Σάββατο 6 Σεπτεμβρίου 2014

Κυριακή πρὸ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. Ἁγίου Ἰωάννου Χρυσοστόμου

   Ὑπόμνημα εἰς τὸν Ἅγιον Εὐαγγελιστὴν Ἰωάννην, ὁμιλία κζ΄
 Κυριακή πρὸ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ
(Ἰωάν. γ΄, 13-17)

α΄. Ὁ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ οὐ παύσωμε λέγων. Τί δὲ τοῦτό ἐστιν; Ὅτι μέλλων ὁ Ἰησοῦς ὑψηλῶν ἅπτεσθαι δογμάτων, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν ἑαυτὸν κατέχει πολλάκις, καὶ οὐ συνεχῶς τοῖς ἀξίοις τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἐνδιατρίβει, ἀλλὰ μᾶλλον τοῖς συγκατάβασιν ἔχουσι. Τὸ μὲν γὰρ ὑψηλὸν καὶ μέγα, καὶ ἅπαξ λεχθὲν, ἱκανὸν παραστῆσαι τὴν ἀξίαν ἐκείνην, καθ’ ὅσον ἡμῖν ἀκοῦσαι δυνατόν· τὰ δὲ ταπεινότερα καὶ ἐγγὺς τῆς τῶν ἀκροωμένων διανοίας, εἰ μὴ διηνεκῶς ἐλέγετο, οὐ ταχέως κατέσχε τὰ ὑψηλὰ τῶν χαμαίζηλον ἀκροατήν. Διὰ δὴ τοῦτό ἐστι καὶ τὰ πλείονα τῶν ὑψηλῶν εἰρημένα παρ’ αὐτοῦ. Ἀλλ’ ἵνα μὴ τοῦτο ἑτέραν τινὰ ἐργάσηται βλάβην πάλιν, κατέχον κάτω τὸν μαθητὴν, οὐχ ἁπλῶς τὰ καταδεέστερα τίθησιν, ἄν μὴ πρότερον εἴπῃ καὶ τὴν αἰτίαν δι’ ἤν ταῦτα λέγει· ὅ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ βαπτίσματος ἅπερ εἶπε, καὶ τῆς κατὰ χάριν γεννήσεως τῆς ἐν τῇ γῇ γινομένης, βουλόμενος καὶ εἰς τὴν γέννησιν καθεῖναι τὴν ἑαυτοῦ, τὴν ἀπόρρητον ἐκείνην καὶ ἄφραστον, τέως διαβαστάζει, καὶ οὐ καθίησιν· εἶτα καὶ τὴν αἰτίαν λέγει, δι’ ἥν οὐ καθίησι. Τίς δὲ ἔστι αὕτη; Ἡ παχύτης καὶ ἡ ἀσθένεια τῶν ἀκουόντων. Καὶ ταύτην αἰνιττόμενος ἐπήγαγεν λέγων·  Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Ὥστε ὅπουπερ ἄν εἴπῃ μέτριόν τι καὶ ταπεινὸν, τῇ τῶν ἀκουόντων ἀσθένειᾳ λογιστέον αὐτό. Τὰ δὲ ἐπίγεια ἐνταῦθα, τινὲς μὲν περὶ τοῦ ἀνέμου φασίν εἰρῆσθαι· τοὐτέστιν, εἰ καὶ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων ἔδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ὑψηλότερα μαθεῖν; Εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα λέγοι, μὴ θαυμάσῃς.Ἤ γὰρ διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι, ἤ πρὸς σύγκρισιν τῆς ἑαυτοῦ γεννήσεως τῆς φρικωδεστάτης ἐκίνης ὀνομάζων οὕτως αὐτὸ καλεῖ. Εἰ γὰρ ἐπουράνιος αὕτη ἡ γέννησις, ἀλλὰ πρὸς ἐκείνην παραβαλλομένη τὴν ἀληθῆ, καὶ ἐκ τοῦ Πατρὸς οὐσίας οὖσαν, ἐπίγειός ἐστι. Καὶ καλῶς οὐκ εἶπεν, Οὐχὶ νοεῖτε, ἀλλ’. Οὐ πιστεύετε. Ὅταν μὲν γὰρ πρὸς ἐκεῖνά τις δυσκολαίνῃ, ἅ διὰ τοῦ νοῦ λαβεῖν ἔστι, καὶ μὴ ρᾳδίως καταδέχηται, εἰκότως ἄν ἄνοιαν ἐγκαλοῖτο· ὅταν δὲ ταῦτα μὴ δέχηται, ἅ λογισμῷ μὲν οὐκ ἔστι λαβεῖν, πίστει δὲ μόνῃ, οὐκ ἔτι ἀνοίας, ἀλλ’ ἀπιστίας, ἐστὶ τὸ ἔγκλημα. Ἀπάγων οὖν αὐτὸν τοῦ μὴ ζητεῖν λογισμοῖς τὸ λεχθὲν, σφοδρότερον αὐτοῦ καθικνεῖται, ἀπιστίαν ἐγκαλῶν. Εἰ δὲ τὴν ἡμετέραν πίστει χρὴ δέχεσθαι γέννησιν, τίνος ἄν εἶεν ἄξιοι οἱ τὴν τοῦ Μονογενοῦς λογισμοῖς περιεργαζόμενοι; Ἀλλ’  ἴσως εἴποι τις ἄν, καὶ τίνος ἕνεκεν ἐλέγετο ταῦτα, εἰ μὴ ἔμελλον πιστεύειν οἱ ἀκούοντες; Ὅτι εἰ καὶ ἐκεῖνοι μὴ ἐπίστευον, ἀλλ’ οἱ μετ’ αὐτοὺς ἔμελλον αὐτὰ δέχεσθαι καὶ κερδαίνειν. Καθικνούμενος τοίνυν αὐτοῦ σφοδρότατα, δείκνυσι λοιπὸν ὅτι οὐ ταῦτα οἶδε μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείω τούτων μείζων. Ὅθεν καὶ τοῦτο διὰ τῆς ἐπαγωγῆς ἐδήλωσεν, οὕτως εἰπών· Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ. Καὶ ποία αὕτῃ ἡ ἀκολουθία, φησί; Μεγίστη μὲν οὖν, καὶ σφόδρα τοῖς ἔπροσθεν συνάδουσα. Ἐπειδὴ γὰρ ἐκεῖνος εἶπεν, ὅτι Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τοῦτο αὐτὸ διορθοῦται, μονονουχὶ λέγων· μὴ νομίσῃς με οὕτως εἶναι διδάσκαλον ὡς τοὺς πολλοὺς τῶν προφητῶν ἀπὸ γῆς ὄντας. Ἐξ οὐρανοῦ γὰρ πάρειμι νῦν. Τῶν μὲν γὰρ προφητῶν οὐδεὶς ἀναβέβηκεν ἐκεῖ· ἐγὼ δὲ ἐκεῖ διατρίβω. Εἶδες πῶς καὶ τὸ σφόδρα δοκοῦν ὑψηλὸν εἶναι, σφόδρα ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἐστίν; Οὐ γὰρ ἐν οὐρανῷ μόνον ἐστίν, ἀλλὰ καὶ πανταχοῦ, καὶ πάντα πληροῖ. Ἀλλ’ ἔτι πρὸς τὴν ἀσθένειαν τοῦ ἀκροατοῦ διαλέγεται, κατὰ μικρὸν αὐτὸν ἀνάγαγειν βουλόμενος. Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ’ ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτόν, ἵν’ οὕτως εἴπω, ὠνόμασε νῦν. Καὶ γὰρ τοῦτο ἔθος αὐτῷ, πολλάκις μὲν ἀπὸ τῆς θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν. Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, φησίν, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Πάλιν καὶ τοῦτο δοκεῖ ἀπηρτῆσθαι τῶν ἔμπροσθεν, πολλὴν δὲ καὶ αὐτὸ τὴ συνάφειαν ἔχει. Εἰπὼν γὰρ τὴν μεγίστην εἰς ἀνθρώπους γεγενημένην εὐεργεσία διὰ τοῦ βαπτίσματος, ἐπάγει καὶ τὴν ταύτης αἰτίαν, καὶ ἐκείνης οὐκ ἐλάττονα, τὴν διὰ τοῦ σταυροῦ. Ὥσπερ οὖν καὶ Παῦλος Κορινθίοις διαλεγόμενος, ταύτας ὁμοῦ τίθησι τὰς εὐεργεσίας, οὕτω λέγων· Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἤ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Μάλιστα γὰρ πάντων τὰ δύο ταῦτα τὴν ἄφατον αὐτοῦ δείκυνσιν ἀγάπην, ὅτι τε ὑπὲρ ἐχθρῶν ἔπαθε, καὶ ὅτι ἀποθανὼν ὑπὲρ ἐχθρῶν, διὰ τοῦ βαπτίσματος ὁλόκληρον τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἐδωρήσατο.
β΄ Τίνος δὲ ἕνεκεν οὐκ εἶπε σαφῶς, ὅτι μέλλω σταυροῦσθαι, ἀλλ’ ἐπὶ τῶ παλαιὸν παρέπεμψε τύπον τοὺς ἀκροατάς; Πρῶτον μέν, ἵνα μάθωσιν ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ οὐκ ἀλλότρια τούτων ἐκείνα· ἔπειτα ἵνα γνῷς, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἤρχετο· καὶ ἔτι πρὸς τούτοις ἵνα μάθῃς ὅτι οὔτε αὐτῷ τις ἀπὸ τοῦ πράγματος γίνεται βλάβη, καὶ πολλοῖς ἐντεῦθεν τίκτεται σωτηρία. Ἵνα γὰρ μὴ τις λέγῃ, καὶ πῶς ἔνι εἰς τὸν σταυρωθέντα πιστεύσαντες σωθῆναι, ὅταν καὶ αὐτὸς ὑπὸ θανάτου κατεσχημένος ἧ, ἐπὶ τὴν παλαιὰν ἡμᾶς ἱστορίαν ἄγει. Εἰ γὰρ πρὸς εἰκόνα χλακῆν ὄφεως ἰδόντες. Ἰουδαῖοι διέφυγαν θάνατον· πολλῷ μᾶλλον οἱ εἰς τὸν ἐσταυρωμένον πιστεύοντες, εἰκότως καὶ πολλῷ μείζονος ἀπολαύσονται τῆς εὐεργεσίας. Οὐ γὰρ διὰ τὴν ἀσθένεια τοῦ σταυρωμένου, οὐδὲ διὰ τὸ περιγενέσθαι Ἰουδαίους τοῦτο γίνεται, ἀλλ’ ἐπειδὴ Ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, διὰ τοῦτο ὁ ἔμψυχος αὐτοῦ ναὸς σταυροῦται. Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχη ζωὴν αἰώνιον. Ὁρᾷς τὴν τοῦ σταυροῦ αἰτίαν, καὶ τὴν ἐξ αὐτοῦ σωτηρίαν; ὁρᾷς τοῦ τύπου πρὸς τὴν ἀλήθειαν τὴν συγγένειαν;  Ἐκεῖ θάνατο διέφυγον Ἰουδαῖοι, ἀλλὰ τὸν πρόσκαιρον· ἐνταῦθα τὸν αἰώνιον οἱ πιστεύοντες. Ἐκεῖ δήγματα ὄφεων ἰᾶτο ὁ κρεμμάμενος ὄφις, ἐνταῦθα τοῦ νοητοῦ δράκοντος ἐθεράπευσε τὰς πληγὰς ὁ σταυρωθεὶς Ἰησοῦς· ἐκεῖ ὁ τοῖς ὀφθαλμοῖς τούτοις βλέπων ἐθεραπεύετο, ἐνταῦθα ὁ τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὁρῶν, πάντα ἀποτίθεται τὰ ἁμαρτήματα· ἐκεῖ χαλκὸς τὸ κρεμάμενον ἦν εἰς σχῆμα ὄφεως διατυπωθείς, ἐνταῦθα σῶμα δεσποτικὸν ὑπὸ Πνεύματος κατασκευασθέν. Ὄφις ἔδακνεν ἐκεῖ, καὶ ὄφις ἰᾶτο· οὕτω καὶ ἐνταῦθα θάνατος ἀπώλεσε, καὶ θάνατος ἔσωσεν. Ἀλλ’ ὁ μὲν ἀπολλὺς ὄφις, ἰὸν εἶχεν·  ὁ δὲ σώζων, ἰοῦ καθαρὸς ἦν. Καὶ ἐνταῦθα τὸ αὐτὸ πάλιν· ὁ μὲν γὰρ ἀπολλὺς θάνατος ἁμαρτίαν εἶχεν, ὥσπερ τὸν ἰὸν ὁ ὄφις· ὁ δὲ τοῦ Δεσπότου, ἁμαρτίας πάσης ἀπήλλακτο, ὥσπερ οὖν ὁ χαλκοῦς όφης, ἰοῦ. Ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ.  Καὶ τοῦτό ἐστιν, ὅ φησι Παῦλος· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησία θριαμβεύσας αὐτοὺς ἐν αὐτῶ. Καθάπερ γὰρ τις ἀθλητὴς γενναῖος, ὅταν ἐπὶ μετεώρου τὸν ἀνταγωνιστὴν ἄρας καὶ καταρράξας, λαμπροτέραν ἀποφαίνῃ τὴν νίκην· οὕτω καὶ ὁ Χριστός, τῆς οἰκουμένης ἁπάσης ὁρώσης, τὰς ἀντικειμένας δυνάμεις κατέβαλε, καὶ τοὺς ἐπὶ τῆς ἐρημίας πληττομένους ἰασάμενος, πάντων τῶν θηρίων ἀπήλλαξε κρεμασθεὶς ἐπὶ τοῦ σταυροῦ. Ἀλλ’ οὐκ εἶπε, κρεμασθῆναι δεῖ, ἀλλ’ Ὑψωθῆναι. Ὅπερ γὰρ εὐφημότερον εἶναι ἐδόκει διὰ τὸν ἀκροώμενον, καὶ ἐγγὺς τοῦ τύπου τοῦτο τέθεικεν.
Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα  πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχη ζωὴν αἰώνιον. Ὅ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ θαυμάσῃς ὅτι ἐγὼ μέλλω ὑψοῦσθαι, ἵνα σωθῆτε ὑμεῖς; Καὶ γὰρ καὶ τῷ Πατρὶ τοῦτο δοκεῖ, καὶ αὐτὸς οὕτως ὑμᾶς ἠγάπησεν, ὡς ὑπὲρ  τῶν δούλων δοῦναι τὸν Υἱὸν, καὶ δούλων ἀγνωμόνων. Καίτοι οὐκ ἄν τις οὐδὲ ὑπὲρ φίλου τοῦτο ποιήσειεν, (οὐδὲ ὑπὲρ δικαίου ταχέως, ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· ) Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται.  Ἀλλ’ ἐκεῖνος μὲν πλατύτερον, ἐπειδὴ πρὸς πιστοὺς διελέγετο·  ἐνταῦθα δὲ συνεσταλμένως μὲν ὁ Χριστὸς, ἐπειδὴ πρὸς Νικόδημον ἦν ὁ λόγος, ἐμφαντικώτερον δέ, Καὶ γὰρ ἑκάστη λέξις πολλὴν ἔχει τὴν ἔμφασιν. Τῷ τε γὰρ εἰπεῖν, Οὕτως ἠγάπησε, καὶ τῷ, Ὁ Θεὸς τὸν κόσμον, πολλὴν δείκνυσι τῆς ἀγάπης τὴν ἐπίτασιν. Πολὺ γὰρ τὸ μέσον καὶ ἄπειρον ἦν. Ὁ γὰρ ἀθάνατος, ὁ ἄναρχος, ἡ μεγαλοσύνη ἡ ἀπέραντος, τοὺς ἀπὸ τῆς γῆς καὶ σποδοῦ, τοὺς μυρίων γέμοντας ἁμαρτημάτων, τοὺς διὰ παντὸς προσκεκρουκότας τοῦ χρόνου, τοὺς ἀγνώμνονας, τούτους ἠγάπησε. Καὶ τὰ μετὰ ταῦτα δὲ πάλιν ὁμοίως ἐμφαντικά, ἅπερ ἐπήγαγε λέγων· Ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν· οὐ δοῦλον, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον φησι. Καίτοι γε οὐδ’ ἄν περὶ παῖδά τις τοσαύτην ἐπιδείξατο σπουδήν, ὅσην περὶ τοὺς οἰκέτας τοὺς ἀγνώμονας ὁ Θεός. Τὸ μὲν οὖν πάθος οὐ σφόδρα γυμνῶς τίθησιν, ἀλλὰ συνεσκιασμένως·  τὸ δὲ ἀπὸ τοῦ πάθους κέρδος, σαφῶς καὶ ἀνακεκαλυμμένως, λέγων οὕτως· Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν, μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Ἐπειδὴ γὰρ εἶπεν, Ὑψωθῆναι δεῖ, καὶ τὸν θάνατον ᾐνίξατο, ἵνα μὴ κατηφὴς ὁ ἀκροατὴς ἀπὸ τούτων γένηται τῶν ρημάτων, ἀνθρώπινόν τι περὶ αὐτοῦ ὑποπτεύων, καὶ τὸν θάνατον αὐτοῦ νομίζων ἀνυπαρξίαν εἶναι, σκόπει πῶς αὐτὸ διορθοῦται, Υἱὸν τε Θεοῦ λέγων εἶναι τὸν διδόμενον, καὶ ζωῆς αἴτιον εἶναι, καὶ ζωῆς αἰωνίου. Οὐκ ἄν δὲ ὁ τοῖς ἄλλοις ζωὴν παρέχων διὰ τοῦ θανάτου, αὐτὸς ἔμελλεν εἶναι ἐν τῷ θανάτῳ διηνεκῶς. Εἱ γὰρ οἱ πιστεύοντες εἰς τὸν ἐσταυρωμένον οὐκ ἀπόλλυται, πολλῷ μᾶλλον αὐτὸς σταυρωθεὶς οὐκ ἀπολεῖται. Ὁ γὰρ τῶν ἄλλων τὴν ἀπόλειαν ἀναιρῶν, πολλῷ μᾶλλον αὐτὸς ταύτης ἀπήλλακται· ὁ ταῖς ἄλλοις παρέχον ζωήν, πολλῷ μᾶλλον ἑαυτῷ πηγάζει ζωήν. Ὁρᾷς ὅτι πανταχοῦ πίστεως χρείας. Τὸν γὰρ σταυρὸν πηγὴν ζωῆς εἶναί φησιν, ὅ λογισμὸς μὲν οὐκ ἄν ρᾳδίως παραδέξατο· καὶ μαρτυροῦσιν ἔτι καὶ νῦν Ἕλληνες καταγελῶντες· ἡ δὲ τὴν τῶν λογισμῶν ἀσθένειαν ὑπερβαίνουσα πίστις, ρᾳδίως ἄν αὐτὸ καὶ δέξαιτο καὶ κατάσχοι. Πόθεν δὲ οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον; Ἄλλοθεν μὲν οὐδαμόθεν, ἐξ ἀγαθότητος δὲ μόνης.
γ΄ Ἐντραπῶμεν τοίνυν αὐτοῦ τὴν ἀγάπην· αἰσχυνθῶμεν τῆς φιλανθρωπίας τὴν ὑπερβολήν. Αὐτὸς μὲν γὰρ οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο δι’ ἡμᾶς·  ἡμεῖς δὲ καὶ χρημάτων φειδόμεθα καθ’ ἑαυτόν. Αὐτὸς καὶ τὸν γνήσιον Υἱὸν ἔδωκεν ὑπὲρ ἡμῶν·  ἡμεῖς δὲ οὐδὲ ἀργυρίου καταφρονοῦμεν ὑπὲρ αὐτοῦ, ἀλλ’ οὐδὲ ὑπὲρ ὑμῶν. Καὶ πῶς ἄν εἴῃ ταῦτα συγγνώμης ἄξια; Κἄν μὲν ἄνθρωπον ἴδωμεν κινδύνους καὶ θανάτους ὑπὲρ ἡμῶν καταδεξάμενον, πάντων προτίθεμεν, καὶ ἐν τοῖς πρώτοις ἀριθμοῦμεν τῶν φίλων, καὶ πάντα αὐτῷ τὰ ἡμέτερα ἐγχειρίζομεν, καὶ αὐτοῦ μᾶλλον ἤ ἡμέτερα εἶναί φαμεν· καὶ οὐδὲ οὕτως ἡγούμεθα ἀντίδοσιν ἀξίαν αὐτῷ διδόναι. Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐδὲ τοῦτο τὸ μέτρον τῆς εὐγνωμοσύνης φυλάττομεν ἀλλ’ ἐκεῖνος μὲν τὴν ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν, καὶ τὸ αἷμα τὸ τίμιον ἐξέχεε δι’ ἡμᾶς, τοὺς οὐκ εὔνους οὐδὲ  ἀγαθοὺς γεγενημένους· ἡμεῖς δὲ οὐδὲ χρήματα χέομεν δι’ ἑαυτούς, ἀλλὰ περιορῶμεν αὐτὸν γυμνὸν καὶ ξένον ὑπὲρ ἡμῶν ἀποθανόντα. Καὶ τίς ἡμᾶς τῆς μελλούσης ἐξαιρήσεται κολάσεως. Εἰ γὰρ μὴ ὁ Θεός, ἀλλ’ ἡμεῖς ἑαυτοὺς ἐκολάζομεν, ἆρα οὐκ ἄν καθ’ ἑαυτῷν τὴν ψῆφον ἐξηνέγκαμεν; Ἆρα οὐκ ἄν τὸ τῆς γεένης ἑαυτοὺς κατεδικάσαμε πῦρ, τὸν ὑπὲρ ἡμῶν τὴν ψυχὴν θέντα λιμῷ τηκόμενον περιορῶντες; Καὶ τὶ λέγω χρήματα; Εἰ γὰρ μυρίας εἴχομεν ψυχὰς, οὐχ ἁπάσας ὑπὲρ αὐτοῦ θεῖναι ἐχρῆν; Καίτοι γε οὐδὲ οὕτως ἄξιόν τι τῆς εὐεργεσίας ἐποιήσαμεν ἄν. Ὁ μὲν γὰρ πρώτως  εὐεργετῶν φανερὰν ἐπιδείκνυται τὴν χρηστότητα· ὁ δὲ εὐεργετηθείς, ὅ,τι ἄν ἀντιδρῷ, ὀφειλὴν ἀποδίδωσιν, οὐ χάριν κατατίθεται καὶ μάλιστα ὅταν ὁ κατάρξας ἐχθροὺς εὐεργετῶν, εἴη, καὶ ὁ ἀντιδιδοὺς καὶ εἰς εὐεργέτην κατατιθῆται τὰ γινόμενα, καὶ αὐτὸς αὐτῶν ἀπολαύῃ πάλιν. Ἄλλ’ ἡμᾶς οὐδὲ ταῦτα ἐφέλκεται· ἀλλ’ οὕτως ἐσμὲν ἀγνώμονες, ὡς οἰκέταις μὲν καὶ ἡμιόνοις καὶ ἵπποις περιδέραια χρυσᾶ περιτιθέναι, τὸν δὲ Δεσπότην γυμνὸν περιϊόντα, καὶ θύρας ἐκ θυρῶν ἀμείβοντα, καὶ ἀεὶ πρὸς ταῖς ἐξόδοις ἱστάμενον καὶ χεῖρας ἐκτείνοντα περιορᾷν, πολλάκις δὲ καὶ ἀπηνεῖ βλέπειν αὐτὸν ὀφθαλμῷ· καίτοι γε καὶ τοῦτο αὐτὸ δι’ ἡμᾶς ὑπομένει. Ἡδέως γὰρ πεινᾷ, ἵνα σὺ τραφῇς· καὶ γυμνὸς περίεισιν, ἵνα σοι παράσχῃ τοῦ τῆς ἀφθαρσίας ἐνδύματος τὴν ὑπόθεσιν. Ἀλλ’ οὐδὲ οὕτω προΐεσθε τῶν ὑμετέρων οὐδὲν· ἀλλὰ τῶν ἱματίων τὰ μὲν ἐστι σητόβρωτα, τὰ δὲ ἄχθος τῷ κιβωτίῳ, καὶ περιττὴ φροντὶς τοῖς κεκτημένοις ὁ δὲ καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα δεδωκώς, γυμνὸς περίεισιν. Ἀλλ’ οὐκ ἐν τῷ κιβωτίῳ αὐτὰ ἀποτίθεσθε, ἀλλ’ αὐτοὶ περιβελημένοι καλλωπίζεσθε; Εἰπέ τι τὸ πλέον ὑμῖν ἀπὸ τούτων; Ἵνα τὸ τῶν ἀγοραίων ἴδῃ πλῆθος ὑμᾶς; Καὶ τί τοῦτο; Οὐ γὰρ τὸν περικείμενόν σε ταῦτα θαυμάσονται, ἀλλὰ τὸν τοῖς δεομένοις παρέχοντα. Ὥστε εἰ βούλει θαυμάζεσθαι, ἑτέρους περιβάλλων, μᾶλλον μυρίων ἀπολαύσῃ κρότων. Τότε σὲ καὶ ὁ Θεὸς ἐπαινέσεται μετὰ τῶν ἀνθρώπων. Νυνὶ δὲ ἐπαινέσεται μὲν οὐδεὶς φθονήσουσι δὲ ἅπαντες, παινέσεται μετὰ τῶν ἀνθρώπων. Νυνὶ δὲ ἐπαινέσεται μὲν οὐδεὶς φθονήσουσι δὲ ἅπαντες, τὸ μὲν σῶμα κοσμούμενον ὁρῶντες, τὴν δὲ ψυχὴ ἠμελημέην ἔχοντα. Οὗτος καὶ γυναιξὶ πόρναις πρόσεστιν ὁ κόσμος· πολλάκις δὲ καὶ πολυτελέστερα καὶ φαιδρότερα παρ’ ἐκείναις τὰ ἱμάτια· ὁ δὲ τῆς ψυχῆς κόσμος παρὰ τοῖς ἐν ἀρετῇ ζῶσι μόνον ἐστί. Ταῦτα συνεχῶς  λέγω, καὶ λέγων οὐ παύσομαι, οὐ πενήτων οὕτω κηδόμενος, ὡς τῶν ὑμετέρων ψυχῶν. Ἐκείνοις μὲν γάρ, κἄν μὴ παρ’ ἡμῶν, ἀλλ’ ὅμως ἐτέρωθεν ἔσται τις παραμυθία· κἄν μὴ γένηται παραμυθία, ἀλλὰ λιμῷ διαφθαρῶσιν, οὐδὲν μέγα τὸ τῆς ζημίας αὐτοῖς. Τί γὰρ ἔβλαψε τὸν Λάζαρον ἡ πενία καὶ τῷ λιμῷ τήκεσθαι; Ὑμᾶς δὲ οὐδεὶς ἐξαιρήσεται τῆς γεένης, ἄν μὴ τῆς παρὰ τῶν πενήτων τύχητε βοηθείας. Ἀλλ’ ἐροῦμεν τὰ αὐτὰ τῷ πλουσίῳ τῷ διηνεκῶς μὲν τηγανιζομένῳ παραμυθίας δὲ μηδεμιᾶς τυγχάνοντι. Ἀλλὰ μὴ γένοιτο, μηδένα ταῦτα ἀκούσαί ποτε τὰ ρήματα, ἀλλ’ εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπελθεῖν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὐ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὅ,τι εἶπα πολλὲς φορές, αὐτὸ θὰ ἐπαναλάβω καὶ τώρα, καὶ δὲ θὰ παύσω νὰ τὸ λέγω.  Ποιὸ εἶναι τοῦτο; Ὅταν εἶναι ὁ Χριστὸς ν’ ἀνακοινώση ὑψηλὲς ἀλήθειες συγκρατεῖ πολλὲς φορὲς τὸν ἑαυτό του ἐξ αἰτίας τῆς ἀδυναμίας τῶν ἀκροατῶν του. Δὲν εἶναι πάντα ὁ λόγος του ἀντάξιος τῆς μεγαλωσύνης του, πιὸ συνηθισμένο εἶναι νὰ συγκατεβαίνη. Γιατὶ τὸ ὑψηλὸ καὶ μεγάλο καὶ μιὰ φορὰ νὰ εἰπωθῆ φτάνει νὰ παραστήση τὴν ἀξία του, ὅσο εἶναι δυνατὸ σ’ ἐμᾶς νὰ συλλάβωμε μὲ τὴν ἀκοή. Τὰ ἁπλούστερα ὅμως, ποὺ πλησιάζουν στὸ διανοητικὸ ἐπίπεδο τῶν ἀκροατῶν, ἄν δὲν ἐλέγονταν ἀδιάκοπα, δὲ θὰ κατακτοῦσαν γρήγορα τὸν ἀκροατὴ ποὺ ρέπει στὴ γῆ. Γι’ αὐτὸ λοιπὸν εἶναι καὶ περισσότερα ἀπὸ τὰ ὑψηλὰ, ποὺ ἔχουν ἀπ’ αὐτὸν λεχθῆ. Γιὰ νὰ μὴν ἔχη ὅμως τοῦτο καμμιὰν ἄλλη κακὴν ἐπίδραση κρατῶντας τὸ μαθητὴ πρὸς τὰ κάτω, δὲν παραθέτει ἁπλα τὰ κατώτερα, ἄν δὲν ἀναφέρη καὶ τὴν αἰτία, γιὰ τὴν ὁποία τὰ λέγει. Αὐτὸ κάμει κι ἐδῶ. Ἀφοῦ μίλησε γιὰ τὸ βάπτισμα καὶ γιὰ τὴν κατὰ χάρη γέννηση, ποὺ γίνεται στὴ γῆ, θέλοντας νὰ ἔρθη καὶ στὴν δική του γέννηση, τὴν ἀπερίγραπτη καὶ ἀνκέκφραστη, σταματάει καὶ δὲν προχωρεῖ. Κι ἀναφέρει τὸ λόγο, γιὰ τὸ ὁποῖο σταμάτησε. Ποιός εἶναι;Ἡ σαρκικότητα καὶ ἡ ἀσθένεια τῶν ἀκροατῶν. Αὐτὴν ὑπονοῶντας πρόσθεσε· Ἄν σᾶς εἶπα τὰ γήινα καὶ δὲ μὲ πιστεύετε, πῶς θὰ μὲ πιστέψετε ἄν σᾶς ἐκθέσω τὰ οὐράνια; Ὥστε ὅπου τυχὸν διατυπώνει κάτι μετρημέο καὶ περιωρισμένο, πρέπει νὰ ἀποδοθῆ στὴν ἀδυναμία τῶν ἀκροατῶν. Τὰ γήινα ἐδῶ μερικοὶ νομίζουν ὅτι φανερώνονται ἀπὸ τὸν ἄνεμο. Εἶναι δηλαδὴ σὰ νὰ τοὺς λέη. Ἅν σᾶς ἔδωκα ὑπόδειγμα ἀπὸ τὰ γήινα καὶ μήτε ἔτσι δὲν πεισθήκατε, πῶς θὰ μπορέσετε νὰ μάθετε τὰ πιὸ ὑψηλά; Μὴ θαυμάσης, ἄν ἐδῶ λέγεται ἐπίγειο τὸ βάπτισμα. Τὸ χαρακτηρίζει ἔτσι εἴτε ἐπειδὴ τελεῖται στὴ γῆ, εἴτε γιὰ νὰ τὸ συγκρίνη μὲ τὴ φρικτὴ δικὴ του γέννηση. Μόλο ποὺ ἡ γέννηση μὲ τὸ βάπτισμα εἶναι ἐπουράνια, σὲ σύγκριση μ’ ἐκείνη τὴν ἀληθινὴ ποὺ προῆλθε ἀπὸ τὴν οὐσία τοῦ Πατέρα θεωρεῖται γήϊνη, Καὶ ὀρθὰ εἶπε δὲν πιστεύετε καὶ ὄχι, δὲν ἀντιλαμβάνεσθε. Γιατὶ ὅταν κανένας ἀντιστέκεται σ’ ἐκεῖνα ποὺ ἔχει τὴ δύναμη νὰ τὰ συλλάβη μὲ τὸ νοῦ του καὶ δὲν τὰ δέχεται εὔκολα, εἶναι φυσικὸ νὰ κατηγορηθῆ γιὰ ἀνοησία. Ὅταν ὅμως δὲν ἀποδέχεται αὐτά, ποὺ δὲν μπορεῖ νὰ συλλάβη μὲ τὴ σκέψη παρὰ μὲ τὴν πίστη μονάχα, τὸ λάθος δὲν εἶναι τῆς ἀνοησίας ἀλλὰ τῆς ἀπιστίας. Ἐνῶ τὸν ἐμποδίζει νὰ ἑρευνήση τὸ λόγο του μὲ συλλογισμούς, τοῦ ἐπιτίθεται σφοδρότερα, κατηγορῶντας τον γιὰ ἀπιστία. Κι ἄν πρέπη νὰ δεχώμαστε μὲ πίστη τὴ δική μας γέννηση, ποιά κατηγορία ἀξίζει σ’ ἐκείνους ποὺ ἐξετάζουν μὲ συλλογισμοὺς τὴ γέννηση τοῦ Μονογενοῦς; Ἴσως θὰ παρατηρήση κάποιος· Καὶ γιὰ ποιὰ αἰτία ἐλέγονταν αὐτά, ἄν δὲν ἦταν νὰ πιστέψουν οἱ ἀκροαταί; Γιὰ τὸ ὅτι κι ἄν ἀκόμα δὲν ἐπίστευσαν ἐκεῖνοι, θὰ τὰ ἐδέχονταν ὅμως καὶ θὰ ὠφελοῦνταν οἱ ἔπειτα ἀπ’ αὐτούς. Μὲ τὴ σφοδρὴ λοιπὸν ἐπίθεση ἐναντίον του, δείχνει ὅτι δὲ γνωρίζε αὐτὰ μονάχα παρὰ κι ἄλλα πολὺ περισσότερα καὶ μεγαλύτερα ἀπὸ αὐτά. Αὐτὸ ἐδήλωσε καὶ μ’ ὅσα πρόσθεσε· Κανένας δὲν ἀνέβηκε στὸν οὐρανὸ παρὰ αὐτὸς ποὺ ἀπὸ τὸν οὐρανὸ κατέβηκε, ὁ Γιὸς τοῦ ἀνθρώπου, ποὺ ἦταν στὸν οὐρανό. Καὶ ποιὰ  ἡ σημασία τῆς ἀκολουθίας αὐτῆς; Πολὺ μεγάλη καὶ σύμφωνη μὲ τὰ προηγούμενα. Ἐπειδὴ ἐκεῖνος τοῦ εἶπε·  Γνωρίζομε ὅτι ἦρθες δάσκαλός μας ἀπὸ τὸ Θεό, τὸν διορθώνει ἀμέσως σχεδὸν λέγοντάς του· Μὴ νομίσης πὼς εἶμαι δάσκαλος ἔτσι ὅπως εἶναι πολλοὶ προφῆτες τῆς γῆς. Ἔρχομαι τώρα ἀπὸ τὸν οὐρανό. Κανένας ἀπὸ τοὺς προφῆτες δὲν ἀνέβηκε ἐκεῖ, ὅμως ἐγὼ ἐκεῖ παραμένω. Βλέπεις πὼς εἶναι ἐντελῶς ἀνάξιο τῆς μεγαλωσύνης του, ὅ,τι νομίζομε πὼς εἶναι ὑπερβολικὰ ὑψηλό; Δὲν εἶναι μόνο στὸν οὐρανό, ἀλλὰ παντοῦ γεμίζει τὰ πάντα. Ἀλλὰ ἀκόμα ἔχει ὑπ’ ὅψη τὴν ἀδυναμία τοῦ ἀκροατῆ καὶ θέλει νὰ τὸν ἀνεβάση λίγο λίγο. Καὶ Γιὸ τοῦ ἀνθρώπου δὲ χαρακτηρίζει ἐδῶ τὴ σάρκα ἀλλὰ ὀνομάζει ὁλόκληρο τὸν ἑαυτό του, ἀπὸ τὴν κατώτερη οὐσία. Ἦταν συνήθειά του νὰ ὀνομάζει τὸ σύνολό του πολλὲς φορὲς ἀπὸ τὴ θεία καὶ ἄλλοτε ἀπὸ τὴν ἀνθρώπινη ὑπόστασή του. Κι ὅπως ὁ Μωυσῆς ὕψωσε τὸ φίδι στὴν ἔρημο, ἔτσι πρέπει νὰ ὑψωθῆ κι ὁ Γιὸς τοῦ ἀνθρώπου. Καὶ τοῦτο πάλι φαίνεται ὅτι ἐξαρτᾶται ἀπὸ τὰ προηγούμενα, γιατὶ ἔχει μεγάλο σύνδεσμο μ’ αὐτά. Ἀφοῦ ἀνέφερε τὴν πελώρια εὐεργεσία πρὸς τοὺς ἀνθρώπους ποὺ πραγματοποιήθηκε μὲ τὸ βάπτισμα, προσθέτει καὶ τὴν αἰτία της ποὺ ἀποτελεῖ ὁ σταυρὸς, ὄχι μικρότερη ἀπὸ τὴν εὐεργεσία. Ἔτσι κι ὁ Παῦλος, ὅταν ἀπευθύνεται στοὺς Κορινθίους, συμπαραθέτει αὐτὲς τὶς δύο εὐεργεσίες μ’ αὐτὰ τὰ λόγια· Μήπως ὁ Παῦλος σταυρώθηκε γιὰ σᾶς ἤ στὸ ὄνομα τοῦ Παῦλου βαπτισθήκατε; Γιατὶ περισσότερο ἀπὸ ὅλα τὰ ἄλλα, αὐτὰ τὰ δύο μαρτυροῦν τὴν ἀπέραντη ἀγάπη του, ὅτι ἔπαθε γιὰ χάρη ἀνθρώπων, ποὺ τὸν μισοῦσαν κι ὅτι πεθαίνοντας γι’ αὐτοὺς, τοὺς ἔδωσε μὲ τὸ βάπτισμα ἀμείωτη τὴ συγχώρηση τῶν ἁμαρτημάτων τους.
β΄. Καὶ γιὰ ποιὸ λόγο δὲν εἶπε καθαρά, ὅτι σὲ λίγο θὰ σταυρωθῶ ἀλλὰ παρέπεμψε τοὺς ἀκροατὰς του στὸ παλαιό σύμβολο; Γιὰ νὰ ἐννοήσουν πρῶτα ὅτι τὰ παλαιὰ εἶναι συγγενικὰ μὲ τὰ νέα καὶ δὲν εἶναι τοῦτα ξένα πρὸς ἐκεῖνα. Γιὰ νὰ κατανοήσωμε, δεύτερο, ὅτι δὲν ἐρχόταν ἀθέλητα στὸ πάθος. Καὶ τοῦτο ἀκόμα ἐκτὸς ἀπὸ αὐτὰ· ὅτι καμμιὰ ζημία δὲν παθαίνει ἐκεῖνος ἀπὸ αὐτὸ τὸ πρᾶγμα, ἀντίθετα προξενεῖται σωτηρία σὲ πολλούς. Γιὰ νὰ μὴ λέη δηλαδὴ κανένας·  πῶς εἶναι δυνατὸ νὰ πιστεύσωμε στὸ σταυρωμένο καὶ νὰ σωθοῦμε, ὅταν κι ὁ ἴδιος συλλαμβάνεται ἀπὸ τὸ θάνατο; γι’ αὐτὸ μᾶς ὁδηγεῖ στὴν παλαιά ἱστορία. Θέλει νὰ μᾶς βεβαιώση ὅτι ἄν ξέφυγαν οἱ Ἰουδαῖοι τὸ θάνατο ἀτενίζοντας τὸ χάλκινο ὁμοίωμα τοῦ φιδιοῦ, πολὺ περισσότερο εὔλογα ὅσοι πιστεύουν στὸν ἐσταυρωμένο καὶ πολὺ ἀφθονώτερη θὰ ἀπολαύσουν τὴν εὐεργεσία. Δὲ γίνεται τοῦτο ἀπὸ τὴν ἀδυναμία ἐκείνο ποὺ σταυρώνεται, οὔτε ἐπειδὴ ἐνίκησαν οἱ Ἰουδαῖοι ἀλλὰ ἐπειδὴ Ἀγάπησε ὁ Θεὸς τὸν κόσμο γι’ αὐτὸ σταυρώνεται ὁ ἔμψυχος ναός του, τὸ σῶμα του. Ὥστε καθένας ποὺ πιστεύει σ’ αὐτὸν νὰ μὴ χαθῆ ἀλλὰ νὰ ἔχῃ αἰώνια ζωή. Αὐτὴ εἶναι ἡ αἰτία τοῦ σταυροῦ καὶ ἡ σωτηρία ποὺ αὐτὸς γέννησε· αὐτὴ εἶναι ἡ συγγένεια τοῦ συμβόλου πρὸς τὴν ἀλήθεια. Ἐκεῖ, οἱ Ἰουδαῖοι ξέφυγαν τὸ θάνατο, ἀλλὰ τὸν προσωρινό· ἐδῶ ὅσοι πιστεύουν, τὸν αἰώνιο. Ἐκεῖ τὸ ὑψωμένο χάλκινο φίδι ἐθεράπευσε τὰ δαγκώματα τῶν φιδιῶν, ἐδῶ ὁ σταυρωμένος Ἰησοῦς ἐθεράπευσε τὰ τραύματα ἀπὸ τὸ νοητὸ δράκοντα. Ἐκεῖ θεραπευόταν ὅποιος ἔβλεπε μὲ τὰ σωματικὰ μάτια, ἐδῶ ἀποθέτει τὶς ἁμαρτίες του αὐτὸς ποὺ βλέπει μὲ τὰ μάτια τῆς ψυχῆς. Ἐκεῖ εἶχε ὑψωθῆ χαλκός, σὲ σχῆμα φιδιοῦ, ἐδῶ εἶναι τὸ δεσποτικὸ σῶμα τεχνουργημένο ἀπὸ τὸ Πνεῦμα. Ἐκεῖ τὸ φίδι ἐδάγκωνε καὶ τὸ φίδι ἐθεράπευε· ἔτσι κι ἐδῶ θάνατος καταστρέφει καὶ θάνατος σώζει. Τὸ φίδι ὅμως ποὺ προξένησε τὴν καταστροφή, εἶχε δηλητήριο· αὐτὸ ποὺ  ἔσωζε δὲν εἶχε. Τὸ ἴδιο πάλι κι ἐδῶ· ὁ θάνατος ποὺ καταστρέφει περιέχει ἁμαρτία, καθὼς τὸ φίδι εἶχε δηλητήριο· ὁ θάνατος ὅμως τοῦ Κυρίου ἦταν καθαρὸς ἀπὸ ἁμαρτία, καθὼς ἀπὸ δηλητήριο τὸ χάλκινο φίδι. Ἁμαρτία, λέει ὁ προφήτης, δὲν ἔπραξε οὔτε βρέθηκε δόλος στὸ στόμα του. Εἶναι αὐτὸ ποὺ λέει ὁ Παῦλος. Ἀφοῦ ἀπογύμνωσε τὰ τάγματα τῶν ἀρχῶν κι ἐξουσιῶν τοῦ Σατανᾶ, τὰ κατευξετέλισε μπροστὰ στὰ μάτια ὅλων καὶ τὰ ἔσυρε στὸ θρίαμβό του. Ὅπως ὁ ρωμαλέος ἀθλητὴς παρουσιάζει λαμπρότερη τὴ νίκη του, ὅταν σηκώση πρῶτα ψηλὰ τὸν ἀνταγωνιστή του καὶ τὸν πετάξη ἔπειτα κάτω, ἔτσι καὶ ὁ Χριστὸς μπροστὰ στὰ βλέμματα ὁλόκληρης τῆς οἰκουμένης ἐνίκησε τὶς ἀντίπαλες δυνάμεις κι ἀφοῦ ἐθεράπευσε ὅλους ποὺ δέχονται ἀβοήθητοι πληγές, τοὺς ἐξασφάλισε ἀπὸ τὴν ἐπιβουλὴ ὅλων τῶν θηρίων, κρεμασμένος ἐπάνω στὸ σταυρό. Δὲν εἶπε ὅμως ὅτι πρέπει νὰ κρεμαστῆ, ἀλλὰ νὰ Ὑψωθῆ. Αὐτὸ ἦταν ἕνας εὐφημισμὸς γιὰ τὸν ἀκροατὴ καὶ ποὺ ἀνταποκρινόταν τὸ σύμβολο.
Τόσο πολὺ ἀγαπητὲ ὁ Θεὸς τὸν κόσμο, ὥστε ἔδωσε τὸ μονογενῆ γιό του, γιὰ νὰ μὴ χαθῆ ὅποιος πιστεύει σ’ αὐτὸν ἀλλὰ νὰ ἔχει ζωὴ αἰώνια. Σὰ νὰ λέη. Μὴ θαυμάσης ποὺ σὲ λίγο θὰ ὑψωθῶ, γιὰ νὰ σωθῆτε σεῖς. Γιατὶ αὐτὸ εἶναι τὸ θέλημα τοῦ Πατέρα. Κι ἐκεῖνος τόσο πολὺ σἀς ἀγάπησε, ὥστε γιὰ χάρη τῶν δούλων νὰ δώση τὸ Γιό του, καὶ μάλιστα δούλων ἀχαρίστων. Τοῦτο δὲν τὸ κάμει κανένας οὔτε γιὰ ἀγαπητό του , οὔτε ἀμέσως καὶ γιὰ κάποιον δίκαιο ἀκόμα, κατὰ τὸ λόγο τοῦ Παύλου· Μὲ δυσκολία ἀποφασίζει κανεὶς νὰ πεθάνη γιὰ κάποιο δίκαιο. Κι ἐκεῖνος ἀπευθυνόταν σὲ πιστοὺς καὶ μίλησε πιὸ πλατιὰ, ὁ Χριστὸς ὅμως συντομώτερα, ἐπειδὴ ἀπευθυνόταν στὸ Νικόδημο, ἀλλὰ πιὸ ἐκφραστικά. Κάθε λέξη ἔχει πολλὴν ἐκφραστικότητα. Μὲ τὸ λόγο «τόσο πολὺ ἀγάπησε» καὶ τὸν ἄλλο «ὁ Θεὸς τὸν κόσμο», φανερώνει μεγάλο τὸ βαθμὸ τῆς ἀγάπης. Ἀπέραντη ἦταν ἀπόσταση.  Ὁ ἀθάνατος, ὁ ἄναρχος, ἡ ἄπειρη μεγαλωσύνη ἀγάπησε τούτους. Ποιούς; τοὺς φτιαγμένους ἀπὸ χῶμα καὶ στάχτη, τοὺς γεμάτους ἀπὸ ἀμέτρητες ἁμαρτίες, αὐτοὺς ποὺ τοῦ ἀτνιστέκονταν πάντοτε, τοὺς ἀχάριστους. Ὅμοια ἐκφραστικὰ εἶναι καὶ ὅσα πρόσθσεσε· ὅτι ἔδωσε τὸ μονογενῆ Γιό του. Δὲ λέει οὔτε δοῦλο, οὔτε ἄγγελο, οὔτε ἀρχάγγελο. Καὶ σίγουρα οὔτε στὸ παιδί του δὲ θὰ ἔδειχνε κανένας τόσο ἐνδιαφέρον, ὅσο ὁ Θεὸς γιὰ τοὺς ἀχάριστους ὑπηρέτας του. Τὸ πάθος του λοιπὸν δὲν τὸ ἐκθέτει ὑπερβολικὰ γυμνὰ, ἀλλὰ σκεπασμένα, καθαρά κι ὁλοφάνερα ὅμως ἐκθέτει τὸ κέρδος ἀπὸ τὸ πάθος μὲ τούτους τούς λόγους. Ὥστε καθένας ποὺ πιστεύει, νὰ μὴ χαθῆ ἀλλὰ νὰ ἔχη ζωὴ αἰώνια. Ἐπειδὴ εἶπε· Πρέπει νὰ ὑψωθῆ, κι ἔκαμε ὑπαινιγμὸ γιὰ τὸ θάνατο, γιὰ νὰ μὴ λυπηθῆ ὁ ἀκροατὴς ἀπὸ τοὺς λόγους αὐτούς, καθὼς μποροῦσε νὰ ὑποψιαστῆ πὼς ἦταν ὁ Χριστὸς ἄνθρωπος καὶ νὰ θεωρήση ἀνυπαρξία τὸ θάνατό του, πρόσεξε πῶς ἐξασφαλίζει τὸ πρᾶγμα. Τονίζει ὅτι αὐτὸς ποὺ προσφέρεται εἶναι ὁ Γιὸς τοῦ Θεοῦ καὶ πρόξενος ζωῆς καὶ μάλιστα ζωῆς αἰώνιας. Καὶ δὲ θὰ ἦταν δυνατὸ νὰ εἶναι ἀτελεύτητα  ἐκεῖνος, ποὺ μὲ τὸ θάνατό του παρέχει στοὺς ἄλλους ζωή. Κι ἄν δὲ χάνωνται ὅσοι πιστεύουν στὸν ἐσταυρωμένο, πολὺ περισσότερο δὲ θὰ χαθῆ ὁ ἴδιος. Αὐτὸς, ποὺ καταργεῖ τὴν ἀπώλεια τῶν ἄλλων, πολὺ περισσότερα ἔχει ὁ ἴδιος ἐλευθερωθῆ ἀπὸ αὐτή. Αὐτὸς  ποὺ παρέχει στοὺς ἄλλους ζωή, πολὺ περισσότερο πηγάζει ζωή, πολὺ περισσότερο πηγάζει ζωὴ γιὰ τὸν ἑαυτό του. Παντοῦ χρειάζεται πίστη. Βεβαιώνει ὅτι ὁ σταυρὸς εἶναι πηγὴ ζωῆς, πρᾶγμα ποὺ ἡ σκέψη μας δὲ θὰ τὸ δεχόταν εὔκολα. Ἀκόμα καὶ τώρα τὸ μαρτυροῦν οἱ Ἕλληνες ποὺ κοροϊδεύουν. Ἡ πίστη ὅμως ποὺ ὑπερακοντίζει τὴν  ἀδυναμία τῶν λογισμῶν μας, εὔκολα θὰ μποροῦσε νὰ τὸ δεχτῆ καὶ νὰ τὸ κρατήση καὶ τοῦτο. Καὶ τὶ ἔκαμε τὸ Θεό ν’ ἀγαπήση τὸν κόσμο; Τίποτα ἄλλο παρὰ μόνον ἡ ἀγαθότητά του.
γ΄ . Ἄς προσέξωμε λοιπὸν τὴν ἀγάπη του· ἄς ντραποῦμε τὴν ὑπερβολὴ τῆς φιλανθρωπίας του. Ἐκεῖνος μήτε τὸ Γιό του δὲν ὑπολόγισε γιὰ χάρη μας, ἐνῶ ἐμεῖς λυπούμαστε ἀκόμα καὶ τὰ χρήματά μας γιὰ τὸν ἑαυτό μας. Αὐτὸς  ἔδωσε γιὰ χάρη μας τὸ Γιό του· κι ἐμεῖς  μήτε τὰ χρήματα δὲν περιφρονοῦμε γι’ αὐτόν, οὔτε καὶ γιὰ μᾶς. Εἶναι συμπεριφορὰ  ἄξια  γιὰ συγνώμη;  Κι ἄν εὕρωμε κάποιον ἄνθρωπο νὰ ὑποφέρη γιὰ χάρη μας θανάσιμο κίνδυνο, τὸν θέτομε πρῶτα ἀπ’ ὅλους, τὸν συγκαταλέγομε ἀνάμεσά στοὺς πρώτους φίλους μας, ἀφήνομε στὴ  διάθεσή του ὅλα τὰ δικά μας καὶ λέμε πὼς εἶναι περισσότερο δικά του ἀπὸ δικά μας. Καὶ πάλιν δὲ νομίζομε πὼς εἶναι ἱκανοποιητικὴ ἡ ἀντιπροσφορά μας. Στὸ Χριστὸ ὅμως οὔτε αὐτὸ τὸ μέτρο τῆς εὐγνωμοσύνης δὲν τηροῦμε. Ἐκεῖνος ἔδωσε τὴν ψυχή του κι ἔχυσε τὸ ἅγιο αἷμα του γιὰ μᾶς, ποὺ δὲν εἴμαστε οὔτε φίλοι του οὔτε ἐνάρετοι, ἐνῶ ἐμεῖς οὔτε χρήματα δὲ διαθέτομε γιὰ τὸν ἑαυτό μας ἀλλὰ ἀδιαφοροῦμε γι’ αὐτὸν ποὺ πέθανε γιὰ μᾶς γυμνὸς καὶ ξένος. Ποιός θὰ μᾶς ἐξαιρέση ἀπὸ τὴ μελλοντικὴ τιμωρία; Ἄν δὲ μᾶς ἔκρινε ὁ Θεός, ἀλλὰ ἐμεῖς οἱ ἴδιοι ἐκρίναμε τὸν ἑαυτό μας ἄραγε δὲ θ’ αὐτοδικαζόμασταν, δὲ θὰ καταδικάζαμε τὸν ἑαυτό μας στὴ φωτιὰ τῆς γέενας, ποὺ παρακολουθοῦμε μ’ α’διαφορία νὰ λιμοκτονῆ αὐτός, ποὺ ἐθυσίασε γιὰ μᾶς τὴ ζωή του; Καὶ γιατὶ νὰ περιοριστῶ στὰ χρήματα; Ἄν εἴχαμε μύριες ζωὲς, δὲν ἔπρεπε νὰ τὶς δώσωμε ὅλες γιὰ κεῖνον; Παρ’ ὅλο ποὺ κι ἔτσι ἀκόμα δὲν κάνομε κάτι ἄξιο στὴν εὐεργεσία του. Γιατὶ αὐτὸς ποὺ πρῶτος εὐεργετεῖ δείχνει ὁλοφάνερα τὴν καλωσύνη του. Ὁ εὐεργετημένος ὅμως ὅ,τι κι ἄν ἀντιπροσφέρη, ἀποδίδει ὀφειλή, δὲν κάμει κάποια χάρη· πιὸ πολὺ, ὅταν αὐτὸς ποὺ κάμει ἀρχὴ εὐεργετῆ ἐχθρούς, ἐνῶ αὐτὸς ποὺ ἀντιπροσφέρει καὶ στὸν  εὐεργέτη του καταθέτει τὴν προσφορά του κι ὁ ἴδιος πάλι τὴν ἀπολαμβάνει. Ἐμᾶς ὅμως μήτε αὐτὰ δὲ μᾶς συγκινοῦν. Ἀλλὰ εἴμαστε τόσο ἀχάριστοι, ὥστε   στοὺς ὑπηρέτες μας καὶ στὰ ὑποζύγια καὶ στ’ ἄλογά μας νὰ βάζωμε χρυσᾶ περιδέραια, ἀδιαφοροῦμε ὅμως γιὰ τὸν Κύριό μας ποὺ γυρίζει γυμνός, πηγαίνει ἀπὸ πόρτα σὲ πόρτα, στέκεται στὶς γωνιὲς μ’ ἁπλωμένω τὸ χέρι. Πολλὲς φορὲς μάλιστα τὸν βλέπομε  καὶ μὲ σκληρὸ βλέμμα, ποὺ ὡστόσο κι αὐτὸ γιὰ χάρη μας τὸ ὑπομένει. Μὲ χαρὰ του πεινᾶ, γιὰ νὰ τραφῆς σύ. Γυρίζει γυμνός, γιὰ νὰ δώση σ’ ἐσένα τὸ ἔνδυμα τῆς ἀφθαρσίας. Κι ἔτσι ὅμως δὲ διαθέτει τίποτα ἀπὸ τὰ δικά σας. Ἀλλὰ ἀπὸ τὰ ροῦχα σας ἄλλα εἶναι σκοραφογωμένα κι ἄλλα βάρος τῆς ντουλάπας καὶ ἔγνοια περιττὴ γιὰ τοὺς κατόχους τους, ἐνῶ ἐκεῖνος ποὺ ἔδωσε καὶ τουτο καὶ ἐκεῖνα ὅλα γυρίζει γυμνός. Δὲν τὰ ἔχετε κρεμάσει στὴν ντουλάπα, ἀλλὰ τὰ  φορᾶτε  καὶ στολίζεστε;  Ποιό τὸ ὄφελός σας; Γιὰ νὰ σᾶς δῆ τὸ πλῆθος τῆς  ἀγορᾶς; Κι ἔπειτα;  Δὲ  θὰ θαυμάσουν βέβαια ἐσένα ποὺ τὰ φορεῖς, ἀλλὰ ὅταν τὰ δίνης σ’ αὐτοὺς ποὺ τὰ ἔχουν ἀνάγκη. Ὥστε σὺ ποὺ θέλεις νὰ σὲ θαυμάζουν, θ’ ἀκούσης ἀμέτρητα χειροκροτήματα, ἄν ντύνης   τοὺς ἄλλους. Τότε θὰ ἔ χης συνάμα καὶ  τὸν  ἔπαινο τοῦ Θεοῦ.  Τώρα ὅμως δὲ θὰ σ’ ἐπαινέση κανένας, ἐνῶ θὰ σὲ φθονήσουν ὅλοι, βλέποντας στολισμένο τὸ σῶμα  καὶ ἀπεριποίητη τὴν ψυχή. Τέτοιο  στολισμὸ   διαθέτουν κι οἱ πόρνες καὶ πολλὲς φορὲς εἶναι ἀκριβώτερα κι ὡραιότερα τὰ ροῦχα τους. Ὁ στολισμὸς ὅμως τῆς  ψυχῆς  ἀνήκει  ἀποκλειστικὰ  σὲ  ὅσους ζοῦνε μὲ  ἀρετή.  Αὐτὰ λέγω πάντα  καὶ δὲ  θὰ σταματήσω νὰ τὰ λέγω. Δὲ λυπᾶμαι τόσο τοὺς φτωχούς,  ὅσο  τὶς ψυχὲς τὶς δικές σας. Ἐκεῖνοι, κι ἄν δὲν τοὺς τὴν προσφέρετε σεῖς, θὰ βροῦν ὡστόσο ἀπὸ κάπου κάποια  ἀνακούφιση. Μὰ  κι    ἄν δὲν  εὕρουν ἀνακούφιση ἀλλὰ πεθάνουν ἀπὸ τὴν πεῖνα , δὲν εἶναι  μεγάλη ἡ ζημία τους. Τί τὸν ἔβλαψε τὸ Λάζαρο ἡ φτώχεια  καὶ   ἀδιάκοπη   πεῖνα του; Ἐσᾶς ὅμως κανένας δὲ θὰ σᾶς βγάλη ἀπὸ τὴ γέενα, ἄν  δὲ  σᾶς  βοηθήσουν οἱ φτωχοί. Θὰ προβάλωμε  μήπως τὰ ἴδια μὲ τὸν πλούσιο, ποὺ βασανίζεται ἀδιάκοπα καὶ καμμιὰ παρηγοριὰ δὲ βρίσκει; Μακάρι κανένας  νὰ  μὴν ἀκουση ποτὲ τοὺς λόγους τούτους ἀλλὰ νὰ εὕρη  θέση  μέσα  στοὺς κόλπους τοῦς  Ἀβραάμ, μὲ  τὴ χάρη  καὶ τὴ  φιλανθρωπία τοῦ  Κυρίου μας Ἰησοῦ Χριστοῦ. Αὐτὸς ἄς δοξάση τὸν ἑαυτό του, μαζί μὲ τὸν Πατέρα καὶ τὸ Ἅγιο Πνεῦμα στοὺς αἰῶνες. Ἀμήν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.217-224


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου