Κυριακή, 26 Ιανουαρίου 2014

Κυριακὴ τοῦ Λουκᾶ ΙΕ. Ὁμιλία εἰς τὸν Ζακχαῖον τὸν Τελώνην. Ἁγίου Ἰωάννου Χρυσοστόμου

Κυριακὴ τοῦ Λουκᾶ ΙΕ΄
Λουκ. ιθ΄1-10
Ι.Χρυσοστόμου
Ὁμιλία εἰς τὸν Ζακχαῖον τὸν Τελώνην



Οἱ τῶν καλῶν ἐρῶντες, οὐδὲν ἀπέχουσι τῶν διψώντων, ὦ ἀγαπητοί. Ὅσῳ γὰρ οὐχ εὑρίσκουσι τὸ ζητούμενον, τοσούτῳ πρὸς τὴν δίψαν τῶν ποθουμένων καίονται·  καὶ νύκτωρ μὲν φαντάζονται τὰς ποθουμένας, ὡς διψῶντες, πηγάς· μεθ’ ἡμέραν δὲ τόπον ἐκ τόπου περιερχόμενοι, ὅμμασι πολυκινήτοις περιβλεπόμενοι, ζητοῦσι τὰ τῆς καρδίας ποθούμενα. 
Καὶ ὥσπερ ὁδοιπόροι ἐν ὥρᾳ καύσωνος τὴν ἄνυδρον γῆς διατρέχουσιν, ὑπὸ τῆς δίψης πιεσθέντες, καὶ τὰς πηγὰς περιβλέπονται, ὡς πολλάκις καὶ ἐπὶ βουνοὺς ἀνατρέχοντας αὐτοὺς ὅπου πηγή· κἄν ἴδωσιν αὐτὴ πόρρωθεν, χαίρουσι, καὶ ἐπιτείνονται τὴν πορείαν πρὸς αὐτὴν σπεύδοντες· εἶτα ἐλθόντες ἐπὶ τὴν πηγὴν τὴν δίψαν τῷ ὕδατι παύσουι τοιοῦτοί εἰσιν οἱ φιλόχριστοι ἄνδρες. 
Ἐν γὰρ τῇ ἡμέρα τὸν ποθούμενον αὐτοῖς Χριστὸν ἔργοις ἀγαθοῖς ἐκζητοῦσι, καὶ ἐν νυκτὶ δι’ εὐχῶν προσομιλοῦσιν αὐτῷ καὶ ἐν τοῖς ὕπνοις μετ’ αὐτοῦ βηματίζειν φαντάζονται· ἐὰν ἐν ὁράμασιν αὐτὸν ἴδωσι πόρρωθεν, χαίρονται καὶ ἀγάλλονται, ὥσπερ οἱ διψῶντες, ὅταν εὕρωσι τὰς ποθουμένας πηγάς· καὶ πάλιν διυπνισθέντες καθεύδειν ἐθέλουσιν, ἵνα τῇ αὐτῇ ὁπατασίᾳ τοῖς ὕπνοις περιτύχωσι.
  Τοιοῦτος ἦν καὶ Ζακχαῖος ὁ ἀρτίως ὑμῖν ὑπὸ εὐαγγελίου διαναγνωσθείς. Ὅρα γὰρ μοι αὐτὸν καὶ τρέχοντα, καὶ πόθῳ φλεγόμενον θείῳ καὶ ἐπὶ τὸ δένδρον ἀναβαίνοντα, καὶ Ἰησοῦν περιβλεπόμενον, ὅπως ἴδῃ τὴν ζωοφόρον πηγήν.  
Θεωρήσας δὲ Ζακχαῖος τὸν Κύριον, τὴν μὲν ὅρασιν ἀνέπαυσε, τὴν δὲ καρδίαν πλέον πρὸς πόθον ἐξέκαυσεν. Εἰσελθὼν δέ, φυσίν, ὁ Ἰησοῦς εἰς Ἱεριχώ, διήρχετο.  Καὶ ἰδοὺ ἀνὴρ ὀν ὀνόματι Ζακχαῖος· καὶ οὗτος ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος· καὶ ἐπιθύμει ἰδεῖν τὸν Ἰησοῦν, ὅτι ἐκεῖ ἔμελλε διέρχεσθαι. 
Ὅρα μοι πόθον ἄνθρώπου, ἀγαπητέ.  Καὶ οὐκ ἠδύνατο βλέπειν ἀπὸ τοῦ ὄχλου, ὅτι μικρὸς ἦν τῇ ἡλικίᾳ.  Καὶ προλαβὼν εἰς τὰ ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ τὸν Ἰησοῦν, ὅτι ἐκεῖθεν ἤμελλε διέρχεσθαι· Ζακχαῖος ὁ τὴν ἡλικίαν τοῦ σώματος μικρός, τῇ δὲ φρονήσει τοῦ πνεύματος μέγας, ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν, ἐπεθύμει ἰδεῖν τὸν Θεὸν ἐν ἀνθρώποις τὰ οὐράνια χαριζόμενον· ἐζήτει ἰδεῖν τὸν τῶν ἀγγέλων κτίστην, καὶ τοῦ οὐρανίου καὶ ὑπεργείου φωτὸς λαμπαδοθέτην βήμασιν ἀνθρωπίνοις περιπατοῦντα· ἐζήτει ἰδεῖν πῶς ὁ ἥλιος τῆς δικαιοσύνης ἐν τῇ νεφέλῃ τοῦ σώματος καθεζόμενος, τῶν πιστῶν τοὺς ὀφθαλμοὺς τῆς καρδίας κατήυγασεν· ἐζήτει ἰδεῖν τὸν Θεὸν Ἰησοῦν, τὸ καλὸν σχῆμα, τὸ ποθεινὸν πρᾶγμα, τὸ γλυκὺ ὄνομα Ἰησοῦν, τὸν ἐκ τοῦ ὀνόματος πρᾶγμα σημαίνοντα· ἐπεθύμει ἰδεῖν τὸ πορφυρόμαλλον πρόβατον, οὗ τὸ αἷμα τὴν οἰκουμένην ἐξηγόρασε, καὶ ὁ πόκος αὐτοῦ ἀπὸ Ἀδὰμ μέχρι τέλους γυμνωθέντας ἐσκέπασεν· ἐπιθύμει ἰδεῖν ὁ αἰχμάλωτος στρατιώτης τὸν ἴδιον βασιλέα, τὸ πρόβατον τὸν ποιμένα, ὁ πεπλανημένος τὴν ὁδὸν, ὁ ἐσκοτισμένος τὸ φέγγος· ἐπεθύμει ἰδεῖν τὸν τῆς εὐσεβείας κήρυκα, ὁ μὴ ἔχων τὸ τῆς θεογνωσίας γλυκύτατον ἄρτυμα·  ἐζήτει ἰδεῖν ὁ ἄρρωστος τὴν ὑγείαν, ὁ πεινῶν τὸν οὐράνιον ἄρτον, ὁ διψῶν τὴν ζωοφόρον πηγήν· ἐπεθύμει ἰδεῖν τὸν τῶν ἱερέων ζωοδότην, καὶ ἐξυπντιστὴν τοῦ Λαζάρου.
Ὤ ἔρωτος θείου, ὤ ἐπιθυμίας ! ὤ ἔρωτος χρυσοπτέρον, μᾶλλον δὲ Χριστοῦ, τοῦ τὴν ἔχουσαν αὐτὸν ψυχὴν εἰς οὐρανοὺς ἀναφέροντος! 
Ἤδη ὁ Θεῖος ἔρως ὁ ἄρας αὐτὸν ἀπὸ τῆς γῆς, δενδροβάτην παρισκεύασεν· οὐκ ἔτι τὰ ἐπίγεια βλέπειν αὐτὸν ἤδη, οὔκ ἔτι ἀνθρώποις συνεχώρησεν αὐτὸν ὁμιλεῖν· ἀλλὰ πρὸς θείαν βλέψας ἀγάπην, τὰ οὐράνια ἐξεδέχετο· ἀπ’ ἐκεῖνων πρὸς ἐκεῖνα ἔτρεχε πρὸς ἅ ἠπείγετο, καὶ ἐπὶ τὸ δένδρον ἀναβὰς πριεβλέπετο τὸν Χριστὸν, καὶ τῇ διανοίᾳ τῆς νεφέλης ἐπέβαινεν.
Ἰδὼν δὲ τὸν Χριστὸν ὁ Ζακχαῖος ἁρμοζόντως ἔλεγε·  Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμοὺς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Εἶδε Ζακχαῖος τὸν Κύριον, καὶ πλέον πρὸς πόθον ἐξεφλέγετο· ἥψατο αὐτοῦ τῆς καρδίας, καὶ ἄλλος ἐξ ἄλλου ἐγίνετο· ἀντὶ τελώνων ζηλωτής, ἀντὶ ἀπίστου πιστός, καὶ ἀντὶ λύκου πρόβατον σφραγιδοφόρον. 
Τίς οὕτω ποθεῖ πατέρα ἤ μητέρα, τίς οὕτω ποτὲ ἠγάπησε γυναῖκα ἤ τέκνα, ὡς Ζακχαῖος τὸν Κύριον ὡς ἐξ αὐτοῦ τοῦ πράγματός ἐστι δοκιμάσαι; Πάντα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα διὰ τὸν Χριστὸν τοῖς πένησιν ἔδωκε, καὶ οὕς ἐσυκοφάντησε, τετραπλασίονα, ἀπέδωκεν. 
Ὤ μαθητοῦ τρόπος ἀγαθός, ὤ διδασκάλου ἐπιείκεια καὶ δύναμις θεία, ἐκ τοῦ ὀφθῆναι μόνον τὸν Ἰησοῦν εἰς πρᾶξιν ἐνάγοντα! Οὕπω γὰρ κατηχητικὸν λόγον τῷ Ζακχαίῳ ἔλεγεν ὁ Κύριος ἀλλὰ ὤφθη μόνον τῷ ποθοῦντι καὶ ἡ τῆς πίστεως δύναμις ὑπὲρ τῆς τοῦ ποθοῦντος καρδίας ἀνείλκετο.  Τοτοῦτόν τι γέγονεν καὶ ἐπὶ τῆς αἱμορροούσης· προσελθοῦσα γὰρ τῷ Κυρίῳ, καὶ ἀξιοῦσα αὐτὸν, ἵνα ἰάσησται αὐτὴν, οὐ μὴν ἐξεδέχετο τὴν ἁφὴν τῆς χειρός, ἀλλὰ αὐτὴ προσελθοῦσα ἤψατο αὐτοῦ τοῦ κρασπέδου κρυφίως· καὶ ἡ δύναμις τῆς ἰάσεως ὑπὸ τῆς ἀψομένης ὡς σπόγγος εἵλκετο. 
Καὶ ὁ μὲν Ζακχαῖος ἀγνοῶν ἐποίει, θείῳ ζήλῳ φερόμενος, καὶ πνευματικῷ ἔρωτι φλεγόμενος ἐπὶ τὴν συκομορέαν ἔτρεχεν· ὁ δὲ Κύριος μυστικόν τι θεωρήσας, ἔλεγε κατάβηθι· οἶδά σου τὴν ψυχὴν, οἶδά σου τὸν ὅσιον ἔρωτα· Κατάβηθι· μνήσθητι ὅτι ὁ Ἀδὰμ γυμνωθεὶς, ὑπὸ τῆς συκῆς ἐκρύβη· σὺ δὲ θέλων σωθῆναι, ἐπὶ συκομορέαν μὴ ἀνάτρεχε. 
Δεῖ με τὸ συκόμορον τοῦτο ξηρᾶναι, καὶ ἄλλο φυτεῦσαι, σταυρόν. Ἐκεῖνο χρηστὸν δένδρον ἐστίν, ἐπ’ ἐκεῖνο βήματι ψυχῆς ἀνάτρεχε. 
Ἐκεῖθεν γὰρ εἰς οὐρανοὺς ἕτοιμος ἀκονίζῃ· εἰς τοῦτον τὸ δένδρον καὶ ὁ ὄφις τοῖς φύλλοις περιπλέκεται, εἰς τοῦτο κρύπτεται, ἐν τούτῳ ἐνόσσευσε· σπεῦσον, κατάβηθι πρὸ τοῦ αὐτὸν ψιθυρίζειν τῇ ψυχῇ σου, ὡς καὶ ἐπὶ τῆς Εὔας πείσας αὐτὴν γεύσασθαι τῆς γλυκείας ἡδονῆς· σπεῦσον, κατάβηθι· ἕως ἔστηκα ἐγώ, κατάβηθι· ἐμοῦ γὰρ ὁρῶντος αὐτόν, ἐκεῖνος πεφίμωται.  
Σπεῦσον, κατάβηθι, οὐ θέλω σε ἐᾶσαι ἐπὶ τὴν συκομορέαν, οὐ θέλω σε ἀπολέσθαι· ἐμὸν γὰρ εἶ πρόβατον, ἐμοὶ προσέδραμες.  Σπεῦσον, κατάβηθι, καὶ πρόλαβε εἰς τὸν οἶκον σου· δεῖ με ἀναπαύειν ἐκεῖ.
Ὅπου γὰρ πίστις, ἐκεῖ ἀναπαύομαι· ὅπου ἀγάπη, ἐκεῖ ἀπέρχομαι. 
Οἶδα τί μέλλεις ποιεῖν· οἶδα ὅτι ὅλα σου τὰ ὑπάρχοντα μέλλεις διδόναι πένησι καὶ πρῶτον ἀποδιδόναι οἷς ἐσυκοφάντησας, τετραπλασίονα.  Παρὰ τοῖς τοιούτοις ἡδέως αὐλίζομαι.  Καὶ ὁ Ζακχαῖος σπεύσας κατέβη, καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ Ἰησοῦν ὑπεδέξατο. 
Χαρᾶς δὲ ἐμπλησθείς, σταθεὶς εἶπεν·  οὐ περιπατῶν, οὐ καθήμενος, ἀλλὰ σταθείς, ἵνα δείξῃ τὴν τῆς ψυχῆς αὐτοῦ ἀμετάθετον γνώμην σταθεὶς εἶπεν, ὅτε ζέων τῷ πνεύματι, ἀμεταμέλητα νοήσας ἠγωνίζετο· ἤδει γὰρ ὅπου σπείρει, καὶ ὅπου μέλλει θερίζειν καὶ εἶπεν· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς· καὶ οὕς ἐσυκοφάντησα, τετραπλασίονα ἀποδίδωμι. 
Ὤ ἐξομολόγησις καθαρὰ ἐκ καρδίας καθαρᾶς προερχομένη· ἐξομολόγησις ἀνεπαίσχυντος ἀνεπαισχύντῳ δόξῃ Θεοῦ παρισταμένη, πίστιν ἀποπνέουσι, καὶ δικαιοσύνην ἀνθοῦσα! ἧς δικαιοσύνης καταξιώσειεν ἡμᾶς ὁ τῶν ὅλων Θεός, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὅσοι ἐπιθυμοῦν τὰ καλά, δέ διαφέρουν ἀπὸ τοὺς διψασμένους, ἀγαπητοί. Ὅσο δὲ βρίσκουν αὐτὸ ποὺ   ζητοῦνε, τόσο ἀνάβει ἡ δίψα τους γιὰ ὅ,τι ποθοῦν.  Καὶ τὴ νύχτα ὀνειρεύονται σὰ διψασμένοι τίς πηγές τῶν πόθων τους.  Κι ὅταν ξημερώση πηγαίνοντας ἀπό τόπο σέ τόπο, μέ ἀεικίνητα μάτια βλέποντας γύρω, ἀναζητοῦν αὐτά πού ποθεῖ ἡ καρδιά τους. Κι ὅπως ὁδοιπόροι, πού σέ ὥρα μεσημεριοῦ διασχίζουν ἄνυδρο τόπο, ἀναγκασμένοι ἀπὸ τὴ δίψα βλέπουν γύρω τους πηγές·  καὶ πολλὲς φορὲς θὰ τοὺς δῆς ν’ ἀνεβαίνουν καὶ βουνὰ ὅπου ὑπάρχει πηγή· κι ὅταν ἀπό μακριὰ τὴ δοῦν, χαίρονται καὶ συνεχίζουν τὴν πορεία τους πρὸς αὐτὴ μέ βιάση· ἔπειτα φθάνουν στὴν πηγὴ καὶ σβήνουν μὲ τὸ νερὸ τὴ δίψα τους· τέτοιοι εἶναι κι οἱ φίλοι τοῦ Χριστοῦ. Τὴν ἡμέρα ἀναζητοῦν τὸν ποθητό τους Χριστὸ μὲ καλά ἔργα καὶ τὴ νύχτα εἶναι κοντά του μὲ τὴν προσευχή κι ὅταν κοιμοῦνται βλέπουν στὸ ὄνειρό τους ὅτι περπατοῦν μαζί του.  Ὅταν στὰ ὁράματά τους τὸν ἰδοῦν ἀπὸ μακριά χαίρονται κι ἀναγαλλιάζουν καθὼς οἱ διψασμένοι, ὅταν βροῦν τὶς πηγὲς ποὺ ποθοῦν.  Κι ὅταν ξυπνήσουν θέλουν νά ξανακοιμηθοῦν, γιὰ ν’ ἀντικρύσουν στὸν ὕπνο τους τὴν ἴδια πάλι ὁπτασία. Τέτοιος καὶ ὁ Ζακχαῖος ποὺ διαβάσαμε πρὶν ἀπὸ λίγο στὸ Εὐαγγέλιο. Δῆτε τον ποὺ τρέχει καὶ ὁ θεῖος πόθος τὸν πυρπολεῖ· σκαρφαλώνει στὸ δένδρο καὶ ψάχνει γύρω τὸν Ἰησοῦ, γιὰ νὰ δῆ τὴ ζωοδότρα πηγή.  Κι ὅταν ὁ Ζακχαῖος ἀντίκρυσε τὸν Κύριο, ξεκούρασε τὴν ὅραση του, περισσότερο ὅμως ἀναρρίπισε τὸν πόθο στὴν καρδιά του· «Μπῆκε λοιπόν ὁ Ἰησοῦς στὴν Ἱεριχὼ καὶ περιπατοῦσε στὸν δρόμο.  Βρῆκε κάποιον λεγόμενο Ζακχαῖο. Ἦταν ἀρχιτελώνης καὶ πολὺ πλούσιος. Ἤθελε πολὺ νὰ ἰδῆ τὸν Ἰησοῦ ποὺ ἦταν νὰ περάση ἀπὸ κεῖ». Πρόσεξε, ἀγαπητέ μου, τόν πόθο τῆς ψυχῆς του. Δέν μποροῦσε ὅμως νὰ δῆ ἀπὸ τὸ πλῆθος, γιατὶ ἦταν μικρὸ τὸ ἀνάστημά του.  Τρέχει λοιπὸν μπροστά κι ἀνεβαίνει σὲ μιὰ μουριὰ γιὰ νὰ δῆ τὸν Ἰησοῦ, ποὺ ἦταν νὰ περάση ἀπὸ κεῖ. Ὁ Ζακχαῖος μὲ τὸ μικρὸ ἀνάστημα καὶ τὴν πολλὴ γνώση ζητοῦσε νὰ δῆ τὸν Χριστὸ, ἐπιθυμοῦσε νὰ δῆ τὸ θεὸ μέσα στοὺς ἀνθρώπους πού χάριζε τὸν οὐρανό, ἤθελε νὰ δῆ τὸ δημιουργὸ τῶν ἀγγέλων, νὰ δῆ νὰ βαδίζη μὲ βήματα ἀνθρώπου ὁ φωτοδότης τοῦ οὐρανοῦ, ὑπέργειου φωτός. Ζητοῦσε νὰ δῆ πῶς ὁ ἥλιος τῆς δικαιοσύνης καθισμένος στὸ νέφος πλημμύρισε μὲ φῶς τῶν πιστῶν τὰ ψυχικὰ μάτια.  Ζητοῦσε νὰ δῆ τὸ θεὸ Ἰησοῦ, τὸν ὡραῖο, τὸν ποθητὸ, τὸ γλυκύ, ποὺ μὲ τὄνομά του δηλώνει καὶ τὴν πράξη.  Νὰ δῆ τὸ πορφυρόμαλλο πρόβατο, ποὺ τὸ αἶμα του ἔγινε τὸ τίμημα τῆς οἰκουμένης καὶ τὸ μαλλί του ἔντυσε τοὺς γυμνοὺς ἀπὸ τὸν Ἀδὰμ ὡς τὸ τέλος. Ἐπιθυμοῦσε νὰ δῆ ὁ αἰχμάλωτος στρατιώτης τὸ βασιλιά του, τὸ πρόβατο τὸ βοσκό του, ὁ παραπλανημένος τὸ δρόμο του, ὁ σκοτισμένος τὸ φῶς. Ἐπιθυμοῦσε νὰ δῆ τὸν κήρυκα τῆς εὐσεβείας, αὐτὸς ποὺ δὲν εἶχε γευτῆ τὴ γλυκύτητα τῆς θεογνωσίας.
Ζητοῦσε νὰ δῆ ὁ ἄρρωστος τὴν ὑγεία του, ὁ πεινασμένος τὴν οὐράνια τροφή, ὁ διψασμένος τὴν ζωοδότρα πηγή. Ἐπιθυμοῦσε νὰ δῆ τὸν ἐμψυχωτὴ τῶν ἱερέων καὶ τὸν ξυπνητὴ τοῦ Λαζάρου. Ὤ, τὸ θεϊκὸ ἔρωτα! Ὤ, τὴν ἐπιθυμία! Ὤ, τὸ χρυσόφτερο ἔρωτα, ἤ καλύτερα τὸν ἔρωτα τοῦ Χριστοῦ, ποὺ ἀνεβάζει στὸν οὐρανὸ τὴν ψυχὴ ποὺ τὸν ἔχει. Ὁ θεϊκὸς ἔρωτας ποὺ τὸν ἐσήκωσε ἀπὸ τὴ γῆ, τὸν ἔκαμε κιόλα ν’ ἀνεβῆ στὸ δένδρο. Δὲν τὸν ἄφησε νὰ ἐξακολουθήση νὰ βλέπη τὰ πράγματα τῆς γῆς, οὔτε καὶ νὰ συναστρέφεται τοὺς ἀνθρώπους. Ἀλλὰ τὴ θεία ἀγάπη ποθῶντας σρέφει τὸ βλέμμα στὰ οὐράνια ἀγαθά. Ἀπὸ τὰ γήινα τρέχει πρὸς τὰ οὐράνια, ποὺ προκαλοῦσαν τὴν προθυμία του κι ἀφοῦ σκαρφάλωσε στὸ δέντρο ἔψαχνε γύρω ἀπὸ τὸ Χριστὸ καὶ μὲ φαντασία βρισκόταν στὸν οὐρανό. Κι ὅταν εἶδε ὁ Ζακχαῖος τὸ Χριστὸ τοῦ μίλησε ταιριαστά.  Σ’ ἐσένα σήκωσα τὰ μάτια μου ποὺ κατοικεῖς στὸν οὐρανό. Εἶδε τὸν Κύριο ὁ Ζακχαῖος καὶ δυνάμωσε ἡ ἐπιθυμία του περισσότερο. Τὸν ἄγγιξε στὴν ψυχή κι ἔγινε διαφορετικὸς ἄνθρωπος· ἀπὸ τελώνης ζηλωτής, ἀπὸ ἄπιστος πιστός, ἀπὸ λύκος πρόβατο σφραγισμένο γιὰ τὴ σφαγή.  Ποιός νιώθει τέτοια ἐπιθυμία γιὰ τὸν πατέρα καὶ τὴν μητέρα του, ποιός ἀγάπησε τὴ γυναίκα ἤ τὰ παιδιὰ του, ὅπως ὁ Ζαχκαῖος τὸν Κύριο, ὅπως φανερώνουν τὰ ἴδια τὰ πράγματα; Μοίρασε ὅλα τὰ ὑπάρχοντά του στοὺς φτωχοὺς καὶ τετραπλάσια ἔδωσε σ’ ὅποιους ἐσυκοφάντησε.  Συμπεριφορὰ ἄριστη μαθητοῦ, καὶ δασκάλου ἐπιείκεια καὶ δύναμη θεϊκή· ἀπὸ τὴ θέα του μόνο ὁ Ἰησοῦς ὁδηγεῖ στὴν πράξη.  Κανένα διδακτικό λόγο δὲν εἶχε πεῖ ὁ Κύριος στὸ Ζακχαῖο, παρουσιάστηκε μόνο σ’ αὐτὸν ποὺ τὸν ποθοῦσε καὶ ἀπὸ τὸ βάθος τῆς καρδιᾶς του τραβιόταν ἐπάνω ἡ δύναμη τῆς πίστεως.  Παρόμοιο ἔγινε καὶ στὴν αἱμορροοῦσα· ἦρθε κοντὰ στὸν Κύριο καὶ ζητοῦσε νὰ τὴ θεραπεύση, μὰ δὲ δεχόταν νὰ τοῦ ἀγγίξη τὸ χέρι.  Κι ἐκείνη τοῦ ἀγγίζει κρυφά τὴν ἄκρη ἀπ’ τά ροῦχα του.  Καὶ τῆς θεραπείας τὴ δύναμη σὰ σφουγγάρι μὲ τὸ ἄγγιγμά της τὴν τράβηξε.  Κι ὁ Ζαχκαῖος ἐνεργοῦσε ἀσυναίσθητα, κινημένος ἀπὸ βία θεϊκὴ καὶ ἀπὸ πνευματικὸν ἔρωτα ἀναμμένος ἀνέβαινε στὴ μουριὰ. Ὁ Κύριος ὅμως ἀνακαλύπτοντας κάποιο μυστικὸ τοῦ λέει, κατέβα. Γνώρισα τὴν ψυχή σου, γνώρισα τὸν ἱερὸ ἔρωτά σου· Κατέβα.  Θυμήσου ὅτι κι ὁ Ἀδὰμ ὅτνα ἔνιωσε τὴ γυμνότητά του, κρύφτηκε πίσω ἀπὸ τὴ συκιά. Καὶ σὺ ποὺ θέλεις νὰ σωθῆς, μὴν τρέχῃς πάνω στὴ μουριά.  Πρέπει νὰ τὴν ξηράνω αὐτὴ τὴ μουριὰ καὶ νὰ φυτέψω ἄλλη, τὸ σταυρό.  Ἐκεῖνος εἶναι τὸ εὐλογημένο δέντρο καὶ σ’ αὐτὸ νὰ ὁδηγῆς τὰ βήματα τῆς ψυχῆς σου. Ἀπὸ αὐτὸ ἀκοντίζεσαι ἀμέσως στὸν οὐρανό. Ἐνῶ στῆς μουριᾶς τὰ φύλλα καὶ τὸ φίδι περιπλέκεται, καὶ σ’ αὐτὴ κρύβεται καὶ σ’ αὐτὴν ἐκλώσσησε τὰ μικρά του.  Κατέβα γρήγορα, προτοῦ ἀρχίση νὰ ψιθυρίζη στὴν ψυχή σου, ὅπως καὶ στὴν Εὔα ποὺ τὴν ἔπεισε νὰ δοκιμάση τὴ γλυκειὰ ἡδονή.  Κατέβα γρήγορα. Ὅσο στέκομαι ἐγώ, κατέβα ἀπ’ αὐτή· ὅταν τὸ βλέπω ἐγώ, ἐκεῖνο φιμώνεται.  Κατέβα γρήγορα, δὲ θέλω νὰ σ’ ἀφήσω πάνω στὴ μουριά, δὲ θέλω νὰ χαθῇς.  Δικὸ μου πρόβατο εἶσαι, σ’ ἐμένα ἔτρεξες.  Κατέβα γρήγορα καὶ περίμενέ με στὸ σπίτι σου.  Πρέπει νὰ ξεκουραστῶ ἐκεῖ. Ὅπου ὑπάρχει πίστη, ἐκεῖ ξεκουράζομαι. Ὅπου ὑπάρχει ἀγάπη, ἐκεῖ πηγαίνω. Ξαίρω τί θὰ κάμης σὲ λιγο· ξαίρω ὅτι θὰ δώσης ὅλα τὰ ὑπάρχοντά σου στοὺς φτωχοὺς καὶ πρῶτα ὅτι θὰ ἐπιστρέψης τὸ τετραπλάσιο σ’ ὅσους ἐσυκοφάντησες.  Σὲ τέτοιους ἀνθρώπους μ’ εὐχαρίστηση φιλοξενοῦμε.  Κι ὁ Ζακχαῖος κατέβηκε βιαστικός, πῆγε στὸ σπίτι του κι ὑποδέχτηκε τὸν Ἰησοῦ.  Καὶ γεμᾶτος χαρά, εἶπε ἀφοῦ στάθηκε –οὔτε περπατῶντας, οὔτε καθισμένος ἀλλὰ ἀλλὰ ἀφοῦ στάθηκε, γιὰ νὰ δείξη τὴν ἀμετάθετη ἀπόφασή του- καὶ ἀφοῦ στάθηκε μίλησε, ὅταν μὲ θερμὴ ψυχὴ κι ἀμεταμέλητη ἀπόφαση ἀποδυόταν στὸν ἀγῶνα. Ἤξαιρε ποῦ σπέρνει καὶ ποῦ ἦταν νὰ θερίση καὶ εἶπε· Δίνω στοὺς φτωχοὺς τὰ μισὰ ἀπὸ τὰ ὑπάρχοντά μου καὶ γυρίζω τὸ τετραπλάσιο σ’ ὅσους ἐσυκοφάντησα. Ὤ ἄδολη ἐξομολόγηση, ποὺ βγαίνει ἀπὸ καρδιὰ καθαρή. Ἐξομολόγηση ἀθάμπτωτη –μπροστὰ στὴν ἀθάμπωτη δόξα τοῦ θεοῦ- πού εἶναι ἡ πίστη ἡ πνοή της κι ἡ δικαιοσύνη τὸ ἄνθος της. Αὐτῆς τῆς δικαιοσύνης ἄς μᾶς κάμη ἄξιους ὁ Θεὸς τῶν ὅλων μὲ τὴ χάρη καὶ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀνήκει ἡ δόξα καὶ ἡ δύναμη στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.114-118


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου