Κυριακή, 14 Δεκεμβρίου 2014

Κυριακή τοῦ Λουκᾶ ΙΑ΄ (ΚΗ΄). Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ. Θεοφυλάκτου Άρχιεπισκόπου Βουλγαρίας

Κυριακή τοῦ Λουκᾶ ΙΑ΄ (ΚΗ΄)
Λουκ. ιδ΄, 16-24


Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ, Κεφάλαιον ιδ΄

 Κείμενο καὶ ἀπόδοσις


«Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπος τις ἐποίησεν δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς, καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· 
Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. 
Ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτὸν, ἐρωτῶ σε, ἔχε με παρατῃτημένον. 
Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά, ἐρωτῶ σε, ἔχε με παρατῃμένον.  Καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν». 
Τοῦ συνανακειμένου εἰπόντος, ὅτι μακάριος ὅς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὁ Κύριος διδάσκει αὐτὸν πλατύτερον, πῶς δεῖ νοεῖν ἡμᾶς τὰς τοῦ Θεοῦ ἑστιάσεις.  
Καὶ δή φησι παραβολὴν τοιάνδε, ἄνθρωπον μὲν ὀνομάζων τὸν φιλάνθρωπο αὐτοῦ Πατέρα. Ὁ γὰρ Θεὸς ὅταν μὲ τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν αἰνίττηται, παρὰ τῇ Γραφῇ πάνθηρ, καὶ πάρδαλις, καὶ ἄρκτος ὀνομάζεται· ὅταν δὲ φιλανθρωπίαν τινὰ αἰνίττεσθαι μέλλῃ, ἄνθρωπος, εἰσάγεται, ὥσπερ οὖν καὶ νῦν· ἐπειδὴ περὶ τῆς φιλανθρωποτάτης οἰκονομίας διαλαμβάνει ἡ παραβολή, ἥν ἐνήργησεν ἐν ἡμῖν, κοινωνοὺς ἡμᾶς ποιήσας τῆς σαρκὸς τοῦ Υἱοῦ αὐτοῦ, ἄνθρωπον αὐτὸν ὠνόμασε· δεῖπνον δὲ μέγα ἐκάλεσε τὴν οἰκονομίαν ταύτην, δεῖπνον μὲν, ἐπειδὴ ἐν ἐσχάτοις καιροῖς, καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ αἰῶνος ἦλθεν ὁ Κύριος.  
Μέγας, δὲ ὁ δεῖπνος οὗτος, ἐπειδὴ καὶ ὁμολογουμένως μέγα τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον·  καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου.  
Τίς ἐστι οὖτος ὁ δοῦλος; ὁ τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν ὁ Υἰὸς τοῦ Θεοῦ, ἄνθρωπος γενόμενος, καὶ ὡς ἄνθρωπος ἀποσταλῆναι λεγόμενος.  
Πρόσχες δὲ πῶς οὐκ εἶπε, δοῦλον, ἀλλὰ μετὰ τοῦ ἄρθρου, τὸν δοῦλον, τὸν κυρίως, φησίν, αὐτῷ κατὰ τὸ ἀνθρώπινον εὐαρεστήσαντα καὶ εὖ δουλεύσαντα. 
Οὐ μόνον γὰρ καθ’ὅ Υἱὸς καὶ Θεὸς εὐάρεστος τῷ Πατρί, ἀλλὰ καὶ καθ’ ὅ ἄνθρωπος, αὐτὸς μόνος ἀναμαρτήτως πάσαις ταῖς τοῦ Πατρὸς βουλαῖς καὶ ἐντολαῖς ὑπηρετήσας, καὶ πληρώσας πᾶσαν δικαιοσύνην, δουλεῦσαι λέγεται τῷ Θεῷ καὶ Πατρί, δι’ὅ καὶ κυρίως δοῦλος τοῦ Θεοῦ αὐτὸς ἄν λέγοιτο μόνον.  
Τῇ ὥρᾳ δὲ τοῦ δείπνου ἀπεστάλη, τοὐτέστιν, ἐν τῷ ὡρισμένῳ καὶ ἐπιτηδείῳ καιρῷ. Οὐδὲ γὰρ ἄλλος καιρὸς ἦν τῆς σωτηρίας ἡμῶν ἐπιτηδειότερος, ἤ ἐκεῖνος ὁ κατὰ τὴν τοῦ Αὐγούστου Καίσαρος βασιλείαν, ὅτε κορυφωθεῖσαν τὴν κακίαν ἔδει καθαιρεθῆναι. 
Ὥσπερ γὰρ νόσημα ὕπουλον, καὶ κακόηθες ἐῶσιν οἱ ἰατροὶ πάντα τὸν πονηρὸν χυμὸν ἐκρῆξαι, εἰθ’ οὕτως τὰς φαρμακείας ἐπάγουσιν, οὕτως καὶ τὴν ἁμαρτίαν ἔδει πάντα τὰ οἰκεῖα ἑαυτῆς εἴδη ἐπιδείξασθαι, εἶτα τὸν μέγαν ἰατρὸν ἐπιθεῖναι τὸ φάρμακον.  
Διὰ τοῦτο δὴ περιέμεινεν ὁ Κύριος τὸ μέτρον τῆς κακίας πληρῶσαι τὸν διάβολον, καὶ οὕτως σαρκωθεὶς πᾶν εἶδος κακίας διὰ πάσης τῆς ἁγίας αὐτοῦ πολιτείας ἐξιάσαντο. 
Ἀπεστάλη οὖν ἐν ὥρᾳ τοὐτέστι,τῷ ὡραίῳ καὶ ἐπιτηδείῳ καιρῷ κα’θ ἅ καὶ Δαυΐδ λέγει· «Περίζωσαι τὴν ρομφαίαν σου, ἐπὶ τὸν μηρόν σου, δυνατὲ» τῆ ὡραιότητί σου· πάντως γὰρ ρομφαία μὲν ὁ λόγος τοῦ Θεοῦ, διὰ τοῦ μηροῦ δὲ ἡ ἐν σαρκὶ γένεσις σημαίνεται, ἥτις τῇ ὡραιότητι ἐγένετο, τοὐτέστιν, ἐν τῷ ἐπιτηδείῳ καιρῷ. 
Ἀπεστάλη δὲ εἰπεῖν τοῖς κεκλημένοις.  Τίνες δὲ εἰσιν οὗτοι οἱ κεκλημένοι; Τάχα μὲν πάντες ἄνθρωποι· πάντας γὰρ ἐκάλεσεν ὁ Θεὸς εἰς τὴν ἐπίγνωσιν αὐτοῦ, τοῦτο μὲν διὰ τῆς τῶν ὁρωμένων εὐταξίας, τοῦτο δὲ διὰ τοῦ φυσικοῦ νόμου· τάχα δὲ οικειότερον οἱ ἐξ Ἰσραήλ, οἰ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐκλήθησαν· εἰς τούτους οὖν ἀπεστάλη προηγουμένως ὁ Κύριος, εἰς τὰ πρόβατα τοῦ οἴκου Ἰσραήλ.  
Αὐτὸς μὲν οὖν ἔλεγε· Ἔρχεσθε ὅτι ἤδη ἕτοιμα ἐστι πάντα· ἐγγὺς γὰρ εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἅπασιν εὐγγελίζετο ὁ Κύριος, καὶ ἐντὸς ὑμῶν. 
Οἱ δὲ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι, τοὐτέστιν, ὡς ἐξ ἑνός συνθήματος· πάντες γὰρ οἱ ἄρχοντες τῶν Ἰουδαίων παραιτησάμενοι ἔχειν τὸν Ἰησοῦν βασιλέα, οὐδὲ τοῦ δείπνου ἠξιώθησαν· ὁ μὲν διὰ φιλοπλουτίαν, ὁ δὲ διὰ φιληδονίαν.  Ὁ μὲν γὰρ τὸν ἀγρὸν ἀγοράσας, καὶ ὁ τὰ ζεύγη τῶν βοῶν, φιλόπλουτοι ἄν νοηθεῖεν· ὁ δὲ τὴν γυναῖκα γήμας, φιλήδονος· εἰ βούλει δὲ μοι, ἀγρὸν ἀγοράζει ὁ διὰ τὴν τοῦ κόσμου σοφίαν μὴ παραδεχόμενος τὸ μυστήριον. Ἀγρὸς μὲν γὰρ ὁ κόσμος, καὶ ἡ φύσις ἁπλῶς, ὁ δὲ τὴν φύσιν βλέπων, τὸ ὑπὲρ φύσιν οὐ παραδέχεται. Ἰδὼν οὖν ὁ Φαρισαῖος τυχὸν τὸν ἀγρὸν, τοὐτέστι, πρὸς τοὺς φύσεως νόμους ἀποβλέψας, οὐ παραδέξατο τὸ τεκεῖν παρθένον Θεόν, ὡς ὑπὲρ φύσιν· ἀλλὰ καὶ οἱ τῇ ἔξῳ σοφίᾳ ἐγκαυχώμενοι πάντες, διὰ τὸν ἀγρὸν τοῦτον, τοὐτέστι τὴν φύσιν, ἠγνόησαν τὸν καινοτομήσαντα τὴν φύσιν Ἰησοῦν. Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε, καὶ δοκιμάζων αὐτὰ, νοηθείη ἄν καὶ ὁ φιλόυλος ἄνθρωπος, ὅς τὰς πέντε τῆς ψυχῆς αἰσθήσεις ταῖς σωματικαῖς συνέζευξε, καὶ τὴν ψυχὴν σάρκα ἐποίησε· διὰ τοῦτο οἷα δὴ περὶ γῆν  ἐνησχολημένος, οὐ βούλεται τοῦ λογικοῦ δείπνου μεταλαβεῖν, φησί γὰρ καὶ σοφὸς· «Τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου;» 
Ὁ δὲ διὰ τὴν γυναῖκα ἐκπίπτων, ὁ φιληδόνος εἴη ἄν, ὅς τῇ σαρκὶ τῇ συζύγῳ τῆς ψυχῆς προστετηκώς, καὶ ἐν αὐτῇ ὤν, ὡς καλληθεὶς αὐτῇ, Θεῷ ἀρέσαι οὐ δύναται. Νοήσαις δ’ ἄν ταῦτα πάντα καὶ κατὰ τὸ ρητόν καὶ γὰρ ἐκπίπτομεν τοῦ Θεοῦ καὶ δι’ ἀγρούς, καὶ διὰ ζεύγη βοῶν, καὶ διὰ γάμους, προσκείμενοι μὲν τούτοις, καὶ τὸν ἅπαντα βίον εἰς ταῦτα δαπανῶντες, καί που καὶ ἄχρις αἱμάτων διὰ ταῦτα ἐκτραχηλιζόμενοι· θεῖον δὲ μηδὲν ἤ νόημα ἤ ρῆμα διανοούμενοι, ἤ μετερχόμενοι.
«Καὶ παραγενόμενος ὁ δοῦλος, ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης, εἶπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας, καὶ ρύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπήρους, καὶ χωλοὺς, καὶ τυφλοὺς εἰσάγαγε ᾧδε.  
Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονες ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί· καὶ εἶπεν ὁ Κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς, καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου· λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου». 
Ἀπερρίφθησαν μὲν οἰ ἄρχοντες τῶν Ἰουδαίων, καὶ οὐδεὶς ἐκ τούτων ἐπίστευσε τῷ Χριστῷ, ὡς καὶ αὐτοὶ ἐνεκαυχῶντο τῇ κακίᾳ.  Μὴ γὰρ, φυσί, τῶν ἀρχόντων τις ἐπίστευσεν εἰς αὐτόν; 
Οὗτοι μὲν οὖν οἱ νομομαθεῖς, καὶ Γραμματεῖς, ὥς φησιν ὁ προφήτης μωρανθέντες ἐξέπεσον τῆς χάριτος· οἱ δὲ ἐκ τῶν Ἰουδαίων ἰδιῶται χωλοῖς, καὶ τυφλοῖς, καὶ ἀναπήροις ἀπεικαζόμενοι, τὰ μωρὰ τοῦ κόσμου, καὶ οἱ ἐξουδενωμένοι, οὗτοι ἐκλήθησαν. 
Ὁ γὰρ ὄχλος ἐθαύμαζεν ἐπὶ τοῖς λόγοις τοῖς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ, καὶ ἔχαιρον τῇ διδασκαλίᾳ. Μεθ’ ὅ δὲ εἰσῆλθον οὗτοι οἱ ἐξ Ἰσραήλ, ἡ ἐκλογή, φημί, οὕς ὁ Θεὸς προώρισεν εἰς δόξαν αὐτοῦ, οἵ ἦσαν Πέτρος, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ αἱ λοιπαὶ μυριάδες τῶν πιστευσάντων, ἡ ἀγαθότης τοῦ Θεοῦ καὶ εἰς τὰ ἔθνη ὑπερεκχεῖται· οἱ γὰρ ἐν ταῖς ὁδοῖς, καὶ τοῖς φραγμοῖς, τὰ ἔθνη νοηθεῖεν. 
Οἱ μὲν Ἰσραηλῖται ἐντὸς ἦσαν τῆς πόλεως, ἅτε καὶ νομοθεσίαν δεξάμενοι, καὶ ἀστειοτέραν διαγωγὴν λαχόντες· τὰ δὲ ἔθνη ξένα τῶν διαθηκῶν ὄντα, καὶ ἀπηλλοτριωμένοι τῆς νομοθεσίας τοῦ Χριστοῦ, καὶ μὴ συμπολῖται ὄντες τῶν ἁγίων οὐκ ἐν μιᾷ ὁδῷ, ἀλλὰ πολλαῖς τῆς ἀνομίας καὶ ἀγροικίας διέτριβον, καὶ ἐν τοῖς φραγμοῖς ταῖς ἁμαρτίαις, φημί·  ἡ γὰρ ἁμαρτία μέγας φραγμὸς καὶ μεσότοιχον διϊστῶν ἡμᾶς ἀπὸ  τοῦ Θεοῦ. Τὴν κτηνώδη οὖν τῶν ἐθνῶν διαγωγήν, καὶ εἰς τὰς πολλὰς δόξας μεμερισμένην αἰνίττεται διὰ τῶν ὁδῶν, τὴν δὲ ἐν ἀμαρτίαις αὐτῶν ζωὴν διὰ τῶν φραγμῶν· οὐχ ἁπλῶς δὲ κελεύει τούτους καλέσαι, ἀλλὰ ἀναγκάσαι, καίτοι προαιρετικὸν ἅπασι τὸ πιστεύειν· ἀλλἀ ἵνα μάθωμεν, ὅτι μεγάλης τοῦ Θεοῦ δυνάμεως σημεῖόν ἐστι τὸ πιστεῦσαι τὰ ἔθνη τοσαύτην ἀγνωσίαν ἔχοντα, διὰ τοῦτο εἶπεν· Ἀνάγκασον. 
Εἰ μὴ γὰρ ἦν πολλὴ τοῦ κηρυττομένου ἡ δύναμις, καὶ μεγάλη ἡ τοῦ λόγου ἀλήθεια, πῶς ἄν ἐπείσθησαν ἄνθρωποι εἰδωλομανοῦντες, καὶ αἰσχρουγοῦντες ἀθρόον ἐπιγνῶναι τοίνυν τὸν ὄντως Θεὸν, καὶ πνευματικὸν βίον τελέσαι; 
Τὸ τοίνυν παράδοξον τῆς μεταθέσεως θέλων δηλῶσαι ἀνάγκην τὸ πρᾶγμα ὠνόμασεν·  ὡς ἄν εἴποι τις, ὅτι καὶ μὴ βουλόμενοι οἱ Ἕλληνες ἀφεῖνα τὰ εἴδωλα, καὶ τὴν τρυφή, ὅμως ὑπὸ τῆς ἀληθείας τοῦ κηρύγματος ἠναγκάσθησαν ταῦτα φυγεῖν. Ἄλλως τε καὶ ἡ δύναμις τῶν σημείων μεγάλη ἐπῆγεν ἀνάγκην τοῦ μετατεθῆναι εἰς τὴν τοῦ Χριστοῦ πίστιν.  Καὶ καθ’ ἑκάστην δὲ ὁ δεῖπνος οὗτος ἑτοιμάζεται, καὶ καλούμεθα πάντες εἰς τὴν βασιλείαν, ἥν καὶ πρὸ καταβολῆς κόσμου ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀνθρώποις· ἀλλ’ οἱ μὲν διὰ σοφίας περιεργίαν, οἱ δὲ διὰ φυλαυτίαν, οἱ δὲ διὰ φιλοσαρκίαν οὐκ ἀξιούμεθα ταύτης· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἑτέροις ἁμαρτωλοῖς χαρίζεται ταύτην, τυφλοῖς τὰς νοητὰς ὄψεις, μὴ συνιεῖσι τί τὸ θέλημα τοῦ Θεοῦ, ἤ συνιεῖσι μέν, χωλοῖς δὲ οὖσι, καὶ ἀκινητοῦσι πρὸς τὸ πράττειν τοῦτο· καὶ συνόλως πτωχοῖς ἀποπεσοῦσι τῆς ἄνω δόξης· καὶ ἀνάπηροις, ἄμωμον τὸν ἑαυτῶν βίον μὴ ἐπιδεικνυμένοις· τούτοις οὖν τοῖς ἁμαρτωλοῖς εἰς τὰς πλατείας, καὶ εὐρυχώρους ὁδοὺς τῆς ἁμαρτίας πλανωμένοις, ἐπιπέμπει ὁ Πατὴρ τὸν δειπνοκλήτορα αὐτοῦ Υἱὸν, τὸν καὶ δοῦλον γενόμενον κατὰ σάρκα, τὸν μὴ δικαίους ἐλθόντα καλέσαι, ἀλλὰ ἁμαρτωλοὺς· καὶ ἑστιᾷ τούτους φιλοτίμως ἀντ’ ἐκείνων τῶν γνωστικῶν καὶ πλουσίων, καὶ τῇ σαρκὶ χαριζομένων.  Πολλοῖς δὲ καὶ νόσους ἐπιπέμπων καὶ κινδύνους, ποιεῖ αὐτοὺς καὶ ἄκοντας ἀποτάξασθαι τῷ βίῳ οἷς κρίμασιν οἷδε, καὶ εἰσάγει αὐτοὺς εἰς τὸν δεῖπνον αὐτοῦ, ἀνάγκην αὐτοῖς ἐπάγων τὴν τῶν κινδύνων ἐπιφορὰν· καὶ τούτου τὰ παραδείγματα πολλὰ. 
Διδάσκει δὲ ἡμᾶς καὶ κατὰ τὸ  ἁπλουστέρον ἡ παραβολὴ τοῖς πένησι καὶ ἀναπήροις χαρίζεσθαι μᾶλλον ἤ τοῖς πλουσίοις, ὅ καὶ πρὸ ὀλίγου παραινῶν, διὰ τοῦτο αὐτὸ δοκεῖ τὴν παραβολὴν εἰπεῖν, πιστούμενος διὰ ταύτης, ὅτι τοὺς πτωχοὺς δεῖ ἑστιᾷν.  
Καὶ ἄλλο μανθάνομεν, τὸ ὀφείλειν οὕτως, εἶναι πρόθυμοι, καὶ φιλότιμοι περὶ τὴν ὑποδοχὴν τῶν ἀδελφῶν, ὥστε καὶ μὴ θέλοντος ἀναγκάζειν πρὸς τὸ μεταλαμβάνειν τῶν ἡμετέρων ἀγαθῶν.  
Τοῦτο καὶ τοῖς διδάσκουσι μεγάλη νουθεσία, ὥστε καὶ ἄκοντας τοὺς μαθητὰς παιδεύειν τὸ δέον.

«Κι ὁ Ἰησοῦς τοῦ εἶπε· Ἔκαμε κάποιος ἄνθρωπος μεγάλο δεῖπνο κι ἐκάλεσε πολλούς. Τὴν ὥρα τοῦ τραπεζιοῦ ἔστειλε τὸ δοῦλο του νὰ πῆ στοῦς καλεσμένους· Ἐλᾶτε, εἴναι ὅλα ἔτοιμα. Κι ἄρχισαν ὅλοι μὲ μιὰ γνώμη νὰ παρακαλοῦν νὰ μὴν παρευρεθοῦν. Ὁ πρῶτος τοῦ εἶπε ἀγόρασα χωράφι καὶ ἔχω ἀνάγκη νὰ βγῶ καὶ νὰ τὸ δῶ. Σὲ παρακαλῶ, θεώρησέ με δικαιολογημένο. Κι ὁ δεύτερος εἶπε ἀγόρασα πέντε ζευγάρια βόδια καί πηγαίνω νὰ τὰ δοκιμάσω. Σὲ παρακαλῶ, θεωρησὲ με δικαιολογημένο.  Κι ὁ τρίτος εἶπε. Ἔκαμα τὸ γάμο μου καὶ γι’ αὐτὸ δὲν μπορῶ νἀρθῶ».  Κι ὅταν κάποιος ἀπ’ αὐτοὺς ποὺ ἦσαν μαζί στὸ τραπέζι εἶπε· μακάριος εἶναι ὅποιος πάρη τὸ γεῦμα του στὴ βασιλεία τοῦ Θεοῦ, ὁ Κύριος τοῦ ἐξηγεῖ πλατύτερα, πῶς πρέπει νὰ φανταζώμαστε τὰ δεῖπνα τοῦ Θεοῦ.  Καὶ λέει τὴν παραβολὴ αὐτή, ὀνομάζοντας ἄνθρωπο καὶ τὸν φιλάνθρωπο πατέρα του. Γιατὶ ὅταν ὁ Θεὸς κάνη ὑπαινιγμὸ γιὰ τὴν τιμωρητική του δύναμη ὀνομάζεται στὴν Γραφὴ πάνθηρας καὶ πάρδαλη καὶ ἄρκτος. Ὅταν ὅμως εἶναι νὰ ὑποδηλώση κάποια φιλανθρωπία παρουσιάζεται, ὅπως τώρα, σὰν ἄνθρωπος. Ἐπειδὴ ἡ παραβολὴ μιλᾶ γιὰ τὴν πιὸ μεγάλη φιλανθρωπία ποὺ ἔκαμε σ’ἐμᾶς κάνοντας νὰ κοινωνήσυομε ἀπὸ τὴ σάρκα τοῦ Γιοῦ του, τὸν ἀποκάλεσε «ἄνθρωπο».  Καὶ τὴ φιλανθρωπία του αὐτὴ τὴν ἐκάλεσε δεῖπνο μεγάλο, δεῖπνο, γιατὶ στοὺς τελευταίους καιρούς, καὶ ὅπως στὴ δύση τοῦ κόσμου, ἦρθε  ὁ Κύριος. Κι εἶναι μεγάλο τὸ δεῖπνο αὐτό, γιατὶ ὀλοφάνερα εἶναι μεγάλο τὸ μυστήριο τῆς σωτηρίας μας. Καὶ τὴν ὥρα τοῦ δείπνου ἔστειλε τὸ δοῦλο του.  Ποιὸς εἶναι αὐτὸς ὁ δοῦλος; Ὁ Γιὸς τοῦ Θεοῦ ποῦ πῆρε δούλου μορφή, κι ἔγινε ἄνθρωπος στάλθηκε στὴ γῆ.  Πρόσεξε ἀκόμα πὼς δὲν εἶπε δοῦλο,  ἀλλὰ τὸ δοῦλο, αὐτὸν ποὺ μὲ τὴν ἀνθρώπινη φύση του εὐαρέστησε καὶ στάθηκε δοῦλος πιστός.  Δὲν ἦταν ἀρεστὸς στὸ Θεὸ μόνο, ἐπειδὴ ἦταν Γιὸς καὶ Θεός ἀλλὰ κι ἐπειδὴ ἦταν ἄνθρωπος, ποὺ αὐτὸς μόνο ἀναμάρτητα ὑπηρέτησε τὰ θελήματα καὶ τὶς ἐντολὲς τοῦ Θεοῦ.  Κι ἀφοῦ ἐκπλήρωσε ὅλες τὶς ὑποχρεώσεις, ποὺ ἀπαιτοῦσε ἡ δικαιοσύνη, λέγεται γι’ αὐτὸν ὅτι ἔγινε δοῦλος τοῦ Θεοῦ καὶ Πατέρα του. Γι’ αὐτὸ τὸ λόγο, μόνο αὐτὸς κατ’ ἐξοχὴν μπορεῖ νὰ λέγεται δοῦλος τοῦ Θεοῦ. Κι ὅτι στάλθηκε τὴν ὥρα τοῦ δείπνου σημαίνει τὴν ὡρισμένη καὶ κατάλληλη στιγμή.  Κι οὔτε ὑπῆρχε ἄλλη πιὸ κατάλληλη εὐκαιρία, ἀπὸ τὴν ἐποχὴ τῆς βασιλείας τοῦ Αὐγούστου, ὅταν ἔπρεπε νὰ καταλυθῆ ἡ κακία ποὺ εἶχε κορυφωθεῖ. Ὅπως οἱ γιατροὶ ἀφήνουν τὴν ὕπουλη καὶ κακοήθη ἀρρώστια νὰ ἐκδηλώση ὅλη τὴ δύναμή της καὶ τότε χρησιμοποιοῦν τὰ φάρμακά τους, ἔτσι καὶ ἡ ἁμαρτία ἔπρεπε νὰ παρουσιάση ὅλη τὴ ποικιλία της κι ἔπειτα ὁ μεγάλος γιατρὸς νὰ χρησιμοποιήση τὸ φάρμακο.  Γι’ αὐτὸ περίμενε ὁ Κύριος νὰ συμπληρώση ὁ διάβολος τὸ μέτρο τῆς κακίας καὶ τότε, ἀφοῦ ἔλαβε σάρκα, μὲ τὴν ἁγία του ζωὴ ἐθεράπευσε κάθε εἶδος κακίας.  Στάλθηκε λοιπόν στήν ὥρα, στήν ἐπίκαιρη καὶ κατάλληλη δηλαδὴ στιγμή. Ἔτσι λέει καὶ ὁ Δαβίδ· «Ζώσου τὸ σπαθὶ σου, δυνατὲ, στὸ μηρό σου στὴν ὥρα τῆς ἀκμῆς σου». Σπαθὶ εἶναι ὁ λόγος τοῦ Θεοῦ, ὁ μηρὸς σημαίνει τὴ γέννησή του μέσα στὴ σάρκα, ποὺ ἔγινε τὴν ὥρα τῆς ἀκμῆς, δηλαδὴ τὴν κατάλληλη στιμγή.  Καὶ στάλθηκε, γιὰ νὰ μιλήση στοὺς καλεσμένους.  Ποιοί εἶναι αὐτοὶ οἱ καλεσμένοι; Ἴσως καὶ ὅλοι οἱ ἄνθρωποι, γιατὶ ὅλους ἐκάλεσε ὁ Θεός νὰ τὸν γνωρίσουν μὲ τὴν τάξη καὶ τὴν ἁρμονία τῆς φύσεως ἀπὸ τὴ μιά, καὶ μὲ τὸ φυσικὸ νόμο ἀπὸ τὴν ἄλλη.  Ἴσως καὶ πιὸ ἰδιαίτερα οἱ Ἰσραηλῖτες, ποὺ τοὺς ἐκάλεσε μὲ τὸ Νόμο καὶ τοὺς Προφῆτες. Σ’ αὐτοὺς ἐστάλθηκε πρῶτα ὁ Κύριος, στὰ πρόβατα τοῦ Ἰσραήλ.  Αὐτὸς λοιπὸν ἔλεγε· Ἐλᾶτε, γιατὶ εἶναι πιὰ ἕτοιμα ὅλα. Σ’ ὅλους εὐαγγελιζόταν ὁ Κύριος ὅτι εἶναι κοντά μας καὶ μέσα μας ἡ βασιλεία τῶν οὐρανῶν.  Κι αὐτοὶ ἄρχισαν μὲ μιὰ γνώμη ν’ ἀρνοῦνται νὰ παρευρεθοῦν, σὰ νὰ τοὺς δόθηκε σύνθημα. Ὅλοι οἰ ἄρχοντες τῶν Ἰδουδαίων, ἀφοῦ ἀρνήθηκαν νὰ ἔχουν βασιλιά τους τὸν Ἰησοῦ, δὲν ἀξιώθηκαν καὶ τὸ δεῖπνο. Ἄλλος ἀπὸ ἀγάπη τοῦ πλούτου, κι ἄλλος τῶν ἡδονῶν. Αὐτὸς ποὺ ἀγόρασε τὸ χωράφι κι ὁ ἄλλος τὰ ζευγάρια τῶν βοδιῶν, πρέπει νὰ θεωρηθοῦν σὰν φίλοι τοῦ πλούτου καὶ φιλήδονος αὐτὸς ποὺ ἔκαμε τὸ γάμο του.  Κι ἄν θέλης, χωράφι ἀγοράζει αὐτὸς ποὺ ἀπὸ τὴ σοφία τοῦ κόσμου δὲν παραδέχεται τὸ μυστήριο.  Χωράφι ὁ κόσμος καὶ γενικὰ ἡ φύση κι αὐτὸς ποὺ τὴ φύση βλέπει δὲν παραδέχεται τὸ ὑπερφυσικό. Ἀποβλέποντας λοιπὸν ὁ Φαρισαῖος στὸ χωράφι, δηλαδὴ ἔχοντας τὸ νοῦ του στοὺς νόμους τῆς φύσεως δὲν παραδέχτηκε ὅτι ἡ Παρθένος ἐγέννησε τὸ Θεό, ἐπειδὴ εἶναι ὑπερφυσικό. Ἀλλὰ κι αὐτοὶ ποὺ ὅλοι καυχιοῦνται γιὰ κοσμικὴ σοφία, γιὰ τὸ χωράφι τοῦτο, δηλαδή, τὴ φύση, ἁγνόησαν τὸν Ἰησοῦ, ποὺ ἀνανέωσε τὴ φύση. Μ’ αὐτὸν τέλος ποὺ ἀγόρασε τὰ πέντε ζευγάρια βόδια καὶ τὰ δοκιμάζει, μπορεῖ νὰ ἐννοήσης καὶ τὸν ἄνθρωπο ποὺ ἀγαπᾶ τὴν ὕλη, ποὺ ἔδεσε τὶς πέντε αἰσθήσεις τῆς ψυχῆς μὲ τὶς αἰσθήσεις τοῦ σώματος κι ἔκαμε σάρκα τὴν ψυχή.  Γι’  αὐτὸ τὸ λόγο ἀφοῦ εἶναι ἀπασχολημένος μὲ τὴ γῆ, δὲ θέλει νὰ πάρη μέρος στὸ πνευματικὸ δεῖπνο.  Ρωτᾶ καὶ ὁ σοφός·  «τί νὰ καταλάβη αὐτὸς ποὺ κρατάει τὸ ἀλέτρι»; Κι αὐτὸς ποὺ χάνει τὴ θέση του στὸ δεῖπνο γιὰ τὴ γυναῖκα, μπορεῖ νὰ εἶναι ὁ φιλήδονος, ποὺ τὴ σάρκα, τὴ σύντροφο τῆς ψυχῆς, ποθῶντας περισσότερο καὶ μένοντας μέσα σ’ αὐτή, δὲν μπορεῖ ν’ ἀρέση στὸ Θεό. Μπορεῖς ὅμως νὰ τὰ ἐξηγήσης καὶ κυριολεκτικά·  χάνομε τὴ χάρη τοῦ Θεοῦ καὶ γιὰ χωράφια καὶ γιά ζευγάρια βοδιῶν καὶ γιὰ γάμους, μένοντας κολλημένοι σ’ αὐτὰ καὶ ξοδεύοντας σ’ αὐτὰ ὅλη τὴ ζωή μας καὶ κάποτε φτάνοντας νὰ χύνωμε καὶ αἷμα.  Καὶ δὲν ἔχομε στὸ νοῦ μας οὔτε ἐκτελοῦμε καμμιὰ βουλὴ τοῦ  Θεοῦ καὶ κανένα λόγο.
«Ἦρθε ὁ δοῦλος καὶ τὰ ἀνάφερε αὐτὰ στὸν Κύριό του.  Τότε θύμωσε ὁ οἰκοδεσπότης κι εἶπε στὸν δοῦλο του. Ἔβγα γρήγορα στὶς πλατεῖες καὶ στοὺς δρόμους τῆς πόλεως καὶ φέρε στὸ σπίτι τοὺς φτωχούς, τοὺς ἀναπήρους, τοὺς κουτσοὺς καὶ τοὺς τυφλοὺς.  Κι ὁ δοῦλος εἶπε.  Κύριε, ἔγινε ὅπως εἶπες κι ἀκόμα ὑπάρχει τόπος. Κι εἶπε ὁ Κύριος στὸ δοῦλο· Ἔβγα στοὺς δρόμους καὶ στοὺς φράχτες τῶν χωραφιῶν καὶ πίεσέ τους νἀρθοῦν γιὰ νὰ γεμίση τὸ σπίτι. Σᾶς βεβαιώνων ὅτι κανένας ἀπὸ τοὺς καλεσμένους μου ἐκείνους δὲ θὰ δοκιμάση τὸ φαγητό μου». Ἐκδιώχθηκαν οἱ ἄρχοντες τῶν Ἰουδαίων καὶ κανένας ἀπ’ αὐτοὺς δὲν ἐπίστεψε στὸ Χριστό, ὅπως καὶ οἱ ἴδιοι μὲ κακία καυχιόνταν· «Μήπως ἐπίστεψε κάποιος ἀπὸ τοὺς ἄρχοντες σ’ αὐτόν»; Αὐτοὶ λοιπὸν οἱ διδάσκαλοι τοῦ Νομου καὶ οἱ Γραμματεῖς, ὅπως λέει ὁ προφήτης ἀπὸ ἀνοησία ξέπεσαν ἀπὸ τὴ χάρη. Δέχτηκαν ὅμως πρόσκηση οἱ ἁπλοῖ Ἰουδαῖοι ποὺ παρομοιάζονται μὲ κουτσοὺς, τυφλοὺς καὶ ἀνάπηρους, οἱ κουτοὶ τοῦ κόσμου κι οἱ ἀσήμαντοι.  Γιατὶ ὁ κόσμος ἐθαύμαζε τοὺς λόγους, ποὺ ἐμπνευσμένοι ἀπὸ τὴ χάρη, ἐβγῆκαν ἀπὸ τὸ στόμα τοῦ Ἰησοῦ καὶ χαιρόταν μὲ τὴ διδασκαλία του. Ὕστερ’ ἀπ’ αὐτὸ μπῆκαν κι αὐτοὶ ποὺ πορέρχονται ἀπὸ οτὺς Ἰουδαίους, οἱ διαλεχτοί, αὐτοὶ ποὺ τοὺς προώρισε ὁ Θεὸς γιὰ τὴ δόξα του, ὁ Πέτρος καὶ οἱ γιοὶ τοῦ Ζεβεδαίου, μπῆκαν κι οἱ μυριάδες ἐκείνων ποὺ πίστεψαν –ξεχύνεται καὶ στοὺς εἰδωλολατρικοὺς λαοὺς ἡ ἀγαθότητα τοῦ Θεοῦ, γιατὶ μ’ αὐτοὺς ποὺ ἦσαν στοὺς δρόμους καὶ στοὺς φράχτες πρέπει νὰ ἐννοήσωμε τοὺς ἐθνικούς. Οἱ Ἰσραηλῖτες ἦταν βέβαια μέσα στὴν πόλη, ἀφοῦ καὶ τὸ νόμο εἶχαν δεχθῆ καὶ μὲ περισσότερη λεπτότητα συμπεριφέρονταν. Οἱ εἰδωλολάτρες ὅμως, ἐπειδὴ ἦσαν ξένοι πρὸς τὶς διαθῆκες καὶ ἄσχετοι ἀπὸ τὴ νομοθεσία τοῦ Χριστοῦ καὶ δὲν ἦσαν συμπολῖτες τῶν ἁγίων, δὲν ἐπλανιόνταν σ’ἕνα μονάχα ἀλλὰ σὲ πολλοὺς δρόμους, τῆς ἀνομίας καὶ τὴς στενοκεφαλιᾶς καὶ στοὺς φραγμούς, ἐννοῶ τὶς ἁμαρτίες. Ἡ ἁμαρτία εἶναι μεγάλος φραγμὸς καὶ μεσότοιχο ποὺ μᾶς χωρίζει ἀπὸ τὸ Θεό.  Τὴ διαγωγὴ λοιπὸν τῶν ἐθνῶν, ποὺ ἔμοιαζε μὲ τῶν ζώων κι ἦταν χωρισμένη σὲ πολλὲς γνῶμες, ὑπονοεῖ μὲ τοὺς δρόμους καὶ μὲ τοὺς φραγμοὺς, τὴν ἁμαρτωλὴ ζωὴ τους. Καὶ δὲν προστάζει νὰ τοὺς καλέσουν ἁπλῶς ἀλλὰ νὰ τοὺς πιέσουν, μολονότι ἡ πίστη εἶναι προαιρετικὴ σ’ ὅλους. Εἶπε ὅμως «ἀνάγκασέ τους» γιὰ νὰ καταλάβωμε ὅτι εἶναι σημάδι τῆς μεγάλης δυνάμεως τοῦ Θεοῦ νὰ πιστέψουν οἱ εἰδωλολάτρες, ἄν κι ἔχουν τόσο μεγάλη ἄγνοια.  Γιατὶ ἄν δὲν ἦταν μεγάλη ἡ δύναμη τοῦ κηρύγματος καὶ φανερὴ ἡ ἀλήθεια τοῦ λόγου, πῶς θὰ γινόταν ἄνθρωποι, ποὺ ἦσαν τρελλοὶ μὲ τὰ εἴδωλα καὶ ἀσχημονοῦσαν μὲ τὸ σακκί, νὰ καταλάβουν τὸν ἀληθινὸ Θεὸ καὶ νὰ ζήσουν πνευματικὴ ζωή; Θέλοντας λοιπὸν νὰ δηλώση τὴν παράδοξη μεταβολὴ στὴν κατάστασή τους τὴν ὠνόμασε ἀνάγκη. Θὰ ἔλεγε κανένας ὅτι καὶ μόλο ποὺ δὲν ἤθελαν οἱ Ἕλληνες νὰ ἐγκαταλείψουν τὰ εἴδωλα καὶ τὶς ἀπολαύσεις, ἀναγκάστηκαν ὡστόσο νὰ τ’ ἀποφύγουν ἀπὸ τὴν ἀλήθεια τοῦ κηρύγματος. Ἐξ ἄλλου καὶ ἡ δύναμη τῶν θαυμάτων δημιουργοῦσε μεγάλη ἀνάγκη νὰ περάσουν στὴν πίστη τοῦ Χριστοῦ.  Καὶ καθημερινὰ στρώνεται αὐτὸ τὸ τραπέζι καὶ προσκαλούμαστε ὅλοι στὴ βασιλεία, ποὺ ὁ Κύριος καὶ πρὶν ἀπὸ τὴν καταβολὴ ἀκόμα τοῦ κόσμου ἑτοίμασε γιὰ τοὺς ἀνθρώπους. Ὡστόσο ἄλλοι ἀπὸ τὶς σοφιστικὲς μικρολογίες, κι ἄλλοι ἀπὸ τὴν ἀγάπη τους στὴν ὕλη κι ἄλλοι ἀπὸ τὸ σαρκικὸ φρόνημά τους δὲ γινόμαστε ἄξιοι γι’ αὐτήν.  Καὶ τὴ χαρίζει ἡ φιλανθρωπία τοῦ Θεοῦ σὲ ἄλλους ἁμαρτωλούς, ποὺ εἶναι τυφλὰ τὰ μάτια τοῦ νοῦ τους καὶ δὲν κατανοοῦν τὸ θέλημα τοῦ Θεοῦ ἤ ποὺ τὸ κατανοοῦν ἀλλὰ εἶναι κουτσοὶ κι ἀδρανοῦν νὰ τὸ πράξουν. Καὶ γενικὰ σὲ φτωχοὺς ποὺ ἐξέπεσαν ἀπὸ τὴν οὐράνια δόξα, καὶ σὲ ἀνάπηρους ποὺ ἡ ζωὴ τους δὲν παρουσιάζεται ἄψογη.  Σ’ αὐτοὺς τοὺς ἁμαρτωλοὺς ποὺ εἶναι στὶς πλατείες, καὶ τριγυρίζουν στοὺς φαρδιοὺς δρόμους τῆς ἁμαρτίας στέλνει ὁ Πατέρας τὸ δειπνοκαλεστὴ Γιὸ του, ποὺ καὶ δοῦλος ἀκόμα ἔγινε κατὰ τὴ σάρκα, ποὺ δὲν ἦρθε νά καλέσῃ τοὺς δικαίους ἀλλὰ τοὺς ἁμαρτωλοὺς.  Καὶ παραθέτει τραπέζι πλούσιο σ’ αὐτοὺς ἀντὶ στοὺς ἄλλους, ποὺ ἔχουν τὴ σοφία καὶ τὸν πλοῦτο καὶ χαρίζονται στὴν σάρκα.  Σὲ πολλοὺς στέλνοντας ἀρρώστιες καὶ κινδύνους τοὺς κάνει ὅλους ν’ ἀρνηθοῦν αὐτὴ τὴν ζωή, γιά λόγους ποὺ ἐκεῖνος γνωρίζει, καὶ τοὺς φέρνει στὸ τραπέζι του, σὰν ἀνάγκη στέλνοντας τους τὴ ἀπειλὴ τῶν κινδύνων. Ὑπάρχουν πολλὰ παραδείγματα γι’ αὐτὸ.  Μᾶς δίνει κι ἕνα πιὸ πρόχειρο νόημα ἡ παραβολή·  νά κάνωμε χάρη περισσότερο στοὺς φτωχοὺς καὶ τοὺς ἀνάπηρους παρὰ στοὺς πλούσιους. Σ’ αὐτὸ καὶ πρὶν ἀπὸ λίγο παρακινοῦσε, γι’ αὐτὸ τὸ ἴδιο φάνηκε ὅτι εἴπε τὴν παραβολή, ἐπιβεβαιώνοντας μ’ αὐτή, ὅτι πρέπει νὰ τρέφωμε τοὺς φτωχούς.  Καὶ κάτι ἄλλο μαθαίνομε, ὅτι ὀφείλομε νὰ εἴμαστε ἔτσι πρόθυμοι καὶ φιλότιμοι στὴν ὑποδοχὴ τῶν ἀδελφῶν μας, ὥστε, καὶ χωρὶς νὰ θέλουν, νὰ τοὺς ἀναγκάζωμε νὰ παίρνουν μέρος στὰ ἀγαθά μας. Αὐτὸ ἀποτελεῖ καὶ γιὰ τοὺς δασκάλους τῆς πίστεως μεγάλο δίδαγμα, ὥστε νὰ διδάσκουν τοὺς μαθητάς τους τὸ ὀρθὸ καὶ χωρὶς νὰ θέλουν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου