόπους παρέχετε τῇ γυναικί; Ὅτι γὰρ καὶ αὐτὸν ἀεὶ μεθ’ ἡμῶν  ἔχομεν  φησίν·  Ἰδοὺ  ἐγὼ  μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας  ἕως τῆς συντελείας τοῦ αἰῶνος.  Ἐξ ὧν ἁπάντων δῆλον, ὅτι  δι’ οὐδὲν ἕτερον ταῦτα ἐλέγετο, ἀλλ’ ἵνα τὴν πίστιν τῆς γυναικὸς τὴν τότε βλαστήσασαν   μὴ καταμαράνῃ τῶν μαθητῶν ἡ ἐπιτίμησις.  Μὴ τοίνυν ταῦτα εἰς μέσον φέρωμεν νῦν, ἅ διὰ τινα  οἰκονομίαν εἴρηται· ἀλλὰ τοὺς νόμους ἅπαντας, τοὺς ἐν τῇ Καινῇ, τοὺς ἐν τῇ Παλαιᾷ περὶ ἐλεημοσύνης αὐτῷ κειμένους ἀναγνόντες, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιώμεθα  τὴν σπουδήν. Τοῦτο γὰρ  ἁμαρτίας καθαίρει· Δότε γὰρ ἐλεημοσύνην, καὶ πάντα ὑμῖν ἔσται καθαρά. Τοῦτο θυσίας μεῖζον·  Ἔλεον γὰρ θέλω, καὶ οὐ θυσίαν. Τοῦτο τοὺς οὐρανοὺς ἀνοίγνυσιν· Αἱ εὐχαὶ γὰρ σου καὶ αἰ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.  Τοῦτο παρθενίας ἀναγκαιότερον·  οὕτω γὰρ ἐξεβλήθησαν τοῦ νυμφῶνος ἐκεῖναι, οὕτως αἱ ἄλλαι εἰσηνέχθησαν. Ἅπερ ἅπαντα συνειδότες σπείρωμεν φιλοτίμως, ἵνα μετὰ πλείοντος θερίσωμεν διαψιλείας, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
α΄. Γιατὶ ἀνεβαίνει στὸ βουνό; Γιατὶ μᾶς διδάσκει, ὅτι εἶναι καλὴ ἡ ἐρημιὰ καὶ ἡ μοναξιὰ, ὅταν πρέπη νὰ προσευχηθοῦμε στὸ Θεό. Γι’ αὐτὸ φεύγει ἀδιάκοπα στὶς ἐρημιὲς κι ἐκεῖ πολλὲς φορὲς περνᾶ τὴ νύχτα του  μὲ προσευχή.  Μᾶς διδάσκει νὰ ἐπιδιώκωμε στὶς προσευχές μας τὴ γαλήνη ποὺ προσφέρει ἡ ὥρα κι ὁ τόπος. Μητέρα τῆς ἡσυχίας εἶναι ἡ ἔρημος, καὶ γαλήνη καὶ λιμάνι, μᾶς προφυλάγει ἀπὸ τοὺς θορύβους. Γι’ αὐτὸ λοιπὸν ἐκεῖνος ἔπαιρνε τὸ δρόμο τοῦ βουνοῦ. Καὶ οἱ μαθηταὶ ταλαπωροῦνται πάλι κι ὑπομένουν τρικυμία ὅπως καὶ προηγούμενα μόνο ποὺ τότε ἦταν μαζί τους στὸ πλοῖο, ἐνῶ τώρα εἶναι μόνοι τους. Ἤρεμα καὶ προσεκτικὰ τοὺς κοιτάζει καὶ τοὺς μεταφέρει στὰ ψηλότερα καὶ στὴν γνήσια ἀντιμετώπιση ὅλων. Γι’ αὐτὸ, ὅταν ἦταν νὰ κινδυνέψουν γιὰ πρώτη φορὰ ἦταν μαζί τους μόνο ποὺ κοιμόταν, ὥστε νὰ τοὺς βοηθήσει ἀμέσως.  Τώρα ὅμως δὲν τὸ κάνει αὐτό, ἐπειδὴ θέλει νὰ τοὺς ὁδηγήση σὲ ἀνώτερη ὑπομονή.  Ἀλλὰ φεύγει και ἐπιτρέπει στὴ μέση τῆς θάλασσας νὰ σηκωθῆ ἡ τρικυμία,  ὥστε ἀπὸ πουθενὰ νὰ μὴν περιμένουν ἐλπίδα σωτηρίας καὶ τοὺς ἀφήνει ὅλη τὴ νύχτα νὰ ταλαιπωροῦνται, ξυπνῶντας τὴν καρδιὰ τους ἀπὸ τὸ λήθαργό της.  Λήθαργος εἶναι ὁ φόβος ποὺ προκαλεῖ ἡ τρικυμία καὶ ἡ δύσκολη περίσταση.  Μαζὶ μὲ τὸ ξύπνημα τοὺς κάνει νὰ ἐπιθυμήσουν περισσότερο τὴν παρουσία του καὶ νὰ τὸν θυμοῦνται ἀδιάκοπα. Γι’ αὐτὸ δὲν ἦρθε ἀμέσως κοντά τους. Τὴν τετάρτη  φυλακὴ τῆς νύκτας, λέει ὁ Εὐαγγελιστής, πῆγε σ’ αὐτοὺς περπατῶντας πάνω στὴ θάλσασσα. Ἤθελε νὰ τοὺς διδάξη νὰ μὴ ζητοῦν ἄμεση λύση τῶν δεινῶν τους ἀλλὰ νὰ ὑπομένουν  μὲ γενναιότητα ὅ,τι τοὺς τύχαινε.  Καὶ ἀκριβῶς ὅταν τοὺς γεννήθηκε ἡ ἐλπίδα ὅτι θ’ ἀπαλλαγοῦν, τότε δυνάμωσε πάλι ὁ φόβος. Ὅταν τὸν εἶδαν οἱ μαθηταὶ νὰ περπατᾶ πάνω στὴ θάλασσα ταράχτηκαν, λέγοντας πὼς εἶναι φάντασμα κι ἔβαλαν κραυγὴ ἀπὸ τὸ φόβο τους. Πάντοτε κάνει τὸ ἴδιο. Ὅταν  εἶναι νὰ διαλύση δεινά, προσθέτει ἄλλα βαρύτερα καὶ πιὸ φοβερά. Αὐτὸ ἔγινε καὶ τότε.  Μαζὶ μὲ τὸ χειμῶνα τοὺς ἐτάραξε καὶ τὸ θέαμα ὄχι λιγώτερο ἀπὸ τὸ χειμῶνα. Γι’ αὐτὸ οὔτε τὸ σκοτάδι διέλυσε οὔτε φανέρωσε ἀμέσως τὸν ἑαυτό Του. Τοῦ γύμναζε, ὅπως εἶπα,  μὲ τὴ συνέχεα τῶν φόβων καὶ τοὺς ἐδίδασκε νὰ εἶναι καρτερικοί. Τὸ ἴδιο ἔκαμε καὶ στὴ περίπτωση τοῦ Ἰώβ, ὅταν ἦταν νὰ σταματήση τὸν πειρασμό. Τότε ἐπέτρεψε νὰ ρθοῦν   τὰ χειρότερα. Δὲν ἐννοῶ τὸ θάνατο τῶν παιδιῶν ἤ τὰ λόγια τῆς γυναίκας του ἀλλὰ τὶς βρισιὲς τῶν δούλων καὶ τῶν φίλων του. Κι ὅταν ἦταν νὰ ἁρπάξη τὸν Ἰακώβ ἀπὸ τὴ ταλαιπωρία του στὴν ξένη χώρα, τότε ἄφησε νὰ δημιουγηθῆ καὶ νὰ γίνη μεγαλύτερη ταραχή. Γιατὶ κι ὁ προστάτης του τὸν ἔπιασε καὶ τὸν ἀπειλοῦσε μὲ θάνατο, κι ὅταν ὕ   στερ’ ἀπ’ αὐτὸν ἦταν νὰ τὸν διαδεχθῆ ὁ ἀδελφός του, τὸν ἀπείλησε μὲ τὸν μεγαλύτερο κίνδυνο. Ἐπειδὴ δὲν εἶναι δυνατὸ καὶ μακροχρόνιος καὶ ἔντονος νὰ εἶναι ὁ πειρασμός. Ἐπιτείνει ὁ Θεὸς τὶς δοκιμασίες τῶν δικαίων, ὅταν πλησιάζη ἡ ἔκβαση τοῦ ἀγῶνα τους, θέλοντας νὰ τοὺς  προσπορίση περισσότερο κέρδος. Τὸ ἴδιο ἔκαμε καὶ στὸν Ἀβραάμ, ὁρίζοντάς του τελευταῖον ἆθλο τὴ θυσία τοῦ παιδιοῦ του. Ἔτσι μπορεῖ νὰ ὑποφέρει κανένας τὰ ἀνυπόφορα ὅταν ἔρχωνται στὸ τέλος κι ἡ ἀπαλλαγὴ ἀπ’ αὐτὰ εἶναι κοντά. Αὐτὸ λοιπὸν ἔκαμε καὶ τότε καὶ δὲ φανέρωσε πρωτύτερα ὁ Χριστὸς τὸν ἑαυτό του, ὥσπου ἔβαλαν κραυγή. Ὅσο περισσότερο ἐπιτεινόταν ἡ ἀγωνία τους, τόσο μὲ χαρὰ μεγαλύτερη δέχτηκαν τὴν παρουσία του. Ἔπειτα, ὅταν ἐφώναζαν, λέει, Ἀμέσως τοὺς μίλησε ὁ Χριστός, «Θάρρος. Ἐγὼ εἶμαι. Μὴ φοβᾶστε». Αὑτὸς ὁ λόγος ἔδιωξε τὸν φόβο τους καὶ τοὺς ἔκαμε ν’ ἀναθαρρήσουν. Ἐπειδὴ μὲ τὰ μάτια τους δὲν τὸν καταλάβαιναν ἀπ’ τὸ παράδοξο βάδισμα καὶ τὴ δύσκολη στιγμή, φανερώνεται ἀπὸ τὴ φωνή. Κι ὁ Πέτρος, ὁ ζωηρὸς σὲ ὅλα καὶ πιὸ βιαστικὸς ἀπὸ τοὺς ἄλλους δὲν κρατιέται· Ἄν εἶσαι σύ, Κύριε, πρόσταξε με νἀθρῶ κοντά σου πάνω στὸ νερό. Δὲν εἶπε προσευχήσου καὶ παρακάλεσε ἀλλὰ πρόσταξέ με. Βλέπετε ζωηρότητα καὶ πίστη; Μ’ ὅλο ποὺ σὲ πολλὰ αὐτὴ τὸν κάμει νὰ κινδυνεύη, γιατὶ ζητᾶ πέρα ἀπ’ τὸ μέτρο. Κι ἐδῶ πολὺ μεγάλο ζήτησε, μόνο ἀπὸ ἀγάπη, ὄχι γιὰ ἐπίδειξη.  Δὲν εἶπε πρόσταξε με νὰ βαδίσω στὰ νερὰ, ἀλλὰ πρόσταξε με νἀρθῶ κοντά σου. Κανένας δὲν ἀγαποῦσε περισσότερο ἀπ’ αὐτὸν τὸν Ἰησοῦ· τ ὸ ἴδιο ἔκαμε καὶ  μετὰ τὴν ἀνάσταση.  Δὲν κρατήθηκε  νἀρθῆ μαζὶ μὲ τοὺς ἄλλους, ἀλλὰ ἔτρεξε πρῶτος. Καὶ δὲ δείχνει τὴν ἀγάπη μόνο παρὰ καὶ τὴν πίστη.  Γιατὶ δὲν πίστεψε μονάχα ὅτι μπορεῖ ὁ Χριστὸς νὰ περπατᾶ πάνω στὴ θάλασσα   ἀλλὰ ὅτι μπορεῖ καὶ σ’ ἄλλους νὰ δώση αὐτὴ τὴ δύναμη καὶ θέλει ἀμέσως νὰ βρεθῆ κοντά του. Ἐκεῖνος τοῦ εἶπε, ἔλα. Κατέβηκε τότε ὁ Πέτρος ἀπὸ τὸ πλοῖο, περπάτησε πάνω στὸ νερὸ καὶ πῆγε πρὸς τὸν Ἰησοῦ. Βλέποντας ὅμως ἰσχυρὸ τὸν ἀέρα, φοβήθηκε κι ὅταν ἄρχισε νὰ βουλιάζη, ἔβγαλε δυνατὴ κραυγή· Κύριε σῶσε με.  Ἀμέσως ὁ Ἰησοῦς ἅπλωσε τὸ χέρι του καὶ τὸν ἔπιασε.  Γιατὶ δίστασες, ὀλιγόπιστε; Αὐτὸ εἶναι πιὸ παράδοξο ἀπὸ τὸ πρῶτο.  Γι’ αὐτὸ γίνεται δεύτερο. Ὅταν  ἔδειξε πὼς εἶναι  Κύριος τῆς θάλασσας, τότε ὁδηγεῖ  καὶ στὸ μεγαλύτερο θαῦμα.  Τότε μόνο  τοὺς ἀνέμους ἐπιτίμησε τώρα καὶ ὁ ἴδιος βαδίζει καὶ σ’ ἄλλον δίνει τὴ δύναμη νὰ κάνη τὸ ἴδιο. Ἄν αὐτὸ πρόσταζε  νὰ γίνη   ἀπὸ τὴν ἀρχή, ὁ Πέτρος δὲ θὰ τὸ δεχόταν ὅμοια, γιατὶ δὲν εἶχε ἀ ποκτήσει ἀκόμα τόση πίστη.
β.Γιὰ ποιὸ λόγο τὸ ἐπέτρεψε ὁ ΧριστὸςἌν τοῦ ἔλεγε, Δὲν μπορεῖς, μπορεῖ νὰ ἔφερνε ἀντίρρηση, ἐπειδὴ  ἦταν ζωηρός. Γι’ αὐτὸ ἀφήνει νὰ πεισθῆ ἀπὸ τὰ πράγματα, γιὰ νὰ γίνη φρονιμώτερος στὸ μέλλον. Οὔτε ἔτσι δὲ σταματᾶ.  Κατεβαίνει καὶ παραδίδεται στὸν κλυδωνισμό·  δοκίμασε φόβο·  τὸν κλυδωνισμὸ τὸν προξένησε ἡ τρικυμία,  τὸ φόβο ὁ ἄνεμος.  Ὁ Ἰωάννης γράφει ὅτι Ἤθελαν νὰ τὸν πάρουν στὸ πλοῖο κι ἀμέσως τὸ πλοῖο προσέγγισε στὴ γῆ, ὅποῦ κατευθύνονταν.  Καὶ λέει τὸ ἴδιο ἀκριβῶς. Ὥστε ἐνῶ ἦταν νὰ βγοῦνε στὴ γῆ, μπῆκε στὸ πλοῖο.  Κατέβηκε λοιπὸν ἀπὸ τὸ πλοῖο καὶ πήγαινε σ’ ἐκεῖνον.  Δὲ χαιρόταν τόσο, ποὺ περαπατοῦσε πάνω στὰ νερά, ὅσο γιατὶ πήγαινε κοντὰ σ’ ἐκεῖνον.  Κι ἐνῶ νίκησε τὸ μεγαλύτερο, κακοπαθεῖ ἀπὸ τὸ λιγώτερο, τὴν ὁρμὴ τοῦ ἀνέμου, ὄχι τῆς θάλσσας. Αὐτὴ εἶναι ἡ ἀνθρώπινη φύση·  πολλὲς φορὲς πετυχαίνει τὰ μεγάλα, ἐνῶ ἀποτυχαίνει στὰ μικρά.
Ὅ,τι ἔπαθε ὁ Ἠλίας μὲ τὴν Ἰεζάβελ, ὅτι ὁ Μωϋσῆς μὲ τὸν Αἰγύπτιο κι ὁ Δαυΐδ μὲ τὴ Βηρσαβεέ. Ἔτσι κι αὐτός. Ἐνῶ ὁ φόβος ἦταν ἀκόμα στὸ κορύφωμά του, ἔκαμε θάρρος νὰ περπατήση στὰ νερά.  Στὸ φύσημα ὅμως τοῦ ἀνέμου δὲν μπόρεσε πιὰ νὰ σταθῆ, καὶ μάλιστα ἐνῶ ἦταν κοντὰ στὸ Χριστό.  Ἀπ’ αὐτὸ φαίνεται ὅτι δὲν ὠφελεῖ   νὰ εἶσαι κοντὰ  στὸ Χριστὸ ἄν δὲν πιστεύης. Αὑτὸ καὶ τὴν ἀπόσταση τοῦ Δασκάλου δείχνει ἀπὸ τὸ μαθητὴ καὶ ἡσύχασε καὶ τοὺς ἄλλους. Γιατὶ ἄν θύμωσαν μὲ τοὺς δύο ἀδελφούς, πολὺ περισσότερο θὰ θύμωναν ἐδῶ. Δὲν εἶχαν ἀκόμα ἀξιωθῆ τὸ Ἅγιο Πνεῦμα. Ἔπειτα ἄλλαξαν.  Παντοῦ  παραχωροῦν τὰ πρωτεῖα στὸν Πέτρο    καὶ στὶς ὁμιλίες πρὸς τὸ λαὸ αὐτὸν βάζουν μπροστά,   ἄν καὶ ἦταν τραχύτερος ἀπὸ τοὺς ἄλλους.  Γιατὶ τώρα δὲν πρόσταξε τοὺς ἀνέμους  νὰ σταματήσουν, ἀλλὰ ἅπλωσε ὁ ἴδιος τὸ χέρι καὶ τὸν ἔπιασε; Γιατὶ ἦταν ἀνάγκη νὰ πιστέψη ἐκεῖνος. Ὅταν  ὑστεροῦμε  ἐμεῖς, ἀδρανεῖ  ὁ Θεός.  Δείχνοντας ὅ τι τὴ μεταβολὴ δὲν τὴν ἔκαμε τὸ φύσημα τοῦ ἀνέμου ἀλλὰ ἡ ὀλιγοπιστία του, τοῦ λέει·  Γιατὶ δίστασες, ὀλιγόπιστε; Ὥστε ἄν δὲν ἀσθενοῦσε ἡ πίστη, θ’ ἀντιστεκόταν \εὔκολα καὶ  στὸν ἄνεμο. Γι’ αὐτὸ κιόλα    τὸν πιάνει  ἀπ’ τὸ χέρι κι ἀφήνει  νὰ φυσᾶ, δείχνοντας ὅτι σὲ τίποτα αὐτὸ δὲν ἐμποδίζει, ὅταν ἡ πίστη εἶναι σταθερή.  Καὶ ὅπως τὸ  μικρὸ πουλί, ποὺ βγαίνει μιὰ στιγμὴ ἀπ’ τὴ φωλιὰ κι εἶναι νὰ γκρεμιστῆ, τὸ ἁρπάζη ἡ μάννα του στὰ φτερά της καὶ τὸ φέρνει  στὴ φωλιὰ πάλι, ἔτσι ἔκαμε κι ὁ Χριστός. Ὅταν μπῆκαν στὸ πλοῖο, κόπασε ὁ ἄνεμος. Πρὶν ἀπὸ τοῦτο ρωτοῦσαν ποιὸς εἶναι αὐτὸς ὁ ἄνθρωπος ποὺ τὸν ἀκοῦν οἱ ἄνεμοι κι ἡ θάλασσα.  Τὼρα δὲ λένε ἔτσι.  Αὐτοὶ ποὺ ἦσαν στὸ πλοῖο ἦρθαν καὶ τὸν προσκύνησαν, γράφει, καὶ τοῦ εἶπαν·  Εἶναι ἀληθινὰ γιὸς τοῦ Θεοῦ.  Βλέπετε πῶς βαθμιαῖα τοὺς ἀνέβασε ὅλους ψηλότερα;  Κι ἀπὸ τὸ βάδισμα πάνω στὴ θάλασσα κι ἀπὸ τὴ διαταγὴ του σὲ ἄλλον νὰ κάμη τὸ ἴδιο, κι ἀπὸ  τὴ διάσωση ἐκείνου ποὺ κινδύνευε, πολλὴ πίστη προξενήθηκε.  Τότε ἐπετίμησε τὴ θάλασσα·  τώρα δὲν τὴν ἐπιτιμᾶ·  μὲ ἄλλον τρόπο ἀνώτερο δείχνει τὴ δύναμή του.  Γι αὐτὸ κι ἔλεγαν.  Εἶσαι ἀληθινὰ Γιὸς τοῦ Θεοῦ.  Μήπως τοὺς ἐμάλλωσε ἐπειδὴ τὸ εἶπαν αὐτὸ;  Ἀντίθετα, ἐπιβεβαίωσε τὸ λόγο, θεραπεύοντας μὲ μεγαλύτερη ἐξουσία, κι ὄχι ὅπως πρῶτα, ὅσους πλησιάζουν.  Πέρασαν ἀπέναντι λέει ὁ Εὐαγγελιστής, κι ἦρθαν στὴν Γεννησαρέτ.  Καὶ ὅταν τὸν κατάλαβαν οἱ ἄνθρωποι τοῦ τόπου ἔστειλαν σ’ ὅλη τὴν περιοχὴ καὶ τοῦ ἔφεραν  ὅλους τοὺς ἀσθενεῖς καὶ παρακαλοῦσαν ν’ ἀγγίσουν τὴν ἄκρη τοῦ ρούχου του.  Κι ὅσοι ἄγγισαν σώθηκαν.  Οὔτε τὸν πλησίαζαν ὅπως προηγούμενα.  Δὲν τὸν τραβοῦσαν στὰ σπίτια τους,  οὔτε ζητοῦσαν ν’ ἀγγίζουν τὸ χέρι του ἤ  μὲ τὸ λόγο του νὰ διατάζη.  Ἀλλὰ ζητοῦσαν τὴ θεραπεία μὲ τρόπο ἀνώτερο πνευματικώτερο καὶ μὲ περισσότερη   πίστη.  Τὸν τρόπο αὐτὸ τὸν δίδαξε ἡ γυναίκα   μὲ τὴν αἱμορραγία καὶ θέλοντας ὁ Εὐαγγελιστὴς νὰ δείξη ὅτι εἶχε ἔρθει στὰ μέρη αὐτὰ ἔπειτα ἀπὸ πολὺν καιρὸ, μᾶς λέει ὅτι  Μόλις πῆραν εἴδηση  οἱ κάτοικοι τῆς περοιχῆς  ἔστειλαν γύρω καὶ τοῦ ἔφεραν ὅλους τοὺς ἄρρωστους.  Ὁ καιρὸς ὅμως ὄχι μόνο τὴν πίστη δὲν ἔσβησε, ἀλλὰ  καὶ μεγαλύτερη τὴν ἔκαμε καὶ τὴ διατήρησε.  Ἄς ἀγγίσωμε λοιπὸν κι ἐμεῖς τὴν ἄκρη τοῦ ρούχου του.  Ἄς μὴ ξεχνοῦμε καλύτερα, ὅτι τὸν ἔχομε ὅλον στὴ διάθεσή μας.  Ἰδοὺ καὶ τὸ σῶμα του ἐδῶ ἐμπρός μας. Ὄχι μονάχα τὸ ροῦχο, ἀλλὰ καὶ τὸ σῶμα του.  Καὶ ὄχι μόνο γιὰ νὰ τὸν ἀγγίσωμε ἀλλὰ  καὶ νὰ φᾶμε καὶ νὰ τὸν πάρωμε μέσα μας.  Ἄς πλησιάσωμε λοιπὸν μὲ πίστη, καθένας ποὺ ἔχει ἀσθένεια.  Ἄν αὐτοὶ ποὺ ἄγγισαν τὸ ροῦχο, ἄντλησαν τόση δύναμη, πόσο περισσότερη θὰ πάρουν αὐτοὶ ποὺ τὸν κατέχουν ὁλόκληρο;  Καὶ δὲν ἐνδιαφέρει μόνο τὸ νὰ λάβωμε ἀλλὰ καὶ τὸ νὰ προσέλθωμε μὲ πίστη καὶ νὰ τὸν ἀγγίσωμε μὲ καθαρὴ καρδιά, νὰ αἰσθανθοῦμε ἔτσι, ἀφοῦ θὰ δεχθοῦμε μὲ τὸν ἴδιο τὸ Χριστό. Δὲν ἀκοῦτε τὴ φωνὴ, ἀλλὰ τὸν βλέπετε νὰ κοίτεται  μπροστὰ μας.  Ἀλλὰ καὶ τὴ φωνὴ του ἀκοῦτε μιλάει μὲ  τὸ στόμα τῶν εὐαγγελιστῶν.
γ΄ Πιστέψετε λοιπόν, ὅτι καὶ τώρα εἶναι ἐκεῖνο τὸ δεῖπνο, ὅπου  κι ὁ ἴδιος εἶχε λάβει μέρος.  Σὲ τίποτα δὲν διαφέρει τὸ ἕνα ἀπὸ τὸ ἄλλο.  Δὲν κάμει τοῦτο ἄνθρωπος κι ἐκεῖνο ὁ ἴδιος, ἀλλὰ ὁ ἴδιος καὶ τὰ δύο.  Ὅταν  βλέπετε λοιπὸν τὸν ἱερέα νὰ σᾶς κοινωνῆ, μὴ νομίζετε ὅτι εἶναι ὁ ἱερεύς, ἀλλὰ  ὅτι ἁπλώνεται τὸ χέρι τοῦ Χριστοῦ.  Κι ὅταν ὁ ἱερεὺς σὲ βαπτίζει, ὁ Θεὸς  μὲ τὴν ἀόρατη δύναμή του εἶναι ποὺ σοῦ  κρατάει τὸ κεφάλι καὶ μήτε  ἄγγελος  μήτε  ἀρχάγγελος μήτε  κανένας ἄλλος τολμᾶ νὰ πλησιάση καὶ ν’ ἀγγίση.  Ἔτσι καὶ τώρα. Ὅταν σὲ ἀναγεννᾶ ὁ Θεός,  εἶναι δικὴ του δωρεά.  Κοιτάξετε αὐτοὺς ποὺ υἱοθετοῦν ἐδῶ,  πῶς δὲν ἀναθέτουν σὲ δούλους τους ἀλλὰ παρουσιάζονται οἱ ἴδιοι στὸ δικαστήριο.  Ἵδια κι ὁ Θεὸς δὲν ἀναθέτει στοὺς ἀγγέλους νὰ κάνουν τὸ δῶρο.  Εἶναι παρὼν ὁ ἴδιος καὶ προστάζει· Μὴ φωνάξετε πατέρα πάνω στὴ γῆ. Δὲν τὸ λέει γιὰ νὰ προσβάλωμε ἐκείνους ποὺ μᾶς γέννησαν ἀλλὰ γιὰ νὰ δώσωμε τὴν πρώτη θέση ἀπ’ ὅλους ἐκείνους σ’ αὐτὸν ποὺ μᾶς ἔπλασε καὶ μᾶς ἔγραψε παιδιά του. Αὐτὸς μᾶς μᾶς ἔδωσε μεγαλύτερο δῶρο, ἀφοῦ μᾶς παράθεσε τὸν ἑαυτό του, πολὺ περισσότερο δὲ θὰ μᾶς θεωρήση ἀνάξιους νὰ μᾶς μοιράση τὸ σῶμα του. Ἄς ἀκούσωμε λοιπὸν ὅλοι, ἱερεῖς καὶ λαὸς, γιὰ ποιὸ πρᾶγμα κριθήκαμε ἄξιοι. Ἄς ἀκούσωμε κι ἄς φρίξωμε.  Μᾶς ἔκαμε τὸ δῶρο νὰ χορτασθοῦμε ἀπὸ τὶς ἅγιες σάρκες του, ἐθυσίασε γιὰ μᾶς τὸν ἑαυτό του καὶ μᾶς τὸν παραθέτει. Ποιὰ θὰ εἶναι λοιπὸν ἡ ἀπολογία μας, ὅταν, μὲ τέτοια τροφή, κάνουμε τέτοιες ἁμαρτίες; Ὅταν τρῶμε τὸ ἀρνίο καὶ γινόμαστε λυκοι, ὅταν τρεφώμαστε μὲ πρόβατο κι ἁπράζωμε ὅπως τὰ λεοντάρια; Τὸ μυστήριο τῆς Θ. κοινωνίας ἀπαιτεῖ ν’ ἀπέχωμε παντοντινὰ ὄχι μόνο ἀπὸ ἁρπαγὲς ἀλλὰ κι ἀπὸ τὸ ἁπλὸ μῖσος.  Τοῦτο εἶναι τὸ μυστήριο τῆς εἰρήνης. Δὲν ἐπιτρέπει νὰ διεκδικοῦμε ὑλικὰ πράγματα.  Γιατὶ ἄν ὀ ἴδιος δὲ λυπήθηκε τὸν ἑαυτὸ του γιὰ χάρη μας, γιὰ ποιὰ τιμωρία θὰ εἴμαστε ἄξιοι ἐμεῖς νὰ λογαριάζωμε τὰ πράγματα καὶ νὰ μὴ λογαριάζωμε τὴν ψυχὴ μας, ποὺ γιὰ χάρη της ἐκεῖνος δὲ λογάριασε τὸν ἑαυτό του; Καὶ στοὺς Ἰουδαίους ἔδωσε μὲ τὶς ἐορτὲς εὐκαιρίες νὰ θυμοῦνται κάθε χρόνο τὶς εὐεργεσίες του, σ’ ἐμᾶς μὲ τοῦτα τὰ μυστήρια ἔδωσε εὐκαιρία καθημερινή. Μὴ ντρέπεσαι λοιπὸν γιὰ τὸ σταυρό. Αὐτὰ εἶναι δικά μας σεμνώματα, αὐτὰ τὰ μυστήρια τὰ  δικὰ μας  Αὐτὸ εἶναι τὸ κόσμημα, ποὺ το στολιζόμαστε. Κι ἄν πῶ ὅτι τέντωσε τὸν οὐρανό, ὅτι ἅπλωσε τὴ γῆ καὶ τὴ θάλασσα, πὼς ἔστειλε προφῆτες κι ἀγγέλους, κανένα δὲν εἶναι ἴσο μ’ ἐκεῖνο. Ἡ κορωνίδα τῶν ἀγαθῶν εἶναι αὐτό, ὅτι δηλαδὴ δὲν ὑπολόγισε τὸν Γιό του, γιὰ σώση τοὺς δούλους ποὺ ἀποξενώθηκαν ἀπ’ αὐτόν. Κανένας Ἰούδας, λοιπὸν καὶ κανένας Σίμωνας ἄς μὴν πλησιάση σ’ αὐτὸ τὸ τραπέζι: κι οἱ δὺο χάθηκαν ἀπὸ τὴ φιλαργυρία τους. Ἄς ἀποφύγωμε αὐτὸ τὸ βάραθρο κι ἄς μὴ νομίζωμε ὅτι μᾶς φτάνει γιὰ τὴ σωτηρία μας ἀφοῦ γδύσωμε τὶς χῆρες καὶ τὰ ὀρφανά , ποτήριο ἀπὸ χρυσὸ καὶ ἀδαμαντοποίκλιτο νὰ προσφέρωμε στὴν τράπεζα. Ἄν θέλωμε  νὰ τιμήσωμε τὴ θυσία, ἄς προσφέρωμε τὴν ψυχή μας ποὺ γι’ αὐτὴν θυσιάστηκε. Αὐτὴ νὰ κάμωμε χρυσῆ. Ἄν αὐτὴ μένει χειρότερη ἀπὸ κόκκαλο καὶ μολύβι κι εἶναι μόνο τὸ σκεῦος χρυσό, ποιὸ τὸ ὄφελος; Ἄς μὴ προσέχωμε λοιπὸν αὐτὸ μονάχα, πὼς νὰ προσφέρωμε σκεύη χρυσᾶ ἀλλὰ καὶ νὰ προέρχωνται ἀπὸ δίκαιους κόπους. Τότε εἶναι πολυτιμότερα ἀπὸ τὰ χρυσᾶ, ὅταν δὲν ἔχουν πλεονεξία. Δὲν εἶναι ἡ Ἐκκλησία χρυσοχοεῖο οὔτε ἀργυροκοπεῖο, ἀλλὰ σύναξη ἀγγέλων. Γι’ αὐτὸ ἔχομε ἀνάγκη ἀπὸ ψυχές. Γιὰ χάρη τῶν ψυχῶν δέχεται ὅλα αὐτὰ ὁ Θεός. Δὲν ἦταν τότε ἐκεῖνο τὸ τραπέζι ἀπὸ ἀσήμι οὔτε τὸ ποτήρι ἀπὸ χρυσό, ποὺ μ’ ἐκεῖνο ἔδωσε ὁ Χριστὸς στοὺς μαθητὰς του τὸ αἷμα του. Ἦσαν ὅλα ἐκεῖνα ἀκριβὰ καὶ φρικτὰ, γιατὶ ἦσαν γεμᾶτα ἀπὸ πνεῦμα. Θέλεις νὰ τιμήσης τὸ σῶμα τοῦ Χριστοῦ. Μὴν τὸ περιφρονήσης γυμνό. Μήτε νὰ τὸν τιμᾶς ἐδῶ μὲ ροῦχα μεταξωτὰ καὶ ν’ ἀδιαφορήσης, ὅταν τὸν βλέπης νὰ πεθαίνη ἔξω ἀπὸ τὴν παγωνιὰ καὶ τὴ γύμνια. Ὁ ἴδιος ποὺ εἶπε Αὐτὸ εἶναι τὸ σῶμα μου, καὶ τὸ ἐπιβεβαίωσε μὲ τὸ λόγο του, εἶπε καὶ τὸ ἄλλο· Μὲ εἴδατε πεινασμένο καὶ δὲ μοῦ δώσαστε φαγητό. Καὶ ἀκόμα. Ἀφοῦ δὲν τὸ ἐπράξατε σ’ ἕναν ἀπὸ αὐτοὺς τοὺς ἀσήμαντους, δὲν τὸ ἐπράξατε οὔτε σ’ ἐμένα. Αὐτὸ δὲν χρειάζεται ροῦχα, ἀλλὰ καθαρὴ ψυχή. Ἐκεῖνο ὅμως χρειάζεται πολλὴ φροντίδα. Ἄς μάθωμε λοιπὸν νὰ ζοῦμε πνευματικὰ καὶ νὰ τιμοῦμε τὸ Χριστό, ὅπως ἐκεῖνος θέλει. Γιατὶ ἡ πιὸ εὐχάριστη τιμὴ γιὰ τὸν τιμώμενο εἶναι αὐτὴ ποὺ ὁ ἴδιος θέλει, ὄχι αὐτὴ ποὺ ἐμεῖς νομίζομε. Κι ὁ Πέτρος ἀπέδειξε ὅτι τὸν τιμοῦσε ἐμποδίζοντάς τον νὰ τοῦ πλύνη τὰ πόδια· αὐτὸ ποὺ ἔκανε ὅμως ἦταν ἀντίθετο τῆς τιμῆς.  Κι ἐσὺ νὰ τὸν τιμᾶς μὲ τὴν τιμή, ποὺ ὁ ἴδιος ὥρισε· ξοδεύοντας τὸν πλοῦτο σου στοὺς φτωχούς. Δὲν ἔχει ὁ Θεός ἀνάγκη ἀπὸ χρυσᾶ σκεύη ἀλλὰ ἀπὸ ψυχὲς χρυσές.
δ΄. Δὲ θέλω νὰ ἐμποδίσω νὰ κατασκευάζωνται πολύτιμα ἀφιερώματα. Θεωρῶ ὅμως ὅτι μαζὶ μ’ αὐτὰ καὶ πρὶν ἀπ’ αὐτὰ ἀξίζει νὰ ἀσκοῦμε τὴν ἐλεημοσύνη. Κι αὐτὰ τὰ δέχεται, περισσότερο ὅπως ἐκείνη. Σ’ αὐτὰ ὠφελεῖται μόνο αὐτὸς ποὺ προσφέρει, σ’ ἐκείνην ὅμως κι αὐτὸς ποὺ δέχεται. Ἐδῶ μπορεῖ νὰ νομιστῆ τὸ πρᾶγμα σὰν ἀφορμὴ φιλοδοξίας, ἐνῶ ἐκεῖ ὅλα εἶναι ἐλεημοσύνη καὶ φιλανθρωπία.  Ποιὸ τὸ ὄφελος νὰ εἶναι γεμάτη ἡ τράπεζά του ἀπὸ χρυσὰ ποτήρια κι ὁ ἴδιος νὰ πεθαίνει τῆς πείνας; Χόρτασε πρῶτα τὴν πεῖνα του καὶ τότε ὡς ἐκ περισσοῦ στόλισε καὶ τὴν τράπεζά του. Ἀφιερώνεις χρυσὸ ποτῆρι καὶ δὲν προσφέρης ἕνα ποτήρι νερό; Τί ὠφελεῖσαι; Κάμει χρυσοκέντητα σκεπάσματα τῆς τράπεζας καὶ δὲν δίνεις στὸν ἴδιο μέρος ἀπαραίτητο γιὰ κατάλυμα, τί κερδίζεις ἀπ’ αὐτό; Πέστε μου. Ἄν βλέπαμε κάποιον ποῦ στερεῖται τὴν ἀπαραίτητη τροφὴ καὶ ἀφίνοντάς τον νὰ εὔρη τρόπο νὰ ὑπερνικήση τὴ πείνα του, ἐμεῖς ντύναμε μονάχα μὲ ἀσήμι τὸ τραπέζι του, ἆραγε θὰ μᾶς ἀναγνώριζε τὴ χάρη καὶ δὲ θὰ δοκίμαζε μεγαλύτερη ἀγανάκτηση; Κι ἄν τὸν ἐβλέπαμε ντυμένο μὲ κουρέλια καὶ τὸ κρύο νὰ τὸν παγώνη καὶ ἀντὶ νὰ τοῦ δώσωμε ροῦχα τοῦ φτιάχνομαι χρυσοὺς κίονες λέγοντας ὅτι τὸ κάνομε γιὰ νὰ τὸν τιμήσωμε δὲ θὰ ἰσχυριζόταν ὅτι τὸν εἰρωνευόμαστε καὶ δὲ θὰ θεωροῦσε τὸ πρᾶγμα ἔσχατη ὕβρη; Σκέψου το αὐτὸ καὶ στὴν περίπτωση τοῦ Χριστοῦ. Ὅταν γυρίζη πλάνης καὶ ξένος, ἔχοντας ἀνάγκη ἀπὸ στέγη, κι ἐσὺ ἀντὶ νὰ τὸν ὑποδεχτῆς στολίζης τὰ πατώματα καὶ τοὺς τοίχους καὶ τὰ κιονόκρανα καὶ κρεμᾶς ἁλυσιδες ἀπὸ λαμπάδες ἀσημένιες καὶ καθόλου δὲ θέλης νὰ κοιτάξης τὸν ἴδιο ποὺ εἶναι ἁλυσοδεμένος στὸ δεσμωτήριο. Δὲν τὰ λέγω αὐτὰ ἐπειδὴ θέλω νὰ σᾶς ἀνακόψω ἀπὸ τέτοιες φιλοτιμίες, ἀλλὰ νὰ κάμετε αὐτὰ μαζὶ μ’ ἐκεῖνες, ἤ μᾶλλον γιὰ νὰ σᾶς συστήσω νὰ κάνετε αὐτὰ πρὶν ἀπ’ αὐτές.  Κανένας δὲν κατηγορήθηκε, ἐπειδὴ δὲν ἐνδιαφέρθηκε γι’ αὐτά.  Γιὰ τὴν παραμέληση ὅμως τῶν ἄλλων αἰωρεῖται ἡ ἀπειλὴ τῆς γέενας καὶ τῆς ἄσβηστης φωτιᾶς καὶ ἡ τιμωρία μαζὶ μὲ τοὺς δαίμονοες. Μὴ στολίζης λοιπὸν τὸ ναὸ τὴ στιγμὴ ποὺ ἀδιαφορεῖς γιὰ τὴ θλίψη τοῦ ἀδελφοῦ σου. Αὐτὸς εἶναι ἀπὸ κεῖνον ἀνώτερος ναός. Καὶ τὰ κειμήλια αὐτὰ θὰ μπορέσουν νὰ τ’ ἀφαιρέσουν καὶ βασιλιὰδες ἄπιστοι καὶ τύραννοι καὶ λησταί. Ὅσα ὅμως προσφέρεις στὸν πεινασμένο ἀδελφό σου, καὶ τὸν ξένο καὶ τὸν γυμνὸ οὔτε ὁ ἴδιος ὁ διάβολος δὲν μπορεῖ νὰ τὰ κλέψη, ἀλλὰ παραμένουν σὲ θησαυροφυλάκιο ἀπαραβίαστο. Γιατὶ λοιπὸν αὐτὸς λέγει Τοὺς φτωχοὺς πάντα τοὺς ἔχετε μαζί σας, ἐμένα ὄχι πάντα; Γι’ αὐτὸ περισσότερο νὰ ἐλεοῦμε, γιατὶ δὲ θὰ τὸν ἔχωμε πάντα κοντά μας πεινασμένο ἀλλὰ στὴν παροῦσα ζωὴ μονάχα. Ἄν θέλης μάλιστα νὰ καταλάβης ὅλο τὸ νόημα τοῦ λόγου, μάθε ὅτι αὐτὸ δὲν εἰπώθηκε στοὺς μαθητὰς –κι ἄς νομίζεται ἔτσι-ἀλλὰ στὴν ἄρρωστη γυναῖκα. Ἐπειδὴ δὲν ἦταν ἀκομα σὲ κατάσταση τελειότητας κι οἱ μαθηταί του τῆς ἔφεραν δυσκολίες, θέλοντας νὰ τὴν κερδίση τῆς μιλοῦσε ἔτσι. Ἐπειδὴ τὰ εἶπε αὐτὰ γιὰ νὰ τὴν ἐνισχύση, πρόσθεσε·  Γιατὶ ταλαιπωρεῖται τὴν γυναίκα; Κι ἐπειδὴ ἔχομε κι ἐκεῖνον πάντα μαζί μας, λέγει. Ἐγὼ εἶμαι μαζί σας ὅλες τὶς μέρες ὡς τὴν συντέλεια τῆς ζωῆς. Ἀπ’ αὐτὰ φαίνεται, ὅτι γιὰ τίποτ’ ἄλλο δὲν τὰ ἔλεγε αὐτὰ παρὰ μόνο νὰ μὴν καταμαράνη ἡ ἐπιτήμηση τῶν μαθητῶν τὴν πίστη τῆς γυναίκας ποὺ παρουσιάστηκε τότε. Ἄς μὴ συζητοῦμε τώρα γι’ αὐτὰ ποὺ γιὰ κάποιο λόγο ἔχουν λεχθῆ. Ἀλλὰ ἄς διαβάσωμε ὅλους τοὺς νόμους ποὺ ἔβαλε στὴ Καινὴ καὶ στὴν Παλαιὰ γιὰ τὴν ἐλεημοσύνη κι ἄς δείξωμε γι’ αὐτὴ μεγάλο ἐνδιαφέρον. Αὐτὸ καθαρίζει ἁμαρτίες. Δῶστε ἐλεημοσύνη κι ὅλα θὰ γίνουν καθαρά. Αὐτὸ εἶναι ἀνώτερο ἀπὸ τὴ θυσία. Ἐλεημοσύνη θέλω καὶ ὄχι θυσία. Αὐτὸ ἀνοίγει τοὺς οὐρανοὺς· Οἱ προσευχές σου καὶ οἱ ἐλεημοσύνες σου ἀνέβηκαν κοντὰ στὸ Θεὸ δική σου ὑπόμνηση. Αὐτὸ εἶναι πιὸ ἀπαραίτητο ἀπὸ τὴν παρθενία. Ἔτσι ἀποδώχτηκαν ἐκεῖνες ἀπὸ τὸ νυμφῶνα, ἔτσι οἱ ἄλλες ὡδηγήθηκαν σ’ αὐτόν. Ὅλα αὐτὰ ἄς τὰ κάνωμε συνείδησή μας κι ἄς σπείρωμε μὲ φιλοτιμία, γιὰ νὰ θερίσωμε μὲ περισσότερη ἀφθονία. Ἔτσι θὰ ἐπιτύχωμε τὰ μελλοντικὰ ἀγαθὰ μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀνήκει ἡ δόξα στὸ αἰῶνα. Ἀμήν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.218-227


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου