Δευτέρα, 10 Νοεμβρίου 2014

Κανὼν Παρακλητικὸς εἰς τὸν ὅσιον καὶ θεοφόρον πατέρα ἠμῶν Ἀρσένιον τὸν Καππαδόκην

Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει, ὑπό Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, 
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

ΑΠΟΛΥΤΙΚΙΟΝ
Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων την χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΚΟΝΤΑΚΙΟΝ
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῳ Σταυρῷ.
Καππαδοκίας τὸ νεόφυτον ἄνθος, καί ἀρετῶν τὸ πολυτίμητον σκεῦος, ὁ ἱερός Ἀρσένιος ὑμνείσθω μοι˙ οὗτος γὰρ ὡς ἄγγελος, ἐν σαρκὶ βιοτεύσας, σύσκηνος ἐγένετο, τῶν Ἁγίων ἁπάντων, μεθ’ὧν πρεσβεύει πάντοτε Χριστῷ, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
Εὐλογήσαντος τοῦ Ἱερέως
Ὁ Ἀναγνώστης τὸν 142ον Ψαλμόν·
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου˙ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου˙ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε˙ ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον˙ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ˙ ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Καὶ εὐθύς τό˙ Θεὸς Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἑξῆς:
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν˙ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στιχ.α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ.β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ.γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Εἶτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς εὐαρεστήσας Κυρίῳ, χάριν πλουσίαν παρ’αὐτοῦ ἐκομίσω, τῶν Ἀσωμάτων σύσκηνε Ἀρσένιε˙ ὅθεν σου δεόμεθα, μὴ ἐλλίπῃς πρεσβεύων, πάσης ἡμᾶς ῥύεσθαι, ἐπηρείας καὶ βλάβης, τοὺς τῇ σῇ σκέπῃ σπεύδοντας σοφέ, καὶ τὴν θερμήν σου, αἰτοῦντας ἀντίληψιν.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰμὴ  γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ (ν’) 50ος Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Έπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γαρ ἀλήθειαν ἠγάπησας˙ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι˙ πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην˙ ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου˙ ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντατριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς ο’θκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς˙
«Χάριν μοι δίδου, Ὅσιε Πάτερ ». Γερασίμου.
Ὠδὴ α΄.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρὰν κεκτημένος τὴν ἀληθῆ, πάσης ἀθυμίας, καὶ μανίας τοῦ  δυσμενοῦς, Ἀρσένιε Πάτερ θεοφόρε, τοὺς τῇ σῇ σκέπῃ προστρέχοντας λυτρωσαι.
Ἀνέτειλας νέος ὥσπερ ἀστήρ, ἡμᾶς καταυγάζων, τῇ ὁσίᾳ σου βιοτῇ˙ διὸ τῶν παθῶν ἡμῶν τὸν ζόφον, ταῖς σαῖς πρεσβείαις ἀπέλασον Ὅσιε.
Ῥεόντων ἀπέσχες ὁλοσχερῶς, ἐντεῦθεν φροντίδων, ἀπαλλάττεις ὀδυνηρῶν, τὸν νοῦν τὴν ψυχὴν καὶ τὴν καρδίαν, τῶν προσιόντων σοι Πάτερ Ἀρσένιε.
Θεοτοκίον.
Ἰάτρευσον Κόρη ὡς συμπαθής, τετραυματισμένην, τὴν καρδίαν μου χαλεπῶς, καὶ αἴτει μοι ἄφεσιν πταισμάτων, πρὸς τὸν Υἱόν σου πρεσβείαις τὸν εὔσπλαγχνον.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων ὡς πάλαι, πολυειδῶν Ὅσιε, πλείστους ἐλυτρώσω ἐντεύξει, τῇ πρὸς τὸν Κύριον, οὕτως ἀπάλλαξον, ἡμᾶς παθῶν ἀκαθάρτων, καὶ πάσης κακώσεως, Πάτερ Ἀρσένιε.
Μεγαλύνας ἐν βίῳ, τὸν τοῦ παντὸς Κύριον, εὔκλειαν μεγίστην ἐκτήσω, Πάτερ Ἀρσένιε˙ ὅθεν ἐκλύτρωσαι, ἡμᾶς μεγάλων κινδύνων, καὶ τῶν ἐπιθέσεων, τοῦ παναλάστορος.
Ὁ θεράπων Κυρίου, καὶ τῶν πιστῶν πρόμαχος, Ὅσιε Ἀρσένιε πάντας ἡμᾶς κυβέρνησον, πρὸς ἀκυμάντους τε καὶ σωτηρίους λιμένας, πρὸς ζωὴν τὴν ἄλυπον καὶ ἀτελεύτητον.
Θεοτοκίον.
Ἵνα σώσῃ τὸν κόσμον, ὁ τοῦ παντὸς αἴτιος, σάρκα ἐξ ἁγνῶν σου αἱμάτων, Κόρη προσείληφεν˙ ὅθεν θεράπευσον, τὸ ἀσθενές μου σαρκίον, καὶ τὸν νοῦν μου λάμπρυνον, φέγγει τῆς Χάριτος.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα μνημονεύει ὁ Ἱερεὺς ἐκείνων, δι’οὓς ἡ Παράκλησις τελεῖται καὶ ἡμεῖς ψάλλομεν τὸ, Κύριε, ἐλέησον (ιε΄).
Μετὰ δὲ τὴν ἐκφώνησιν τὸ ἑπόμενον˙
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν ἐκτενῶς, ἱκέτευε Ἀρσένιε, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, καὶ παθῶν τὴν ἴασιν, καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος, καὶ πολιτείας σεμνῆς προκοπήν, ὡς ἄν θείας δόξης ἐπιτύχωμεν.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεαῖς θείου Πνεύματος, καταλαμπρυνόμενος Πάτερ Ὅσιε, δωρεὰν ἡμᾶς οἰκτείρησον, καὶ τῆς συνεχούσης ῥῦσαι θλίψεως.
Ἰσχὺν θείαν Ἀρσένιε, τῇ ἐξασθενούσῃ ψυχῇ μου αἴτησαι, ὡς ἄν πάσης περιγίνωμαι, πλάνης καὶ ἀπάτης τοῦ ἀλάστορος.
Δαιμονῶντας ὡς ἔσωσας, ἐκ τῆς δυναστείας τοῦ πολεμήτορος, οὕτω λύτρωσαι Ἀρσένιε, καὶ ἡμᾶς τῶν τούτου ἐπιθέσεων.
Θεοτοκίον.
Ὄρος θεῖον καὶ σύσκιον, ὤφθης Θεοτόκε πλουσίαις χάρισιν, ἐξ οὗ κόσμῳ ἐπεδήμησεν, ὁ Σωτὴρ καὶ ἔσωσε τὸν ἄνθρωπον.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὑψωσον ἡμῶν, τὴν καρδίαν Πάτερ Ὅσιε, πρὸς ἀγάπην τὴν τελείαν τοῦ Χριστοῦ, ἐν εἰρήνῃ κυβερνῶν ἡμᾶς  Ἀρσένιε.
Ὄμβροις μυστικοῖς, πρεσβειῶν σου πρὸς τὸν Κύριον, ἐναπόσβεσον τὴν φλόγα τῶν παθῶν, τὴν συντήκουσαν ἡμᾶς Πάτερ Ἀρσένιε.
Σύντριψον σοφέ, τοῦ ἐχθροῦ τὰ μηχανήματα, ἀβλαβεῖς ἐκ τῆς αὐτοῦ ἐπιβουλῆς, διασῴζων ἡμᾶς πάντοτε δεόμεθα.
Θεοτοκίον.
Ἴθυνον ἡμᾶς, πρὸς ζωὴν Παρθένε κρείττονα, ἐναπείργουσα ἐχθροῦ τὰς προσβολάς, καὶ παρέχουσα εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ στ΄. Τὴν δέησιν.
Ἐδέξω, παρὰ Θεοῦ Ἀρσένιε, τῶν θαυμάτων τὴν σωτήριον χάριν˙ ὅθεν ἰᾶσαι ψυχῶν καὶ σωμάτων, τὰ ἀρρωστήματα πάντα ἑκάστοτε, ἐξ ὧν με τήρει ἀσινῆ, τὸν προσφεύγοντα Πάτερ τῇ σκέπῃ σου.
Παθῶν μου, τὴν χαλεπὴν τρικυμίαν, τῇ γαλήνῃ τῆς θερμῆς σου πρεσβείας, εἰς ἠρεμίαν μετάβαλε Πάτερ, καὶ πρὸς λιμένα τοῦ θείου θελήματος, ὁδήγησόν με ἀσφαλῶς, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.
Ἁγίων, ἠριθμημένος χορείᾳ, ὡς ἁγίως διανύσας τὸν βίον, ἁγιασμόν καὶ χαρὰν καὶ εἰρήνην, τῇ Θεολόγου Μονῇ Πάτερ δώρησαι, τῇ ὥσπερ θεῖον θησαυρὸν, κεκτημένη τὰ θεῖα σου λείψανα.
Θεοτοκίον.
Τὸν πάντων, Δημιουργὸν καὶ Σωτῆρα, ἐκ γαστρός σου τῆς ἀχράντου τεκοῦσα, σῶσόν με Κόρη ἐχθροῦ τῆς μανίας, καὶ τείχισόν με τῷ φόβῳ τοῦ Κτίσαντος, ἵνα βαδίσω ἀκλινῶς, τὴν ὁδὸν τοῦ ἁγίου θελήματος.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλῃ, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·Ἀμήν.
Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον·
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ σῇ ἀσκήσει δοξάσας τὸν Κύριον, τῆς παρ’αὐτοῦ θείας δόξης ἠξίωσαι˙ διὸ ἀδοξίας ἀπάλλαξον, φθοροποιῶν παθημάτων καὶ θλίψεων, ἡμᾶς θεοφόρε Ἀρσένιε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ Θάνατος τοῦ Ὁσίου αὐτοῦ (δίς).
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὁ Ἱερεύς·Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός·Κύριε, ἐλέησον (γ΄).
Ὁ Ἱερεύς·Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς·Εἰρήνη πᾶσι.
Ὁ χορός·Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς˙ Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.
Τὸ Εὐαγγέλιον. (Ματθ. ια΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου˙ καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ˙ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ὑμᾶς καὶ μάθετε ἀπ’ἐμοῦ ὅτι πρᾷος εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν˙ ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Ὁ Χορός˙
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ εἶτα:
Ἦχος β΄.
Δόξα Πατρί.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεί.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, έλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τὸ Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ἄστρον ὡς νεόφωτον, ἐκ τῆς Ἑῴας ἐκλάμψας, ἀρετῶν λαμπρότησι, καταυγάζεις ἅπαντας τοὺς τιμῶντας σε˙ διὸ νῦν Ὅσιε, πάσης ἐπηρείας, τοῦ ἐχθροῦ τοῦ πολεμήτορος, καὶ πάσης θλίψεως, καὶ πολυειδῶν περιστάσεων, καὶ νόσων καὶ κακώσεων, ταῖς σαῖς ἱκεσίαις πρὸς Κύριον, φύλαττε ἀτρώτους, Ἀρσένιε θεράπον τοῦ Χριστοῦ, τοὺς τοῖς ἁγίοις λειψάνοις σου, εὐλαβῶς προσπίπτοντας.
Ὁ Ἱερεύς˙
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου˙ ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς˙ ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια˙ πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας˙ δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ˙ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων˙ ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου˙ τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων˙ τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας˙ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν˙ τῶν ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ˙ τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου˙ τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων˙ τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν˙ τοῦ Ἁγίου (τοῦ Ναοῦ, ἐφ’ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω)˙ τῶν ἁγίων καὶ Δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης, τοῦ Ἁγίου (τῆς ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων, ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
Ὁ Χορός˙ Κύριε, ἐλέησον (ιβ΄)
Ὁ Ἱερεύς·Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·Ἀμήν.
Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν θερμῇ διανοίᾳ, προσελθοῦσαι γυναῖκες αἱ στεῖραι πρότερον, τοῖς θείοις σου λειψάνοις, ἐγένοντο μητέρες, ἐπὶ τέκνοις γηθόμεναι, τῇ ἀντιλήψει τῇ σῇ, Ἀρσένιε τρισμάκαρ.
Ῥυπτικῇ σου πρεσβείᾳ, τῆς ψυχῆς μου τοὺς μώλωπας ἀποκάθαρον, καὶ δίδου ἀφορμάς μοι, γνησίας μετανοίας, ὡς θερμὸς ἀντιλήπτωρ μου, Ἀρσένιε ἱερέ, Ἀγγέλων συμπολῖτα.
Γέρας κέκτηται θεῖον, ἡ Μονὴ Θεολόγου Πάτερ Ἀρσένιε, τὰ θεῖα λείψανά σου, οἷς πίστει προσιοῦσα, θείαν χάριν κομίζεται, καὶ οὐρανίου χαρᾶς, πληροῦται ἀοράτως.
Θεοτοκίον.
Ἐφαπλώσασα Κόρη, ἐφ’ἡμᾶς τῆς σῆς σκέπης χάριν τὴν ἄφθονον, ἀπόστρεψον εἰς τέλος, ἐχθροῦ τοῦ βροντοκτόνου, ἀφ’ἡμῶν δόλον ἅπάντα, καὶ καθοδήγει ἡμᾶς, πρὸς τρίβον σωτηρίας.
Ὠδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Ῥάβδῳ ἁγίᾳ, ἐπισκοπῆς σου τῆς θείας, ὥσπερ πρόβατα ὁδήγει ἡμᾶς Πάτερ, πρὸς ἀθανασίας, τοὺς μυστικούς λειμῶνας.
Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς παρεστῶτας, τοῖς λειψάνοις σου καὶ δίδου τούτοις Πάτερ, τῆς σῆς βοηθείας, τὰς δαψιλεῖς ἐκφάνσεις.
Σκέπε ἀπαύστως, τῇ πατρικῇ ἀρωγῇ σου, τοὺς δειναῖς αἰχμαλωσίαις κειμένους, τούτους περισῴζων, ἐκ βλάβης καὶ κινδύνων.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι δάκρυα μετανοίας, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
Ὠδὴ θ΄. Ὁ Εἱρμός.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Πάρθένε, ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Μανίας πάσης ῥύου, ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν θεοφόρε Ἀρσένιε, τῶν Ὀρθοδόξων τὰ πλήθη σὲ μεγαλύνοντα.
Ὁσίοις συγχορεύων, σὺν αὐτοῖς δυσώπει, ὑπὲρ ἡμῶν θεοφόρε Ἀρσένιε, τῶν ἀνυμνούντων τὰ θεῖά σου προτερήματα.
Ὑμνῶν σὺν τοῖς Ἀγγέλοις, ἤδη ἐν ὑψίστοις, τὸν ἐν Τριάδι Θεὸν Πάτερ Ὅσιε, ἀεὶ δυσώπει σωθῆναι τοὺς σὲ γεραίροντας.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ Χαῖρε βοῶμέν σοι˙ τῇ γὰρ πρεσβείᾳ σου Κόρη ἀεὶ σῳζόμεθα.
Καὶ εὐθὺς τό·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ θυμιᾶ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν ναόν, ἢ τὸν οἶκον, ὅπου ψάλλεται ἡ Παράκλησις, καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, διὰ πολιτείας, καὶ ἀσκήσεως ἱερᾶς˙ χαίροις Μοναζόντων, καὶ Ἱερέων κλέος, Καππαδοκίας δόξα, Πάτερ Ἀρσένιε.
Πόνοις ἐναρέτου Πάτερ ζωῆς, σεαυτὸν καθάρας, φρονημάτων τῶν γεηρῶν, ἐκ Θεοῦ ἐδέξω, τὴν χάριν τῶν θαυμάτων, Ἀρσένιε ἐκφαίνων, πᾶσι τὰ κρείττονα.
Πάθη ἐθεράπευσας χαλεπά, καὶ δαιμόνων Πάτερ, ἐταπείνωσας τὴν ἰσχύν, ὧν τῆς ἐπηρείας, ἀτρώτους ἡμᾶς τήρει, ὡς ἔχων παῤῥησίαν, Χριστῷ Ἀρσένιε.
Χαίρων τὸν ἀγῶνα τῆς ἀρετῆς, ὑπῆλθες θεόφρον, οὐρανόφρονι λογισμῷ, καὶ τῆς ἀπαθείας, τὰς χάριτας ἐδρέψω, Ἀγγέλων συμπολῖτα, Πάτερ Ἀρσένιε.
Φύλαττε καὶ σκέπε πάσης ὀργῆς, καὶ δαιμόνων βλάβης καὶ παντοίας ἐπιβουλῆς τοὺς πίστει προσκυνοῦντας, τὰ λείψανά σου Πάτερ, καὶ ἐπιβοωμένους τὴν προστασίαν σου.
Δίδου εὐλογίαν τὴν πατρικήν, καὶ ἔνθεον ζῆλον, πρὸς ἀγῶνας πνευματικούς, ταῖς τῶν μοναζόντων χορείαις θεοφόρε, καὶ ταύτας, τῶν παγίδων ῥύου τοῦ ὄφεως.
Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Εἶτα˙
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·Ἀμήν.
Εἶτα τὰ Τροπάρια˙
Ἦχος πλ.β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν˙ ἐλέησον ἡμᾶς.
Δόξα Πατρί.
Κύριε, ἐλεήσον ἡμᾶς˙ ἐπὶ σοὶ γὰρ πεποίθαμεν˙ μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν˙ ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν˙ σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου˙ πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε˙ ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν˙ ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων. Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τῶν εὐσεβῶν...
Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης...
(Καὶ μνημονεύει καὶ πάλιν ὑπὲρ ὧν ἡ Παράκλησις γίνεται)
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν˙ καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς ποιεῖ μικρὰν Ἀπόλυσιν˙
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ Μητρός˙ τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων˙ τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων˙ (τοῦ ἁγίου τοῦ Ναοῦ)˙ τῶν Ἁγίων καὶ Δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας, οὗ τὴν μνήμην ἐπιτελοῦμεν) καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Μετὰ δὲ ταύτην τῶν Χριστιανῶν ἀσπαζομένων τὴν εἰκόνα τοῦ Ἁγίου, ψάλλονται τὰ παρόντα Τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ ἀντιλήψει θεόφρον, Πάτερ Ἀρσένιε, πάσης περιστάσεως, ῥῦσαι καὶ θλίψεως, καὶ ἀπάλλαξον τάχιστα ἐχθροῦ δυναστείας, βλῦσόν τε ἰάματα τοῖς ἀσθενοῦσι δεινῶς, δίδου δὲ εἰρήνην ἐν βίῳ, καὶ τὴν ἐκ Θεοῦ εὐλογίαν, τοῖς τὰς ἀρετάς σου μακαρίζουσι.
Ἦχος πλ. δ΄.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β΄.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς·Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός·Ἀμήν.
Δίστιχον.
Ἀρσένιε δέησιν πρόσδεξαι τήνδε
Καὶ δίδου τὴν Χάριν σου τῷ Γερασίμῳ.

www.nektarios.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου